Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

478 θερμαίνεται χλιαίνεται, θάλπεται· τὸ γὰρ τοιοῦτον ἐξαπατᾶν ἑαυτὸν ἐν ψευδολογίᾳ διάγοντα.

479 καλῶς φιλοσόφως τὸ καλὸν ἐν ἀμφοτέροις.

481 γνήσια τῆς διανοίας σου τὰ εἰρημένα καὶ οὐχ ὑπόβλητα· οἰκεῖα οὖν σαυτῷ εἶπας ὅμως γε μὴν παῦσαι τὸ πᾶν ἀναθεὶς ἡμῖν.

485 ὦ δέσποτʼ Αἴας: Τεκμήσσης ὁ λόγος· οὐ γὰρ [*](16 δειλόψυχος] δειλὸς ψυχρὸς L, corr. Lobeckius. — 17 ἀλλ’ addidi — 20 ἀναβαλλομένη L, correxi. τοῦ] τὸ G. — 22 ἐξαπατᾶν] ἐστιν addit Lasc. — 23 καλὸν] καλῶς? — 24 σου add. Suid. v. ὑπόβλητον. — 25 μὴν] μὲν L, corr. Suid.)

43
δεῖ τὸν χορὸν μηκύνειν τὸν λόγον· μικτὸς δὲ ὁ λόγος· τὸ μὲν γὰρ αὐτοῦ γεννικὸν καὶ ἐλευθέριον διὰ τὴν παρρησίαν τῆς φύσεως (δούλη γὰρ ἐπάναγκες γέγονεν) τὸ δὲ συναρμόζον τοῖς καιροῖς, διʼ ὅλου δὲ τὴν φιλοστοργίαν ἐμφαῖνον· καὶ ὅταν τὰ ἑαυτῆς καταβάλῃ τεχνικῶς ἐπιχειρεῖ μαλθακώτερόν πως καθιστῶσα τὸν Αἴαντα· δεῖ οὖν τοιούτους λόγους λέγειν ὅτι διὰ τὴν ἐλευθερίαν παρρησιάζεται.

τῆς ἀναγκαίας τύχης. διπλῶς φασι τὸ ἀναγκαῖον, ποτὲ μὲν ἐπὶ τῶν κατὰ φύσιν ἀκολουθίαν τινὰ ἐχόντων, ὡς ἂν εἴποιμεν ἀναγκαίως τὸ πῦρ θερμὸν καὶ τὸ γάλα λευκόν, ποτὲ δὲ ὡς ἐπὶ τοῦ ἐξ ἀνάγκης γινομένου ὡς καὶ νῦν ἀναγκαίας τύχης τῆς βίας φησί.

τῆς δυστυχίας· τεχνικὸς ὁ λόγος ἐκ προοιμίου καὶ εἰς ἔλεον ἱκανὸς ἐπισπάσασθαι.

488 σθένοντος ἐν πλούτῳ εἴπερ τινὸς τῶν Φρυγῶν ἀντὶ ὡς οὐκ ἄλλου τινός.

490 σῇ μάλιστα χειρὶ τῇ αἰχμαλωτισάσῃ με.

491 εὖ φρονῶ τὰ σὰ εὔνους σοι καθίσταμαι.

492 καί σ᾿  ἀντιάζω: κάλλιστα ἀμφοτέροις τοῖς ὅρκοις ἐχρήσατο· μέγιστον γὰρ δικαίωμα τὸ τῆς αὐτῆς ἑστίας ἐπιτυχεῖν ὁπότε καὶ τῶν πολεμίων διὰ ταῦτα φειδόμεθα· καὶ τὸ σεμνὸν τῆς κοίτης χρήσιμον ὅπου γε καὶ τὸ σεμνότατον τῶν προσώπων περὶ δικαιωμάτων [*](2 γενικὸν L, corr. Elmsl. — 7 τοιούτους] τοὺς αὐτοὺς L, correxi collato scholio v. 499. λέγειν add. G. — 9 φασι] φησι L, corr. Suid. v. ἀναγκαία τράπεζα — 11 ἂν] εἰ Suid ; vid. schol. v. 102. 615. θερμὸν] καὶ τὸ ὕδωρ ψυχρὸν add. G. — 12 ὡς omitt. Suid. — 13 τῆς βίας] τοῦ βίου L, corr. Suid. — 15 ἱκανὸν L, corr. Lasc. — 16 φρυγῶν] signum lemmatis (:) addit L. — 22 ταῦτα] τοῦτο?)

44
τῶν πρὸς ἄνδρα καὶ γυναῖκα διαλεγόμενον αὐτὸ τοῦτο ὄμνυσι
  • σή θʼ ἱερὴ κεφαλὴ καὶ νωίτερον λέχος·
  • ὅρα δὲ ὅτι ἑκατέρωθεν θηλείαις ὁ τοιοῦτος λόγος πρόσκειται, ἐπὶ δὲ τοῦ Ὀδυσσέως καὶ ἄλλο τι οἰκειότερον ὄνομα ἐξεῦρεν

    ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο τὴν εὔνοιαν δηλῶν τῶν οὕτως συνιόντων ἐπιμονῇ παιδοποιίας.

    493 συνηλλάχθης συναλλαγὰς ἔχεις, γάμῳ συνεζεύχθης.

