Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

594 μαλάσσου ἀντὶ τοῦ μεταβάλλου.

μῶρά μοι δοκεῖς εὐήθης εἶ νῦν βουλομένη με μαλάσσειν ἐξακμάσαντος τοῦ καιροῦ.

φρονεῖν γράφε λέγειν.

[*](1 Π. ζ 418. δαιδαλέοισι L. — 2 ad δῶμα πάκτου adscriptum in L, corr. Wolffius. — 3 simile neograecum (ἀ)— σφαλνῶ pro κλείω. — 14 ἢ οὕτως add. G, solum ἢ Suid. v. σωφρονεῖν. — 15 λέγειν omitt. G, Suid. — 18] v. 591. — 21 θεράπουσι] θεραπεύουσι L, corr. Lasc.; cf. schol. v. 1003.)
52

596 κλεινὰ Σαλαμίς. συγκέκλειται ὁ Αἴας διαχρησόμενος ἑαυτόν, ἔπειτα δὲ οἱ ἀπὸ τοῦ χοροῦ λόγον περιπαθῆ διεξίασι· πρὸς μὲν γὰρ αὐτὸν λέγειν οὐκ ἦν εἰσελθόντα ἤδη γέγονε δὲ αὐτοῖς ἀπολόφυρσις ἐπὶ τὰ οἰκεῖα· καὶ ἔχει ἀκολουθίαν τὰ χορικά· ἀπεστερημένοι γὰρ τοῦ ἄρχοντος καὶ ἄλλην ἀποστροφὴν οὐκ ἔχοντες περὶ τῆς πατρίδος τὸν λόγον ποιοῦνται ἐκτιθέμενοι ἐν οἷς εἰσι χαλεποῖς καὶ ἐν οἷς ἔσονται οἱ γονεῖς αὐτοῦ πυθόμενοι ταῦτα.

τὸ ἦθος ἐμιμήσατο τῶν ἀφεστώτων τῆς ὁπόταν γὰρ δυσχερές τι ἀπαντᾷ μακαρίζειν εἰώθασι τὰς πατρίδας.

601 ἐκ πολλοῦ χρόνου.

602 Ἰδαίᾳ τῇ Τρωικῇ.

604 ἀνήριθμος αἰὲν εὐνόμᾳ: ἀνήριθμος ἐν οὐδενὶ ἀριθμῷ ταττόμενος ἀλλὰ περιερριμμένος· εὐνόμᾳ δὲ ἤτοι τῷ εὐνομουμένῳ καὶ δικαίῳ ἢ εὐνόμᾳ λειμῶνι τῷ καλὰς νομὰς ἔχοντι· τὸ δὲ ἑξῆς, παλαιὸς ἀφʼ οὔ χρόνος αἰὲν εὐνόμᾳ χρόνῳ τρυχόμενος Ἰδαίᾳ μίμνω λειμωνίᾳ ποίᾳ μήλων ἀνήριθμος, κακὴν ἐλπίδα ἔχων Ἰδαίᾳ δὲ οἷον ἐν τῷ τῆς Ἴδης χωρίῳ τῆς χλοερᾶς καὶ λειμῶνας ἐχούσης καὶ ποίμνας διάγων.

606 κακὴν ἐλπίδα ἔχων πῶς με δεῖ τὸν Ἅιδην ἀνύσειν ἀντὶ τοῦ οὐδὲν ἀγαθὸν προσδοκῶν ἀλλὰ κακῶς τελευτήσειν ἐν τῷ πολέμῳ ἐλπίζων.

κακὰν ἐλπίδ᾿ τὴν τοῦ θανάτου.

[*](1 συγκέκλιται L, συγκέκλεισται Lasc., εἰσκεκύκληται O. Muellerus, corr. Dindorfius; cf schol. v 614. — 2 ἔπειτα δὲ] ἐπειδὴ L, correxi — 3 διεξιᾶσι L, corr Elmsl — 10 οἰκείας] οἰκίας L, correxi ex schol. rec. II p. 214, 34; cf. schol. v. 1217. — 17 δικαίῳ] sc. χρόνῳ. — 20 πόᾳ G. — 21 χωρίῳ τοῖς χλοεροῖς — ἔχουσι καὶ L, correxi. — 23 πῶς] ὡς Wolffius p 198.)
53

607 ἀνύσειν ἐκπρᾶξαι.

λείπει τὸ δεῖ.

609 καί μοι δυσθεράπευτος Αἴας: οἷον πρὸς τοῖς πρώτοις κακοῖς ὥσπερ δεύτερόν ἐστί μοι κακὸν τὸ τοῦ Αἴαντος ξυνεστηκός· τοῦτο γὰρ δηλοῖ τὸ ἔφεδρος· ἔφεδρος δέ ἐστιν ἐν τοῖς ἀγῶσιν ὁ μὴ πλανώμενος εἰς τὸ ἀγωνίζεσθαι τοῖς νικῶσιν· ἐνταῦθα οὖν φησιν ὅτι ἔσχατος καὶ ὡς ἔφεδρος ἐλείφθη μοι ὁ Αἴας εἰς κακόν.

