Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

437 πιθανῶς τὸ μὴ εἰπεῖν πλείονα τοῦ πατρὸς κακοπαθῆσαι ἀλλὰ μὴ ἐλάττονα.

[*](1 εἰ] ἢ L, corr. Lasc. — 3 διέξεισι] Trach. v. 1090 sqq. — 9 Αἴαντι] χορῷ L, corr. Br. — 10 οὐκ ἐποίει] v. 368. — 16 διανοήματος] ὀνόματος Suid. v. αἰαῖ. — 18 ἐμοῖς add G. — 24 Ἰσιόνην L, corr. Br.; vid. v. 1300 sqq. Diodor. 4, 32. Apollodor. 2, 6.)
41

439 λείπει ἡ διὰ ἵνʼ ᾖ διʼ ἐμῆς χειρός.

ἀρκέσας δείξας, βοηθήσας, ποιήσας.

440 Ἀργείοισιν ἀντὶ τοῦ ὑπὸ Ἀργείων· ἢ ἀρκέσας Ἀργείοις ἄτιμος ὢν ἀπόλλυμαι.

441 τοσοῦτον ἀντὶ τοῦτο.

442 χάριεν τὸ διανόημα.

ἐπεξιὼν τὰς ἑαυτοῦ συμφορὰς καταλέγει πρῶτα τὰ κατὰ τὴν ἀδικίαν τῆς κρίσεως· τοῦτο γάρ ἐστι τὸ πρῶτον αὐτὸν λελυπηκός· εἰπὼν δὲ τὰ ἴδια κατορθώματα διεξῆλθεν καὶ ὡς συγγενικὴ αὐτῷ ἡ παρὰ τὸ χωρίον ἀνδραγαθία.

445 παντουργῷ: πάντα πράττοντι καὶ μηδὲν ὑποστελλομένῳ, πανούργῳ καὶ ἀναιδεῖ.

446 ἀνδρὸς τοῦδʼ| δεικτικῶς ἀντὶ τοῦ ἐμοῦ.

448 γνώμης ἀπῇξαν τῆς ἐμῆς: οἷον εἰ μὴ διὰ ἔκστασιν τοῦ δέοντος ἐξέπεσον αἱ διάνοιαί μου οὐκ ἄν ποτε ἄλλου οὕτως ἀδίκως κατεψηφίσαντο· ὡς καὶ παρʼ Ὁμήρῳ

ἦ γὰρ ἄν, Ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο.

450 ἀδάματος παρθένος, ἄζυγος.

453 αἱμάξαι παρὰ τὴν αἰχμὴν αἰχμάξαι.

455 οὐχ ἑκόντος γράφε οὐκ ἔχοντος, τὸ ἔγκλημα τῆς φυγῆς αὐτῶν· πάνυ δὲ γενναίως ἐμμένει τῷ λήματι· τὸ γὰρ ἐφʼ ἑαυτῷ ἀνῃρηκέναι φησὶ τοὺς Ἕλληνας καὶ ἡττῆσθαι οὐχ ὑπʼ ἐκείνων ἀλλὰ διὰ τὴν ἐπήρειαν τῆς θεοῦ.

458 ἐχθαίρομαι διὰ τὸ πεπλανῆσθαι ὑπὸ τῆς θεοῦ.

[*](10 διεξῆλθεν] v. 463 sqq. συγγενικῆ L, corr Lasc. — 19 ll. α 232. — 21 αἰχμάξαι] αἰχμάσαι Dindorfius. — 24 λήμματι L, corr. Lasc — 26 τῆς] τοῦ L, corr. Lasc.)
42
[*](Fol. 6 b)

460 ναυλόχους λιπὼν ἕδρας τὸν ναύσταθμον.

462 καὶ ποῖον ὄμμα πατρί: αἰσχύνεται ἄνευ ἀριστείων φανῆναι τῷ πατρὶ καὶ φυγὰς ἀκούειν· δαιμονίως δὲ ἀνθυπάγει αὐτῷ τὰ τῆς ἀπαλλαγῆς καὶ τοῦτο ἀναλύει νᾷ μὴ λυθῇ ἡ ὑπόθεσις.

464 γυμνὸν ἀντὶ τοῦ ἔρημον· μεγαλοφυῶς δὲ οἴεται ἑαυτὸν τὸ πᾶν εἶναι.

467 πρὸς ἔρυμα πρὸς τὸ τεῖχος.

469 ἀλλʼ ὧδέ γ᾿  Ἀτρείδας: ἀλλʼ ἐφησθήσονται οἱ Ἀτρεῖδαι ἐάν τι γενναῖον δράσας πρὸς τοὺς Τρῶας ἀποθάνω ἀγνοοῦντες ὅτι ἑκουσίως γέγονέ μοι ὁ θάνατος· καλῶς δὲ οὐκ ἐπήνεγκεν τὴν ἀληθῆ δόξαν ἕως ἂν δράσῃ ἅπερ αὐτὸς ὑπονοεῖ.

472 φύσιν γ᾿  ἄσπλαγχνος φύσιν τουτέστιν ἀσθενῆ καὶ ἀλλοίαν παρὰ τὴν τοῦ πατρός· ἄσπλαγχνος δὲ ἄτολμος, ταπεινός, δειλόψυχος.

474 ὅστις διαλλαγὴν οὐ δέχεται ἀλλʼ ἀεὶ ἐν κακοῖς ἐξετάζεται.

475 τί γὰρ ἡμέρα μία ἔχει προσθεῖσα τὸ ζῆν καὶ ἀναβαλομένη τοῦ θανεῖν τέρπειν τὸν ἄνθρωπον;