Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

514 ἐμοὶ γὰρ οὐκέτʼ ἔστιν: καὶ τοῦτο Ὁμηρικὸν

  • οὐδέ μοί ἐστι πατὴρ καὶ πότνια μήτηρ
  • εἶτα ἑξῆς ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ.

    516 τὸν φύσαντα ὡς τούτου ἰδίῳ θανάτῳ τετελευτηκότος.

    517 θανασίμους ἀντὶ νεκρούς.

    520 ἀλλʼ ἴσχε κἀμοῦ: καλῶς τὸ κἀμοῦ οἷον μετὰ τὸν πατέρα καὶ τὸν υἱὸν κἀμὲ ἔν τινι μοίρᾳ κατάθου· αἴσθεται γὰρ τῆς τύχης ἐν νῦν ἐστιν· αἰδημόνως δὲ αὐτὸν ὑπομιμνήσκει τὰ τῆς εὐνῆς· διὰ τούτου γὰρ μάλιστα δοκεῖ αὐτὸν πείθειν· ὁ δέ γε Εὐριπίδης μαστροπικώτατα εἰσάγει τὴν Ἑκάβην λέγουσαν

  • ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ,
  • ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων
  • ίχάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ;
  • 522 ἡ φύουσα γὰρ τὴν χάριν χάρις ἐστὶ προϋπάρξασα.

    τίκτουσ᾿ φύουσα.

    [*](5 ὃς addidi. — 8 Il. ζ 413. — 10 Il. ζ 429. — 17 τούτου] τοῦτο L, correxi. — 18 πείσειν Lasc. — 20 Hecub. v. 828. ἄναξ ἢ τῶν] ἀναζητῶν L.)
    47

    523 ὅτου δʼ ἀπορρεῖ μνῆστις: ὧν ἀπορρεῖ ἡ μνήμη τοῦ εὖ πεπονθέναι οὗτοι οὐκ ἂν εἶεν εὐγενεῖς· σχεδὸν δὲ διὰ τούτων τῶν ἰάμβων ἥρτηται τὸ περὶ εὐχαριστίας καὶ ἀχαριστίας.

    οὗτινος.

    μνῆστις μνήμη.

    525 ἔχειν σʼ ἂν οἶκτον: δυσωπητικὰ τὰ τοιαῦτα· εἰ γὰρ ὁ ξένος ᾤκτειρε πόσῳ μᾶλλον ὁ Αἴας; ἔλεον.

    527 καὶ κάρτʼ ἐπαίνου τεύξεται: οὐχ οἷον καθʼ ἃ εἶπεν ἀλλʼ ἐὰν πείθηται κατὰ πάντα ἐμοί· ὁ γὰρ Αἴας ἐγνωκὼς ἑαυτὸν ἀποσφάττειν ἐβούλετο πρὸ τοῦ θανάτου τὸν παῖδα ἰδεῖν· εἰκότως οὖν τοῦτο πάλιν λέγει, ὅτι ἄριστόν ἐστι τὴν γυναῖκα πειθαρχεῖν εἰς ἅπαντα τῷ ἀνδρί· ἔοικεν γὰρ ὑφορᾶσθαι ὅτι ὀκνηρῶς ἐκδώσει τὸ παιδίον.

    531 καὶ μὴν φόβοισί γ᾿  αὐτόν: τῶν φόβων χάριν ῥύσασθαι θέλουσα ἐξήγαγον· οὐκ ἄντικρυς μὲν ἀντιλέγει ἀναβολὰς δὲ πράττεται ὡς ὑποκεκινηκότι μὴ πιδτεύουδα.

    534 πρέπον γέ τἂν ἦν δαίμονος: ἦν καὶ τοῦτο πρέπον τοῦ ἐμοῦ δαίμονος, τὸ ὑπʼ ἐμοῦ τὸν παῖδα ἀναιρεθῆναι ἀντὶ τοῦ ἔπρεπε τῇ παρούσῃ μου τύχῃ τὸ καὶ αὐτόχειρά με τοῦ παιδὸς κατασκευάσαι.

    535 εἰς τοῦτο ἀρκέσαι τῷ παιδί.

    537 τί σε, φησίν, ἐκ τῶν παρόντων ὠφελήσαιμι καὶ τί βούλει σοι γενέσθαι;

    [*](1 ὧν ἀπορρεῖ addidit G. — 17 τῶν φόβων] τῶ φόβω L, correxi coll. schol. rec. Π p. 212, 14: τουτέστι διὰ τοὺς φόβους. — 19 πράττεται] πλάττεται G. — 22 πρέπον addidi. — 26 ὠφελήσαιμι] ὠφελησα L, ὠφελήσω G, correxi.)
    48

    542 εὐθύνων διδάσκων, παιδεύων.

    543 ἐγγὺς ὄντι ἢ ἀπολιμπανομένῳ τῆς κλήσεως;

    545 αἶρʼ πρόσφερε·

  • μή μοι οἶνον ἄειρε.
  • 547 εἴπερ ἔστιν ἐμὸς οὐκ εὐλαβηθήσεται τὸν φόνον τῶν ποιμνίων.

    [*](Fol. 7 b)

    548 ἀλλʼ αὐτίκʼ ὠμοῖς αὐτόν: νῦν τὸ ὠμοῖς ὡς κατὰ τῶν καρπῶν οἳ ὅτε εἰσὶν ὠμοὶ σκληρότεροί εἰσι καὶ ἰταμοί· μεγαλοφρονῶν δὲ νόμους τὴν φύσιν ὠνόμασεν καὶ τὸ ἔθος τοῦ γεγεννηκότος.

    549 πωλοδαμνεῖν ὡς πῶλον γυμνάζειν.

    550 παῖ, γένοιο πατρός. μέτριος ὁ λόγος, ἡ δὲ ὁμοία εὐχὴ καὶ παρʼ Ὁμήρῳ

    Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ.

    552 καίτοι σε καὶ νῦν τοῦτό γε: ἐπειδὴ κατεύχεται αὐτῷ εὐτυχίαν φησὶν ὅτι καὶ νῦν σε μακαρίζω ὅτι μικρὸς ὢν οὐκ αἰσθάνῃ τῶν ἐμῶν κακῶν.

    ζηλοῦν μακαρίζειν.