Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

672 αἰανὴς κύκλος τουτέστιν ὁ σκοτεινὸς κύκλος ἢ ἀδιάλειπτος.

674 λείπει ὑπό, ὑπὸ δεινῶν πνευμάτων στένοντα πόντον ἄημα πρᾶον ἐκοίμισεν αὐτόν.

678 ἐγὼ δ᾿, ἐπίσταμαι: ἐπειδὴ τὸ πᾶν πρὸς τοὐναντίον [*](Fol. 9 a) γίνεται εἰκὸς καὶ τοὺς Ἀτρείδας φίλους ἀντʼ [*](4 διαχειρήσασθαι L, corr. Elmsl. — 8 ἔχειν addidit Suid. v. ἄδωρα. — 18 διανεμέσεσιν L, corr. Thomas Gaisfordus. — 21 ἐμποιοῦντα] μὴ ποιοῦντα L, corr. Br.; cf. schol. Oed. Tyr. v. 417. — 24 ὑπὸ add. Lasc. , ὑπὲρ habet G.)

58
ἐχθρῶν γενέσθαι· δεῖ οὖν, φησί, προσέχειν τοῖς ἐχθροῖς ὡς αὖθις φίλοις ἐσομένοις καὶ τοῖς φίλοις ὡς ἐχθροῖς· συμμέτρως οὖν φησι χρῆσθαι τοῖς πράγμασιν. ἀρτίως ἀντὶ τοῦ νῦν.

681 ὠφελεῖν σπουδάζειν. 

683 ἑταιρείας λιμὴν φιλία.

λιμὴν ἡ φιλία ἵνʼ ᾖ ἡ τῆς ἑταιρείας φιλία.

684 ἀλλʼ ἀμφὶ μὲν τούτοισιν: ὅρα πόσον ἐπικρατεῖται ὑπὸ τοῦ πάθους ὁ λογισμός· ὁ τὰ σοφώτατα γοῦν εἰπὼν ἑαυτὸν ἀναιρεῖ. 

καὶ περὶ μὲν τούτων.

685 διὰ τέλους διὰ τάχους.

687 ὑμεῖς θ᾿, ἑταῖροι: τὰ μὲν τῆς ἀναιρέσεως δῆλα τῷ θεατῇ ἀγνοεῖ δὲ ὁ χορός· πεπίστευκε γὰρ τοῖς ὑπʼ αὐτοῦ λελεγμένοις.

688 τιμᾶτε ἀντὶ τοῦ πείθεσθε.

689 ὑμῶν ἅμα γράφε ὑπέρμεγα.

690 ἐγὼ γὰρ εἶμ᾿ αἰνιγματωδῶς ὁ λόγος ἐξενήνεκται.

691 καὶ τάχ᾿  ἄν μ᾿  ἴσως: ὁ μὲν χορὸς ἀπαλλάττεσθαι νομίζει λέγειν τῆς νόσου ὁ δὲ αἰνίττεται τῶν κακῶν τοῦ βίου.

693 ἔφριξʼ ἔρωτι: χρείας ἕνεκα τὸ χορικὸν νῦν παρείληπται· ἐξελθόντος γὰρ τοῦ Αἴαντος ἔδει βραχὺ διάλειμμα γενέσθαι ἵνα μὴ καταληφθῇ ὑπὸ τοῦ ἀγγέλου διὸ καὶ τὴν ὄρχησιν ποιοῦνται ἔνθεν καὶ βραχύ ἐστι τὸ χορικὸν ὡς πρὸς χρείαν εἰλημμένον. ἄλλως: τέρπεται [*](9 ὁ add G. — 17 ὑπέρμεγα] tragicis inusitatum. — 25 ὑπὸ τοῦ ἀγγέλου] v. 719. — 26 ὄρχησιν] hyporchema; cf. Trach. schol. v. 216.)

59
ὁ χορὸς ἐπὶ τῷ παύεσθαι τῆς νόσου τὸν Αἴαντα καί φησιν, ὑφʼ ἡδονῆς ἔφριξα καὶ βούλομαι χορεῦσαι· εὐεπίφορος δὲ ὁ ποιητὴς ἐπὶ τὰς τοιαύτας μελοποι\ίας ὥστε ἐντιθέναι τι καὶ τοῦ ἡδέος.

ὠρθώθην τῇ ἡδονῇ.

ἀνεπτάμαν ἀνεπτερώθην.

694 ἰὼ ἰὼ Πὰν Πάν: ἐπικαλοῦνται τὸν Πᾶνα ὡς χορῶν πρόξενον· καὶ αὐτοὶ γὰρ τοῦτο ποιεῖν βούλονται ὡς ἐγνωκότος τοῦ Αἴαντος μηκέτι τελευτᾶν.

