Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

554 ἐν τῷ φρονεῖν γάρ. ἐν τῷ μὴ ἀντιλαμβάνεσθαι τῶν κακῶν ἐπεὶ ἔσται γελοιότατον δόγμα ὡς τιμῶντος τὴν ἀφροσύνην.

554b τὸ μὴ φρονεῖν γάρ: δεῖ λαβεῖν τοῦτο ὡς ἐπὶ παιδίου· οὐ γὰρ καθόλου τὴν ἀφροσύνην προκρίνει· ὁ δὲ νοῦς, ἐν τῷ νηπίῳ κακὸν μὲν τὸ μὴ φρονεῖν κακὸν δὲ ὅμως ἀνώδυνον· καὶ Εὐριπίδης νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ· [*](4 Il. ζ 264. — 8 οἳ add. Suid. v. ὠμοκρατής. — 11 πόλον L, corr. Lasc. — 14 Il. ζ 476. — 15 ἐγώ περ add. G. — 27 Med. v. 48)

49
τάχιστα δὲ διὰ τῶν ἑξῆς ἐσήμανε τὸ συνεκτικὸν καὶ ὡσπερεὶ σύμβολον τῆς φρονήσεως· τὸ γὰρ διακριτικὸν τῶν χαρτῶν καὶ τῶν λυπηρῶν συνετοῦ ἐστιν.

556 ἀντὶ τοῦ δεῖ σε ἐκδικῆσαι τὸν πατέρα.

558 κούφοις πνεύμασιν κούφῃ καὶ ἀπαλῇ ζωῇ· τῇ δὲ μεταφορᾷ τῶν μικρῶν φυτῶν ἐχρήσατο ἅτινα οὐδὲν σφοδρὸν δύναται ὑποφέρειν, οὐ καύσωνα, οὐκ ἄνεμον.

562 διὰ τί, φησίν, ἐνταῦθα τρανῶς ἐκφέρει τὴν ἑαυτοῦ γνώμην ὁ Αἴας ὅτι δὴ ἑαυτὸν ἐξάγει τοῦ βίου; ῥητέον οὖν ὅτι ἐν ἤθει οἷον εἰ γένοιτό τις περὶ ἐμὲ συμφορὰ μὴ δείδιθι· ἕξεις γὰρ τὸν προνοοῦντα ἀντὶ ἐμοῦ· ἢ ὅτι ἐκφέρει ταῦτα ὑπὸ τοῦ πάθους προ- αγόμενος.

563 ἔμπα ὅμως.

καὶ εἰ ἔκδημος νῦν ἐστιν.

564 τηλωπὸς οἰχνεῖ: φυλακὴν ἔχων τῶν ἐχθρῶν, λέγοι δʼ ἂν τῶν Θρᾳκῶν· περὶ γὰρ τὰ τελευταῖα τοῦ Τρωικοῦ πολέμου ἐσυμμάχουν τοῖς Τρωσὶν οἱ Θρᾷκες, γνόντες δὲ τοῦτο οἱ Ἔλληνες φρουροὺς ἔταξαν προμηνύσοντας αὐτοῖς τὴν ἐκείνων ἔφοδον ἵνα οὕτως ἐπελθόντες κατὰ τὴν ὁδὸν συμβάλωσιν αὐτοῖς πρὶν ἐλθεῖν εἰς Ἴλιον· καὶ πρέσβεις δὲ ἀποστείλαντες οὐκ ἔπεισαν.

τηλωπὸς γράφε τηλουργός.

θήραν γράφε φρουράν.

565 προθυμοτέρους αὐτοὺς καθίστησι· κοινὴν [*](3 χαρτῶν] χαρίτων L, corr. Lasc. — 7 οὐκ] οὐδὲ G. — 9 φησὶν ]  φασὶν Br. — 18 τῶν ** Θρακῶν L. — 19 συνεμάχουν G. — 25 τηλουρὸς Musgravius; τηλωπὸς in textu suprascripto a m. rec. ὡς τηλουρόν)

50
γὰρ καὶ ἴσην φησὶ χάριν ὁμολογεῖν ἐκείνῳ τε τῆς ὑπουργίας καὶ τούτοις τῆς ἀπαγγελίας· περιπαθῶς δὲ εἰς ἔσχατον περιεστώσης τῆς ἐλπίδος ἐμφρόνως τὰ σπουδαιότατα τοῖς ἑταίροις ἐπισκήπτει, οὐ τῇ γυναικί.

