Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1 ἀεὶ ὁρῶ σε, Ὀδυσσεῦ, πείρᾳ καὶ δόλῳ μετιόντα τοὺς ἐχθρούς· πεῖρα γὰρ ἡ βλάβη ὡς καὶ ἐν Δανάῃ

  • οὐκ οἶδα τὴν σὴν πεῖραν· ἓν δʼ ἐπίσταμαι,
  • τοῦ παιδὸς ὄντος τοῦδʼ ἐγὼ διόλλυμαῖ·
  • τὸ δὲ ἀεὶ εἶπεν ἀναφέρουσα εἰς ἐκεῖνο, ὅτι καὶ μετὰ Διομήδους κατάσκοπος γενόμενος ἐπὶ τοὺς Τρῶας οὐκ ἔλαθεν αὐτὴν ὡς αὐτὸς μαρτυρῶν φησι
  • κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ
  • ἐν πάντεσσι πόνοισι παρίστασαι οὐδέ σε λήθω·
  • δυσχεραίνει δὲ ἡ Ἀθηνᾶ τῷ Αἴαντι ὅτι ἀπώσατο τὴν συμμαχίαν αὐτῆς. εἰς τὸ αὐτό: ἀεὶ ὁρῶ σε, Ὀδυσσεῦ, [*](7 περὶ] ἐπὶ Elmsleius. — 11 Nauckii trag. Graec. fragm. 169. — 16 Hom. ll. κ 278. μευ] μοι Laurentianus (═ L). — 18 δυσχεραίνει δὲ κ. ἑ.] cf. schol. v. 127.)
    2
    τὴν παρὰ τῶν ἐχθρῶν σοι γινομένην βλάβην ζητοῦντα προυφαρπάσαι οἷον εἰ ἐπιβουλεύει σοί τις σπουδάζεις τὴν ἐπιβουλὴν τὴν κατὰ σοῦ γινομένην αὐτῷ τῷ ἐπιβουλεύσαντι βλαβερὰν γενέσθαι· ἐκ μεταφορᾶς τῶν κυνηγῶν οἳ τὰ μικρὰ θηρία φονεύουσι προφυλαττόμενοι τὴν ἐξ αὐτῶν ἐσομένην βλάβην· πεῖρα δὲ Ἀττικῶς δόλος καὶ τέχνη ὅθεν καὶ πειραταὶ οἱ κατὰ θάλατταν κακοῦργοι.

    Λαρτίου κτητικὸν ἀντὶ κυρίου.

    2 πεῖραν δόλον.

    ἐχθρῶν λείπει ἡ κατά.

    τὸ θηρώμενον ἐπήνεγκεν καὶ τὰ ἄλλα μεταφορικῶς καὶ τὸ νεοχάρακτα εὐφυῶς· ὁπόταν γὰρ νεωστὶ αἱ ἀποχαράξεις τῶν ζῴων γένωνται μᾶλλον ἐπακολουθοῦσιν οἱ κυνηγέται πρὶν ὑπὸ ἀνέμου ἀφανισθῇ ἡ ὀδμή.

    5 μετρούμενον ἴχνη ἀνιχνεύοντα.

    ἀριθμοῦντα, ζητοῦντα.

    ἀκολουθοῦντα τὰ ἴχνη τὰ ἐκείνου νεοχάρακτα, νεωστὶ κεχαραγμένα· προσοχὴν δὲ ἐργάζεται τῷ ἀκροατῇ περὶ τῶν δηλωθησομένων.

    7 εὖ δέ σ᾿ ἐκφέρει: ἐπάγεταί σε ἡ βάδισις Αἴαντος δίκην κυνὸς εὐοσφρήτου ἀπὸ τοῦ ἴχνους ζητοῦντα εἰ ἔνδον γέγονεν ὁ Αἴας· προέλκονται γὰρ τοὺς κυνηγέτας αἱ κύνες ἐπὶ τὰ ἐπαγόμενα παρʼ ὃ καὶ ἐπακτῆρας ἔνιοι θέλουσιν αὐτοὺς καλεῖσθαι ὡς ἐπαγομένους ὑπὸ τῶν κυνῶν· Ὅμηρος

  • οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες. πρὸ δʼ ἄρ᾿ αὐτῶν
  • ἴχνιʼ ἐρευνῶντες κύνες ἤισαν.
  • [*](2 εἰ addidi. — 16 ἀνιχνεύοντα] ad θηρώμενον v. 2 adscriptum in L, correxi. — 18 ἀκολουθοῦντος L, correxit Lascaris. — 27 0d. τ 435. — 28 ἴχνη L,)
    3

    11 οὐκ ἀναγκαῖον τὸ πολυπραγμονεῖν ἔτι εἰ ἔνδον ἐστὶν Αἴας (ἔγνω γὰρ) ἀλλὰ λέγειν διὰ τί τὴν σπουδὴν ταύτην ἔθου ἴνα παρʼ ἐμοῦ μάθῃς τὰ ἀγνοούμενά σοι.