    495 τῶν σῶν ὑπʼ ἐχθρῶν, χειρίαν ἐφείς: εἰδυῖα ἀγριαίνοντα τὸν Αἴαντα πρὸς τὰς ἐπιτιμήσεις διαρρήδην μὲν οὔ φησι, μὴ διάφθειρε σαυτὸν στοχαζομένη δὲ τοῦ καιροῦ ἔξωθεν περιέρχεται τὰ ἐπακολουθοῦντα λέγουσα ὅτι ὑποχειρίαν με τοῖς ἐχθροῖς σὺν τῷ παιδὶ καταλείψεις.

    ἡ ὑπὸ πρὸς τὸ χειρίαν, ὑποχειρίαν δούς.

    497 ταύτῃ: ἀντὶ τοῦ οὕτως, κατὰ τοῦτον τὸν τρόπον.

    499 δούλιον ἕξειν τροφήν: οὐ ψιλὸν τὸ τῆς δουλείας εἶπεν ἀλλὰ καὶ ὅσα ἔνεστιν εἰπεῖν τινα ἰδόντα αὐτὴν ἐν δουλείᾳ· καὶ ἡ τοιαύτη δὲ διδασκαλία Ὁμήρου

  • μὴ παῖδʼ ὀρφανικὸν θείης χήρην τε γυναῖκα·
  • ἀποτρέψαι δὲ βούλεται αὐτὸν διὰ τῶν τοιούτων λόγων.

    [*](3 Il. ο 39. — 4 θηλείαις] lunoni et Tecmessae. — 7 0d. ψ 296. ἀσπασίοι L. — 8 ἐπιμονῇ] ἐπὶ μόνῃ et παιδοποιίᾳ Br. — 13 ἀγριαίνοντα] v. 369. — 25 Il. ζ 432 ubi θήῃς. — 26 ἀποτρέψαι] ἀποτρέψεται L, corr. Lasc.)
    45

    501 ἰάπτων γράφε ἀτίζων, ὑβρίζων.

    ἴδετε τὴν ὁμευνέτιν Αἴαντος παρὰ τὸ Ὁμηρικὸν

  • Ἕκτορος ἥδε γυνή.
  • 503 τρέφει αὔξει, ἔχει.

    504 δαίμων νῦν ἡ δουλεία.

    [*](Fol. 7a)

    505 σοὶ δʼ αἰσχρὰ τἄπη: καὶ διὰ τὴν εὐγένειαν καὶ διὰ τὴν ἀνδρείαν· διὰ μὲν τοῦ σοὶ τὴν ἀνδρείαν διὰ δὲ τοῦ τῷ σῷ γένει τοὺς προγόνους· θαυμαστῶς δὲ ἡ προσθήκη τοῦ γένους· αἶσχος γὰρ προστρίψῃ καὶ τῷ υἱῷ ἐπὶ τοιούτοις αὐτὸν καταλιπών.

    506 ἀλλʼ αἴδεσαι μέν: καλῶς ἐπὶ μὲν τοῦ πατρὸς ἐν γήρᾳ μακρῷ ἐπὶ δὲ τῆς μητρὸς πολλῶν ἐτῶν κληροῦχον· ὁ γὰρ ἐπὶ ἀμφοτέρων ἑνὶ χρησάμενος ὀνόματι ἐπιτεμνόμενος τὸν λόγον, τὸ δὲ ἐγχρονίζειν ταῖς διηγήσεσιν ἀνυστικώτερον· θαυμαστῶς δὲ ἐπὶ μὲν ἑαυτῆς οὐδαμοῦ τοῖς τοιούτοις ὀνόμασι χρῆται, οὔτε αἰδέσθητι οὔτε οἴκτειρε, ἐπὶ δὲ τῶν γονέων καὶ τοῦ παιδός.

    508 κληροῦχον μέτοχον, κεκληρωμένην, κλῆρον ἐσχηκυῖαν.

    ἥ σε πολλάκις θεοῖς ἀρᾶται: τοῦτο οἰκείως ἐκ τῆς φύσεως στοχαζομένη παρέλαβεν.

    510 εἰ τῆς νέας τροφῆς στερηθεὶς σοῦ χωρὶς διάξει καὶ βιώσεται.

    512 ὑπʼ ὀρφανιστῶν μὴ φίλων: ὀρφανισταί εἰσιν [*](1 ὑβρίζων] sequitur in παρὰ τὸ Ὁμηρικὸν et c.; separavit, novum lemma adiecit Wolffius de Soph. schol. p. 209. — 3 Il. ζ 460. — 7 σοὶ τὴν ἀνδρείαν] excidit λέγει, δηλοῖ vel simile quid. — 8 τοῦ add. G, F. θαυμαστικ deleto ικ L. — 10 καταλείπων L, corr. G, — 14 ἐπιτεμνόμενος] ἐστι addit Lasc. — 17 οἴκτειρε] v. 510. — 23 στερηθεὶς addidi.)

    46
    οἱ τοὺς ὀρφανοὺς τρέφοντες· Ἕλληνας οὖν φησιν οὐ φίλους ὀρφανιστὰς καθὸ δυσμενεῖς· ἢ ὀρφανισταὶ ἀρχὴ Ἀθήνησι τὰ τῶν ὀρφανῶν κρίνουσα· ἢ ὀρφανιστῶν τῶν τῆς ὀρφανίας ἐπιτρόπων· ὀρφανὸς δὲ ὁ ὅρον ἔχων τὸ οὐ φαίνεσθαι, ὁ ἄσημος καὶ μηκέτι ἐμφανής, ὃς ἀμέλει καὶ ὑπὸ τῶν ἀμφιθαλῶν ὡς ἐμφανῶν ἐλαύνεται.