Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

402 ὀλέθριον μέχρι θανάτου.

403 φύγῃ: γράφε τράπῃ.

404 ποῦ ἐλθὼν παραμενῶ; πανταχοῦ γὰρ ἕπεται ἡ θεὸς αἰκιζομένη.

405 τὰ μὲν τὴν κατὰ τὴν κρίσιν τῶν ὅπλων.

[*](1 προλαμβάνουσαι? — 4 διὰ add. G. — 8 ὡς ἐμοὶ χρῆσθαι κριτῇ] Eurip.(?)Alcest. v. 801 (ὥς γʼ ἐμοὶ χρῆσθαι κριτῇ); cf. Bekkeri anecd. p. 74, 3: ὡς, Σοφοκλῆς ἐν Ἀντιγόνῃ (v. 1161) κατʼ ἔλλειψιν εἶπε τοῦ ἐμοὶ δοκεῖ ἢ ἐμοὶ κριτῇ ἤ τινος τοιούτου. — 11 ἄξιόν μοι] ἄξιός εἰμι Suid. v. ἰὼ σκότος. — 13 οὔτε add. Suid. — 26 τὴν omittit G.)
39

407 ἄγραις διὰ τὴν ἀναίρεσιν τῶν βοτῶν.

408 δίπαλτος: ἀμφοτέραις ταῖς χερσὶν οἷον περιδεξίως με φονεύοι· παντὶ σθένει ὡς Δίδυμος· ἢ ὁ στρατός με φονεύοι λαβὼν τὰ δίπαλτα δοράτια ὡς Πῖός φησιν.

τὴν ἀπὸ τῶν ἐχθρῶν ἐπιβουλὴν προβάλλεται.

410 τοιαῦτα φωνεῖν ἃ πρότερον οὐκ ἂν ἔτλη γενναιότατος ὤν.

412 πόροι: ποταμοὶ εἰς θάλασσαν ῥέοντες· οὐ τοὺς ἐν Σαλαμῖνι δέ φησιν ἀλλὰ τοὺς ἐν Τροίᾳ. ποταμοί.

413 νέμος ἐπάκτιον τὸ ἄλσος τοῦ ὄρους τῆς Ἴδης τὸ παράλιον.

417 ἀμπνοὰς ἔχοντα ζῶντα.

[*]( Fol. 6 a)

τοῦτο ὅτι οὐκ ἔχω ἔτι ζῆν.

418 ἰὼ Σκαμάνδριοι: οὐκ ἔστιν ἡ διαστολὴ πρὸς τοὺς Τρῶας ὡς τοῦ Σκαμάνδρου μᾶλλον τὰ τῶν Ἑλλήνων αἱρουμένου ἀλλʼ οἷον ἐμοὶ ἐχθραὶ ῥοαί, εὔφρονες δὲ τοῖς Ἀργείοις τοῖς ἐμοῖς ἐχθροῖς· ταῦτα δὲ πάντα ἐστὶ τοῦ ἀνακρουομένου τὸν θάατον.

420 εὔφρονες διὰ τὸ ποτόν.

421 οὐκέτʼ ἄνδρα: οὐ νεμεσητὸν Αἴαντι μεγαλαυχεῖσθαι· ὅταν μὲν γάρ τις ἐν μετρίᾳ διαγωγῇ ᾖ τότε εὔσχημον περιστέλλειν τὰ ἑαυτοῦ πλεονεκτήματα ἀπηυδηκότα [*](3 Δίδυμος] M. Schmidtii fragm. 8 (p. 242). — 4 δίπαλτα δοράτια] respic. Π. γ 18 δοῦρε δύο κεκορυθμένα χαλκῷ | πάλλων, al. — 5 Πῖος] ,,iis accensendus grammaticis esse videtur qui certam sedem aspernati peregrinantes et scriberent et docerent et c. M. Schm. Did. p. 273. — 6 post ὢν in scholio v. 410 adscriptum in L, correxi. — 14 ζῶντα] γοῦν praefixit m. rec. — 19 ἐχθροῖς add. Lasc. — 21 Aeschyl. Pers. v. 487 Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ comparavit Lobeckius.)

40
δὲ ἄνδρα οὐκ ἄν τις μέμψαιτο εἰ μεγαλαυχεῖται ὁποῖα καὶ ὁ Ἡρακλῆς ἐν τῷ τέλει ὢν περὶ τῆς ἀνδρείας αὐτοῦ διέξεισι· καὶ γίνεται ἐπίτασις τοῦ πάθους ὁπόταν τὸ τοιοῦτο διαφθείρηται, ἔτι δὲ αὔξεται τὸ πάθος οὐχ ὑπὸ ἄλλου λεγόμενον ἀλλʼ ὑπὸ αὐτοῦ.

422 ἔπος ἐξερῶ μέγα κομπάσω.

428 οὔτοι σ᾿  ἀπείργειν: ὁ χορός ἐστιν ὁ λέγων· ἐνδίδωσι γὰρ τῷ Αἴαντι κάμνοντι ὅπερ ἐστὶν εἶδος παραμυθίας, ἡ δὲ Τέκμησσα τοῦτο οὐκ ἐποίει.

429 ἔχω ἀντὶ τοῦ δύναμαι.

430 αἶ αἶ· τίς ἄν ποτʼ ᾤεθ’ ὧδʼ ἐπώνυμον: ἐντεῦθεν μακρὰν ῥῆσιν μηκύνει ὁ Αἴας· ἔστι δὲ καὶ τοῦτο ἀρχαιότροπον, τὸ πρὸς τὰς ὀνομασίας ἐκφέρειν τὰς συμφοράς· καλῶς μὲν οὖν πράττων οὐκ ἂν ἐμέμνητο τοῦ διανοήματος ἐν συμφορᾷ δὲ ὤν.

ἐπώνυμον κ. ἑ. συνῳδὸν ἔσεσθαι καὶ ἐπώνυμον τοῖς ἐμοῖς κακοῖς· ἔπλεξε δὲ τὸ ὄνομα παρὰ τὸ αἶ αἶ τὸ θρηνητικόν.

433 περιπαθῶς τὰ τοῦ πατρὸς κατορθώματα παραλαμβάνει· οὐκ ἐλάσσονα γὰρ τοῦ πατρὸς ποιήσας ἄτιμος ἐλαύνομαι.

434 Ἰδαία τὸ πάλαι ἡ Τροία ἐκαλεῖτο.

435 εἴληφε τὴν Ἡσιόνην παρὰ τοῦ Ἡρακλέους.