Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

41 χόλῳ βαρυνθείς: ὁ μὲν Ὀδυσσεὺς πυνθάνεται πρὸς τί αὐτῷ χρήσιμον ἡ δὲ τὴν αἰτίαν ἐπήγαγεν ὑφʼ ἦς κινηθεὶς εἰς χόλον ἤχθη· τοῦτο γάρ ἐστι τὸ λεῖπον τῆς ὑποθέσεως, ἡμεῖς δὲ ὡς προεπιστάμενοι τὰ πράγματα ἀμβλύτερον κατανοοῦμεν.

ἤδή τὴν μανίαν αὐτοῦ σημαίνει ἔνθεν αὐτῷ ἡ πλάνη γεγένηται.

44 ἦ καὶ τὸ βούλημ᾿ ὡς ἐπʼ Ἀργείοις: ἐρωτᾷ πῶς μόνος ὤν πρὸς πλῆθος ἐδύνατο μάχεσθαι.

45 κἂν ἐξεπράξατο. μὴ λέγε βούλευμα, φησίν· οὐ γὰρ ἦν βούλευμα ἀλλὰ πρᾶγμα εἰ κατημέλησα ἐγώ.

48 παρέστη ἐπλησίασεν ἡμῖν.

κἀπὶ τέρμ᾿ τῆς ὁδοῦ.

49 πύλαις ταῖς τῶν σκηνῶν πύλαις.

50 μαιμῶσαν γράφεται καὶ διψῶσαν. προσκορὲς ἦν διηγηματικῷ εἴδει τὸ πᾶν διεξελθεῖν.

λέ --- μαιμᾶν.

51 τὸ ἑξῆς, ἐγώ σφʼ ἀπείργω τῆς ἀνηκέστου χαρᾶς.

52 τῆς ἀνηκέστου χαρᾶς. χαράν φησι τὴν ἐπὶ τῷ δοκεῖν τοὺς Ἔλληνας ἀνῃρῆσθαι· ταύτης οὖν αὐτὸν τῆς χαρᾶς ἀπεῖρξα δυσφόρους γνώμας ἐμβαλοῦσα τοῖς [*](4 τῷ] τὸ L, corr. Suid. v. δυσλόγιστον. πρᾶγος ἄσκοπον] v. 21. — 17 ad ὁρμᾶται v. 47 adscriptum in L, corr. Lasc. — 20 γράφεται] γρ (pro plenis γράφει, γράφεται, γράφουσι, γράφε, γράφειν, γράφων) constanter L. — 26 ἀπῆρξα L, corr. Suid v. γνώμη.)

7
ὄμμασι· καλῶς δὲ εἶπεν γνώμας· οὐ γὰρ κλέψαι φησὶ τὴν ὄψιν ὥστε μὴ ὁρᾶν ἀλλʼ ἐπʼ αὐτῇ γνώμην δύσψορον ἐπιβαλεῖν ὡς οἴεσθαι ἰδεῖν τὰ μὴ ὄντα, τοῦτο δὲ οὐ τῶν ὀφθαλμῶν ἁμάρτημα ἀλλὰ πολὺ πρότερον τῆς διανοίας.

54 ἄδαστα ἀμέριστα, ἀδιαίρετα· πιθανὸν δὲ καὶ πρὸς τὸ πλῆθος· ἐλάσσονα γὰρ εἶναι εἰκός.

56 κύκλῳ ῥαχίζων: κατὰ πάντα τόπον τῆς ἐπαύλεως σφάζων καὶ διακόπτων διὰ τὸ τὴν πρώτην καὶ μεγαλῆν διακοπὴν κατὰ τὴν ῥάχιν γίνεσθαι· ἐκ μεταψορᾶς καὶ τοὺς μεγάλα κακουργοῦντας ῥαχιστάς φαμεν.