    14 καὶ τοῦτο ἄριστα πεποίηται· φθέγμα γὰρ εἶπεν ὡς μὴ θεασάμενος αὐτήν (δῆλον γὰρ ὡς οὐκ εἶδεν αὐτὴν ἐκ τοῦ

  • ἂν ἄποπτος ᾖς ὅμως
  • τουτέστιν ἀόρατος), τῆς δὲ φωνῆς μόνης αἰσθάνεται ὡς ἐθάδος αὐτῷ οὔσης· ἔστι μέντοι ἐπὶ τῆς σκηνῆς ἡ Ἀθηνᾶ· δεῖ γὰρ τοῦτο χαρίζεσθαι τῷ θεατῇ· προθεραπεύει δὲ τὴν θεὸν ὁ Ὀδυσσεὺς καὶ οὕτω λέγει τὰ κατὰ τὸν Αἴαντα.

    15 ἄποπτος ἀόρατος.

    16 φώνημα: ἀντὶ τοῦ φωνήν.

    ξυναρπάζω ὀξέως συνίημι καὶ ἀντιλαμβάνομαι.

    φρενί: ἀντὶ ἀπὸ τῆς φρενός.

    17 ἡ κώδων θηλυκῶς Ἀττικῶς.

    κώδων καλεῖται τὸ πλατὺ τῆς σάλπιγγος, ἀπὸ μέρούς δὲ τὴν σάλπιγγά φησι· πολλὰ δὲ εἴδη σαλπίγγων· εἰσὶ γὰρ Λιβυστικαὶ σάλπιγγες, εἰσὶν Αἰγύπτιαι, εἰσὶ Τυρσηνικαί· πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις ἥγαγεν εἰς Ἑλληνας τὴν Τυρσηνικὴν σάλπιγγα.

    19 σακεσφόρῳ οὐχ ἀπλῶς ὁπλοφόρῳ ἀλλὰ κατʼ ἐξοχήν· Ὅμηρος [*](1 οὐκἀναγκαῖον κ. ἑ.] ad v. 7 adscripta in L, corr. Elmsl. — 2 ἔγνω γὰρ] sc. ἔνδον εἶναι. λέγειν] λέγει L, corr. Elmsl. — 8] v. 15. — 13 τὰ κατὰ] τὰ addidit Lasc., κατὰ G; cf. schol. Electr. v. 823. Tract. 844. 852. — 22 Ἀριχώνδας L, correxerunt G, FP, Suidas s. v. κώδων. — 25 et p. 4, 2 literas in obliteratas habent G, F.)

    4
  • Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠύτε πύργον·
  • οἰκεῖον δὲ τοῖς πρώτοις τὸ ὄνομα.

    23 τρανές: σαφές· καλῶς δὲ τοῦτο ἐποίησεν ἵνα συνέχηται ἔτι ἡ ὑπόθεσις καὶ τὸ ἄπιστον εἰς ἀμφίγνοιαν ἄγῃ αὐτούς· διὸ θελοντὴς τοῦτον ὑπέστην τὸν κίνδυνον ἵνα γνῶ τἀληθὲς πάντων τὴν αἰτίαν τοῦ γεγονότος εἰς αὐτὸν ἀναγόντων.

    ἀληθές.

    ἀλώμεθα τῷ νῷ ἀλώμεθα.

    26 λείας ἁπάσας: τὰ ποίμνια, τὰ βοσκήματα λείας φησὶν (ἔνθεν καὶ λῃστὴς) κατὰ τὸ κύριον. Ὅμηρος

  • ληίδα δʼ ἐκ πεδίου συνελάσσαμεν·
  • τὸ δὲ κατηναρισμένας ἄκυρον· τὸ γὰρ σκυλεύειν ἐναρίζειν ὅτι τὰ ἔναρα σκῦλα παρὰ τὸ ἀρηρέναι καὶ ἐντὸς αὐτῶν εἶναι ἡμᾶς. καὶ τὸ παρʼ Ὁμήρῳ τοιοῦτόν ἐστιν
  • ἡ τοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν·
  • πῶς γὰρ οἷόν τέ ἐστι σκυλεύειν τοὺς λέοντας εἰ μὴ εἴη καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τὸ σκυλεύειν; Καλλίμαχος ἐπὶ τῆς λεοντείας δορᾶς
  • τὸ δὲ σκύλος ἀνδρὶ καλύπτρη
  • γιγνόμενον, νιφετοῦ καὶ βελέων ἔρυμα.
  • [*](1 Π η 219. ἦλθεν L. — 3–7 lit., quae non exstant in L, habent G, F. — 5 ἄγῃ αὐτοὺς] αὐτὸν ἄγῃ G, αὐτοὺς ἔτι F; scripsi. ἐθελοντὴς F. — 10, 11 lit., quae non exstant in L, habet Suid. v. λείας. — 13 Π. 677. συνηλάσαμεν — 14 —19 lit. in L) oblit. habent G, Suid. v. κατηναρισμένας. — 18 Π. φ 485. — 22 0tt. Schneideri Callim. ragm. 143; de pelle leonis Nemeaei, quem Hercules humeris gestavisset, dictum esse intellexit Eldikius. — 23 γινόμενον L.)
    5