570 ὥς σφιν γένηται γηροβοσκός: πάνυ περιπαθῶς τὸ ἐπὶ γονεῦσι καὶ παισὶ διαθήκας ποιῆσαι· θαυμαστῶς δὲ πρὸς ἅπαντας τοὺς λόγους τῆς Τεκμήσσης τὰς ἀντιθέσεις ἐποιήσατο, οὐκ ἄντικρυς τοῦτο ὑπισχνουμένου τοῦ ποιητοῦ, τοῦ μὲν μὴ ὑβρισθῆναι τὸν παῖδα ὑπὸ τῶν Ἑλλήνων τὴν ἀπὸ τοῦ Τεύκρου φυλακὴν προβαλλόμενος τοῦ δὲ μὴ γελασθήσεσθαι ὑπʼ ἐκείνων τὴν τοῦ παιδὸς ἀρετὴν ὅν φησι καὶ ἐκδικήσειν αὐτὸν ἐν ἡλικίᾳ γενόμενον, πρὸς δὲ τὰ περὶ τῶν γονέων ὅτι ἀντʼ αὐτοῦ γηροβοσκὸς αὐτοῖς καταλείπεται ὁ Εὐρυσάκης.

571 ἕως τελευτήσωσι.

572 πιθανῶς τὸν Αἴαντα ἐπὶ τὸν περὶ τῶν ὅπλων λόγον ἰέναι συνεχῶς· ἅπτεται γὰρ αὐτοῦ μάλιστα· ἀνθρώπινον δὲ καὶ μάλα φυσικὸν τὸ συνεχέστερον μεμνῆσθαι περὶ ὧν ἐν νῷ ἔχομεν. 

ἀγωνάρχαι ἀγωνοθέται.

573 ὁ λυμεὼν ἐμὸς ὁ Ὀδυσσεύς.

574 ἀλλʼ αὐτό μοι σύ, παῖ: πέπεισται ὡς οὐδὲν ἀπολειψομένου τοῦ παιδὸς τῆς αὐτοῦ ἀρετῆς· τὸ μὲν σάκος διὰ τὸ ἐξαίρετον τῷ παιδὶ φυλάσσειν κελεύει τὰ δὲ ἄλλα τεύχη συνθάψαι φησίν· ἐπίσταται γὰρ καὶ αὐτὰ περιμάχητα ἐσόμενα· οἶδεν καὶ Ὅμηρος ὅπλα δυγκαιόμενα [*](2 ἐπαγγελίας L, correxi coll. v. 567 κείνῳ τʼ ἐμὴν ἀγγείλατʼ ἐντολήν. — 5 ὥσφιν L. — 7 τοὺς λόγους] v. 499 sqq. — 8 τὰς add. G. — 24 μὲν] δὲ L, corr. G. — 27 καὶ add. G.)

51
ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν.

579 ἐπισκήνους κατὰ τῶν σκηνῶν.

581 πύκαζε ἀσφαλίζου.

οὐ πρὸς ἰατροῦ σοφοῦ: οὐκ ἔστιν ἰατροῦ σοφοῦ ἐπῳδαῖς χρῆσθαι τοῦ τραύματος ἤδη τομῆς δεομένου.

582 θρηνεῖν ἐπῳδὰς ἐπιφωνεῖν καὶ ἐπᾴδειν.

τομῶντι τομῆς δεομένῳ.

πήματι γράφε τραύματι.

586 μὴ κρῖνε νῦν τὸ μὴ περιεργεῖν· ἐν τούτῳ γὰρ μάλιστα ἡ σωφροσύνη ταῖς γυναιξὶ διασῴζεται, εἰ μὴ περιεργάζοιντο ὅ τι πράττει ὁ ἀνήρ.

589 οὐ κάτοισθʼ ἐγὼ θεοῖς ὡς οὐδὲν ἀρκεῖν: οὐκέτι, φησίν, ἐν τούτῳ εἰμὶ ὥστε ὀφείλειν τοὺς θεοὺς ἐπαρκεῖν μοι διὰ τὸ μὴ περιέχεσθαι τοῦ ζῆν· ἢ οὕτως, ὡς οὐκέτι τοῖς θεοῖς ὀφείλω λέγειν ἐγὼ ἐπαρκεῖν ἀντὶ οὐδὲν ἐπὶ τιμῇ πράττειν τῶν θεῶν πρὸς ὃ καὶ ἡ Τέκμησσα ἐπάγει

  • εὔφημα φώνει.
  • 591 τοῖς ἀκούουσιν τοῖς πειθομένοις.

    [*](Fol. 8 a)

    593 οὐ ξυνέρξεθʼ —; ἀποκλείσατε.

    τοῖς θεράπουσι κελεύει αὐτὴν ἀποκλείειν.