57 δισσοὺς Ἀτρείδας: πιθανῶς τούτων τὰ ὀνόματα εἶπεν· κατʼ αὐτῶν γὰρ πλείων ἡ ἀγανάκτησις ὡς τῆς ἀδικίας προκαταρξαμένων· τὸ δὲ τοῦ Ὀδυσσέως ἐταμιεύσατο τῷ Αἴαντι ἵνα καὶ μεῖζον εἴη τὸ πάθος αὐτοῦ φανερῶς παραπαίοντος κἀπειδὴ γελοῖον κροελθόντα τὸν Αἴαντα λέγειν καὶ παρενοχλεῖν τοῖς θεαταῖς εἰ προειρήκει πάντα ἡ Ἀθηνᾶ.

ἔχων γράφε παρών.

58 ἐμπίπτων γράφε ἐμπεσών.

59 ἐγὼ δὲ φοιτῶντα. ἤτοι μαινόμενον φοῖτος γὰρ ἡ μανία) ἢ περιερχόμενον ἐν τοῖς ποιμνίοις διὰ τὴν μανίαν (λέγει γὰρ μανιάσι νόσοις) ἢ ἀναστρεφόμενον ἐν τῇ μανίᾳ.

μεθʹ ὁρμῆς μεμηνότα.

60 εἰς ἕρκη κακὰ γράφε εἰς ἐρινῦν κακήν.

[*](7 γὰρ] δὲ F. εἰκὸς] τὰ μεμερισμένα addit Lasc. — 10 τὴν add Suid, Hesychius v. ῥαχίζων. ἐκ μεταφορᾶς] δὲ addit Suid. — 11 μεγάλα] μεγάλως F. — 12, 13 lit , quae non exstant in L, habet G. — 15 ἐταμιεύσατο] v 101 sqq. — 23, 24 lit., quae non exstant in L, habet G, εφόμενον etiam Suid. v. φοιτῶντα.)
8

61 ἐλώφησεν ἐπαύσατο· ἀπὸ τῶν ὑποζυγίων ὅθεν καὶ τὸ εὐλόφως φέρειν.

62 τοὺς ζῶντας: τοὺς ζῶντας τῶν βοῶν δήσας ὡς αἰχμαλώτους ἄνδρας ἄγει καὶ τὰ λοιπὰ ποίμνια· πιθανὸν δὲ καὶ τοῦτο προειρῆσθαι ἴνα ὅταν εἴπῃ ἡ Τέκμησσα περὶ τοῦ κριοῦ προεπιστάμεθα τοῦτο.

66 δείξω δὲ καὶ σοί: πιθανὴ ἡ παρείσοδος τοῦ Αἴαντος· οὕτω γὰρ μεῖζον γίνεται τὸ πάθος τῆς τραγῳδίας τῶν θεατῶν νῦν μὲν παραφρονοῦντα ὀλίγῳ δʼ ὕστερον ἔμφρονα θεωμένων καὶ ἵνα ἰδὼν ὁ Ὀδυσσεὺς ἐξείπῃ τοἵς ἄλλοις Ἐλλησιν, οὕτω δὲ καὶ ἡ εὔνοια τῆς Ἀθηνᾶς ἐνδείκνυται εἰς τὸν Ὀδύσέα.

72 ἀπευθύνοντα. τιμωρίαν ἀπαιτοῦντα.

προσμολεῖν; τουτέστιν ἐξελθεῖν.

75 ἐπιστρέφει ἡ Ἀθηνᾶ ὡς οὐδενὸς έσομένου κακοῦ.

76 μὴ πρὸς θεῶν παραιτεῖται Ὀδυσσεὺς οὐχ ὡς κωμῳδοῦντος τοῦ ποιητοῦ δειλίαν τοῦ ἥρωος (οὕτω γὰρ ἀφαιρεθείη τῆς τραγῳδίας τὸ ἀξίωμα) ἀλλὰ τὸ εὐλαβὲς ἐνδείκνυται· ἔμφρονος γὰρ ἦν τὸ τῷ μεμηνότι παραχωρεῖν· ὅρα γὰρ οἷον ἦν προσελθόντα ἐκεῖνον θεάσασθαι τὸν ἐχθρόν.

[*](Fol. 2 a)