Scholia in Sophoclem (scholia vetera)
Scholia in Sophoclem
Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888
635 κρείσσων γὰρ Ἅιδᾳ κεύθων; κρείσσων γάρ ἐστιν ὁ τεθνηκὼς ἢ ὁ ζῶν καὶ νοσῶν μάτην ὅ ἐστι [*](1 πρότερα] πρότερον Suid. v. τὰ δὲ πρὶν ἔργα. — 5 γινόμενα L, correxi. — 6 παραφιλοις L. — 7 δὲ] διὰ L, corr. Lasc. — 10 τῷ addidi. — 11 πολυέτης L, corr. Lasc. — 13 τὸ δὲ λευκῷ κ. ἑ.] cf schol. Οed. Tyr. v. 17: τὸ δὲ σὺν γήρᾳβαρεῖς, ἐφʼ ἑαυτοῦ τῷ πληθυντικῷ ἐχρήσατο.)
636 ὃς ἄνωθεν κατὰ πατρῴας γενεᾶς ἄριστος ἥκων (λείπει γὰρ τὸ ἄριστος) ὥστε προέχειν ἀπάντων τῶν Ἑλλήνων κατὰ γένος νῦν οὐκέτι τοῖς πρώτοις ἥθεσιν ἐμμένει.
λείπει τὸ ἄριστος.
640 ὀργαῖς τρόποις.
641 ἀπέστρεψε τὸν λόγον πρὸς τὸν Τελαμῶνα, οἴαν σε μένει πυθέσθαι, τοιαύτην ἄτην οἴαν οὐδεὶς πέπονθεν τῶν Αἰακιδῶν· παραμυθία γάρ ἐστι τὸ μετέχειν τινὰ τῶν τοῦ γένους τῶν αὐτῶν κακῶν.
644 ἔθρεψεν ἔσχεν.
645 τοῦδε τοῦ Αἴαντος.
646 ἅπανθ᾿ ὁ μακρός: ἐξέρχεται ὁ Αἴας ὡς δὴ κατακηληθεὶς ὑπὸ Τεκμήσσης μὴ σφάττειν ἑαυτὸν καὶ προφάσει τοῦ δεῖν εἰς ἐρημίαν ἐλθεῖν καὶ κρῦψαι τὸ ξίφος ἐπὶ τούτοις ἀναχωρεῖ καὶ διαχρῆται ἑαυτόν· παρίστησι δὲ ὁ λόγος ὅτι καὶ οἱ ἔμφρονες καὶ παρακολουθοῦντες τῇ φύσει τῶν πραγμάτων ὅμως ὑπὸ τῶν τοιούτων παθῶν ἐπὶ τὸ χεῖρον ἀπολισθάνουσιν ὡς ἐν Τραχινίαις ἡ Δηιάνειρα περὶ τοῦ ἔρωτος διαλεγομένη [*](2 οὐ λέγει δὲ κ. ἑ.] graviter corrupta; nihil iuvat μαίνεσθαι καὶ ἄλλως οὐ λέγει ὅτι G. αὐτὸν] αὐτῶν L. — 5 ἐξιέναι] ἐξεῖναι L, correxi coll. schol. v. 397. ἡ μήτηρ add. G. — 7 κατὰ] ἐκ? γενεᾶς ἄριστα L, corr G. — 9 τοῖς πρώτοις add. G. — 25 ὡς καὶ ἐν G. — 26 Τραχινίαις] v. 436 sqq.)
ὁ μακρὸς ὁ μέγας.
647 κρύπτεται ἀντὶ τοῦ κρύπτει.
648 ἁλίσκεται ἐξελέγχεται, φωρᾶται.
649 χὠ δεινὸς ὅρκος: ὅτι καὶ ὀμόσαντές τινες ἐν μεταβολῇ γίνονται τῷ χρόνῳ.
περισκελεῖς φρένες αἱ ἄγαν σκληραὶ ψυχαί.
650 ἐκαρτέρουν τότε γράφε ἐπηπείλησʼ ἔπη· ἢ λείπει τὸ ἔπη ἵνʼ ἦ ὅστις τὰ δεινὰ ἔπη ἐκαρτέρουν λέγειν τότε ὡσανεὶ προτοῦ.
651 βαφῇ σίδηρος ὣς ἐθηλύνθην: ἐν τῇ βαφῇ οὐκ ἀνίεται ὁ σίδηρος ἀλλὰ μᾶλλον σκιραίνεται· οὕτως οὖν διασταλτέον, κἀγὼ γάρ, φησίν, ὃς ἠπείλουν καὶ ἔζεον καὶ ἐβόων ὡς ἐν βαφῇ σίδηρος (ὡς Ὅμηρος
654 πιθανὴ αὐτῷ ἡ ἔξοδος ὡς ἐπὶ καθαρμόν· μονάσαι γὰρ βούλεται χάριν τῆς ἀναιρέσεως.
[*](4 ἄθηλα] φύλα L, δῆλα G, corr. Neuius. — 6 χρόνου] χ i. e. χοροῦ (G) L, corr Lasc. — 7 ἀπὸ] ὑπὸ L, corr. G. — 16 πρὸ τοῦ] κατα〈πε〉παῦσθαι τῆς μανίας addit G. — 21. Od. ι 392. βάπτῃ] βάπτεται L. — 24 ἐλαίῳ βάπτουσιν] Hippocrat. vol. I p. 294: σιδηρίου βαφέντος ἐς ἔλαιον.)656 ἐξαλύξωμαι φυλάξωμαι, ἐκκλίνω.
657 εὑρήσω, φησί, τόπον οὗ οὐδεὶς ἐπιβήσεται· τοῦτο δὲ πιθανὸν ἵνα μή τις αὐτῷ ἀκολουθήσῃ· πιθανὸν δὲ καὶ τὸ λαβεῖν τὸ ξίφος ἵνα εὐπορήσῃ ἑαυτὸν διαχειρίσασθαι.
658 ἔγχος ἀντὶ τὸ ξίφος.
665 ὁ νοῦς ὅτι μηδὲ τὰ μέγιστα τῶν ἐχθρῶν ἐφίεσο ἔχειν, τῶν δὲ φίλων καὶ τὰ ἐλάχιστα. ἄδωρα κακόδωρα.
666 ἐπιφθόνως ἔφρασεν ἐν εἰρωνείᾳ ἀντιστρέψας τὴν τάξιν· ἔδει γὰρ εἰπεῖν θεοὺς μὲν σέβειν εἴκειν δὲ Ἀτρείδαις· ὡς τῶν Ἀτρειδῶν οὖν ἤδη καὶ θεομαχούντων.
667 μιμεῖται τὸν σώφρονα, κεκίνηται δὲ ὑπὸ τοῦ πάθους.
669 εἰ γὰρ τὰ θεῖα ὑπείκει τιμῇ πόσῳ μᾶλλον προσήκει τοῖς ἀνθρώποις ταῦτα πράττειν; τὸ δὲ τιμαῖς ὑπείκει ταῖς ἀλλήλων διανεμήσεσιν· ἐκ γὰρ ἐναντιότητος τὸ πᾶν συνέστηκεν, πρεσβύτης τις ἐπεὶ καὶ νέος ἐγένετο, καθέζεται ὅτι καὶ ἕστηκεν. τὰ δεινὰ τὰ θεῖα καὶ δέος ἐμποιοῦντα.