611 ξύναυλος. παρὰ τὰ ἐναυλίσματα.

612 ἐξεπέμψω ἀντὶ ἔπεμψας ὧδε.

614 νῦν δʼ αὖ φρενὸς οἰοβώτας: αὐθαίρετος, ὡς ἂν εἴποι τις αὐτὸς τὴν ἑαυτοῦ διάνοιαν βόσκων καὶ μηδενὶ πειθόμενος ἢ μονωθεὶς ἐκ τῆς φρενὸς ἢ μονότροπος, μεμονωμένος τῷ λογισμῷ ἢ ποιμαίνων τὴν ἑαυτοῦ διάνοιαν καὶ μόναρχος ὢν τῷ λογισμῷ ἢ οἷον διεσθίων αὐτοῦ τὴν φρένα παρὰ τὴν βόσιν ἢ ὁ βαίνων ἐν ἐρημίᾳ διὰ τὸ συγκεκλεικέναι ἑαυτόν· καὶ ὅμοιόν ἐστι τῷ

  • ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
  • ἢ φρενὸς οἰοβώτας οὐ σὺν φρεσὶν ἀλλʼ ἐκτὸς φρενῶν διάγων.

    617 εὕρηται γράφε γεγένηται.

    [*](6 ὁ μὴ πλανώμενος] h. e. stans, sedens, paratus; frustra tentaverunt Coraius Isocr. vol. II p. 144 (παρασκευαζόμενος vel παρακαθήμενος; cf. schol. rec. II p. 216, 1. Bachmanni anecd. Gr. II p. 356, 20. schol. Aristoph. Ram. v. 792), Neuius (μεταπαυόμενος), Lobeckius (ἐπικαθεζόμενος). — 10 σύναυλος L. — 13 τὴν add G, Suid. v. οἰοβότης. — 14 ἐκ] ἐκτὸς Suid. — 18 συγκεκλικέναι L, corr. Elmsl. — 19 τῷ] τὸ L, corr. Lasc. — 20 lI. ζ 202. — 23 γράφε vel γράφεται interdum non plus valet quam ἀντὶ τοῦ; v. Bernhardium Eratosth. p. 219.)
    54

    618 τὰ δὲ πρότερα μέγιστα τῆς ἀρετῆς τῶν χειρῶν αὐτοῦ ἔργα ἐν ὀλιγωρίᾳ εἰσὶ παρὰ τοῖς Ἀτρείδαις· ἢ οὕτω, τὰ δὲ πρότερα αὐτοῦ ἀνδραγαθήματα φροῦδα παρὰ τοῖς Ἀτρείδαις.

    χερσὶν μέγιστʼ λείπει γενόμενα.

    620 ἄφιλα παρὰ φίλοις: παρὰ τοῖς πρῴην αὐτοῦ φίλοις, νῦν δὲ πάντων ἐπιλελησμένοις· ἢ ἄφιλα παρʼ ἀφίλοις ἐχθρὰ παρʼ ἐχθροῖς.

    ἀντὶ ἀχάριστα.

    622 ἡ ἐντεθραμμένη τῷ παλαιῷ χρόνῳ οἷον τῇ ἡλικίᾳ ἀντὶ τοῦ πολυετής· ὁ δὲ νοῦς, ὄντως που ἡ τῇ παλαιᾷ ἡμέρᾳ τουτέστι τῷ παλαιῷ χρόνῳ ἔντροφος· τὸ δὲ λευκῷ γήρᾳ, κατὰ κοινοῦ τὸ ἔντροφος, ἡ μήτηρ αὐτοῦ.

    624 λευκῷ τῷ λευκοποιῷ τῶν τριχῶν.

    626 φρενομόρως: ἀντὶ εἰς τὴν μοῖραν τῶν φρενῶν νοσοῦντα ὅ ἐστι φρενοβλαβῶς, μανικῶς.

    627 αἴλινον εἶδος θρήνου.

    628 οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος: οἷον οὐ μέτριον· ἀναστρεπτέον δέ· ἄρχει γὰρ τοῦ λόγου τὸ οὐ ἵνʼ ᾖ οὐκ αἴλινον οὐδʼ οἰκτρᾶς γόον ἀηδοῦς ἥσει ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰς καὶ τὰ ἑξῆς.

    ἥσει γόον οὐ μέτριον κατὰ τὴν ἀηδόνα ἀλλʼ ὀξύν· ἡ ἀηδὼ δὲ κατὰ Μιτυληναίους.

    [*](Fol. 8b)

    634 περιπαθῶς ἡ πρόσθεσις τῆς πολιᾶς.