695 ἁλίπλαγκτε: ἐπικαλοῦνται τὸν Πᾶνα ἢ ὅτι ἐβοήθησε τοῖς Ἀθηναίοις ἐν τῇ ναυμαχίᾳ ἢ ὅτι τὸν Τυφῶνα δικτύοις ἤγρευσεν ἢ ὅτι οἱ ἁλιεῖς τιμῶσι τὸν Πᾶνα ὡς νόμιον θεόν· ἢ ἁλίπλαγκτε ἀντὶ τοῦ μεγαλόφωνε ἐν τῇ χορείᾳ ὡς ἁλίβρομε· ἢ ὅτι τῇς Ἠχοῦς ἐρᾷ, πολύηχος δὲ ἡ θάλασσά ἐστιν.

λίπλαγκτε ἐπὶ τῆς Κυλληνίας.

696 ὅρος Ἀρκαδίας ἡ Κυλληνία.

698 ὅπως μοι Νύσια Κνώσια: ὅπως μοι συνάψῃς ὄρχησιν ποιουμένῳ παντοίαν, τὴν οὐκ ἐκ διδαχῆς σοι γενομένην ἀλλʼ ἐκ φύσεως· οὐδεὶς γὰρ ἐδίδαξεν τὸν Πᾶνα.

699 Νύσια Κνώσια: ἐν Νυσίᾳ καὶ ἐν Κνωσῷ ἐπιμελὴς ἡ ὄρχησις· ἢ Νύσια τὰ ἐν τῇ Νύσῃ γινόμενα· [*](1 τῷ] τὸ L, corr. Lasc. παύεσθαι] πεπαῦσθαι G. — 3 εὐεπίφορος κ. ἑ.] v. annotat. schol. v. 1199. — 4 ἡδέος] sequitur ἐπι (deletum) ex scholio v. 694. — 9 τελευτᾶν] sequitur ἄλλως (deletum). — 11 Ἀθηναίοις] νέοις L, corr. Suid. v. ἁλίπλαγκτος; similiter in scholio Aeschyli Eum. v 569 (ed. Wecklini p. 443): ὅρα δὲ πῶς τὰ νέων ἔθη ἀναχρονίζει vocabulum νέων ex Ἀθηναίων corruptum puto. — 13 νόμιον] νόμιμον L, corr. Suid.; cf. schol. ed. Tyr. v. 1099. 1104. Phil. 1459. — 14 χορίᾳ L, corr. Suid. ἁλίβρομε] ἁλίβρομος σύριγξ Nonn. Dion. XL lII, 385. ἢ add. Suid. — 22 Κνωσσῷ L, correxi.)

60
ἔστι δὲ αὕτη Διονύσου ἱερὰ καὶ συνᾴδει τῷ Κνώσια· καὶ ἡ Κνωσὸς γὰρ Διονύσου. ἄλλως: τῶν ὀρχήσεων αἱ μέν εἰσι Διονυσιακαὶ αἱ δὲ Κορυβαντικαὶ καὶ ἐνόπλιοι· Νύσιαι οὖν αἱ Διονυσιακαὶ παρὰ τὴν Νύσαν, Κνώσιαι δὲ αἰ Κορυβαντικαί· Κνωσὸς γὰρ πόλις Κρήτης, ἐν τῇ Κρήτῃ δὲ ὑπὸ τῶν Κορυβάντων ἐτράφη ὁ Ζεύς.

τὰ ἐν τῇ Νύσῃ τῷ ὄρει καὶ τὰ ἐν τῇ Κνωσῷ.

700 αὐτοδαῆ: αὐτομαθῆ, ἃ ἐκ φύσεως ἔχεις, οὐ διδακτά· τῶν δὲ ὀρχήσεων ἡ μὲν Βερεκυντιακὴ λέγεται ἡ δὲ Κρητικὴ ἡ καὶ πυρρίχη· Νύσια οὖν αἱ Βερεκυντιακαί (τῆς γὰρ Νυσίας ἐστὶν ἡ Βερέκυντος), Κνώσια δὲ Κρητικαί.

αὐτομαθῆ, ἃ σὺ σαυτὸν ἐδίδαξας.

ἰάψῃς ἐπιβάλῃς ἢ συλλάβῃς ἡμῖν.

701 νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι: ἀναγκαίως καὶ τοῦτο ἡ αἰτία τῆς ὀρχήσεως ἵνα μὴ δοκῇ ἀλόγως ἐπὶ τοῦτο ἀπαντᾶν.