    27 ἐπιστάταις: τοῖς ποιμέσι· καλῶς δὲ τοῦτο ἴνα μὴ παραγένοιτό τις ἀπαγγέλλων τὸ σαφές· πόθεν οὖν αὕτη ἡ ὑπόνοια; ὅτι εἶδέν τις αὐτὸν ἐν τῷ πεδίῳ πηδῶντα μετὰ τοῦ ξίφους νεορράντου ἀπὸ τοῦ αἵματος.

    τοῖς κυσίν· οὐκ εἴασε γὰρ ἡ Ἀθηνᾶ ἄνθρωπον ἀνελεῖν.

    32 καὶ τὰ μὲν σημαίνομαι: οἷον σημεῖα ἐμαυτῷ τινα συντίθημι ἀπὸ τοῦ ἴχνους τὰ δὲ ἀπορῶ· τοιοῦτον γὰρ συμβαίνει περὶ τοὺς ἰχνευτὰς ἐπιταραττομένων τῶν ἰχνῶν, διὰ δὲ τὴν μανίαν δυσίχνευτος καὶ ἐπιτεταραγμένη ἡ βάσις γέγονε τοῦ Αἴαντος.

    σηματίζομαι, διὰ σημείων γινώσκω.

    καλῶς Ὀδυσσεὺς ἀναμένει τὸ ἀκριβὲς γνῶναι ἴνα μὴ δοκοίη κατʼ ἐχθροῦ προπετές τι πράσσειν.

    33 οὐκ ἔχω ὅπως μάθω ἢ ποῦ ἐστιν.

    34 καιρὸν δʼ ἐφήκεις ἐπὶ καιρῷ ἥκεις· εὐφυῶς δὲ ἄρχεται τῆς ὑποθέσεως ὁ ποιητὴς ὥστε τρανῶσαι τὸ πᾶν διὰ τῆς Ἀθηνᾶς· θεραπεύει δὲ δυσσεὺς τὴν Ἀθηνᾶν ἴνα καὶ ἐν τοῖς ἑξῆς ἕξῃ αὐτὴν εὐμενῆ.

    36 ταῦτα πρὸς τὰ ἐξ ἀρχῆς ἵνα μὴ δόξῃ ἀγνοεῖν ἡ θεὰ τὸ πρᾶγμα.

    38 ἐν τοῖς ἀμοιβαίοις κατὰ βραχὺ δηλοῦται ἡ ὑπόθεσις, πυνθάνεται δὲ πρῶτον εἰ ἄρα πρὸς καιρὸν κονῶ· εἰ γὰρ αὐτός ἐστιν ὁ τὸν φόνον δράσας πρὸς καιρὸν ἂν εἴη πονῶν ὁ Ὀδυσσεύς.

    [*](3 ὑπόνοια] ἀπόνοια L, corr. G, F. — 4 νεορράντου] νεαροῦ L, νεόρραντα δὲ G, corr F; cf. schol. v. 148. — 5, 6 lit. in L oblit. habet F; cf. etiam Suid. v. ἐπιστάτις. — 9 περὶ] ἐπὶ L, corr. G, F, Suid. v. σημαίνομαι. — 12 lit. in L oblit. habent G, Suid v. σημαένομαι. — 16 ἐπὶ καιρῷ] lit in L. oblit. habent G, F; ἐπικαίρως Suid. v. καίρια, ἐγκαίρως Dindorfii schol. recent. vol. lI p. 198, 8. — 17 τῆς addiderunt G, F. — 20 τὰ ἐξ ἀρχῆς] V. 13. — 23 δὲ add. G, F. — 24 πονῶ] πονεῖ Lasc.)
    6
    [*](Fol. 1b)

    39 τὸ ὡς ἀντὶ τοῦ ἀληθῶς.

    40 καὶ πρὸς τί δυσλόγιστον: ἐπύθετο πρῶτον εἰ αὐτός ἐστιν ὁ δράσας εἶτα καὶ τὴν αἰτίαν πυνθάνεται· τὸ δὲ δυσλόγιστον ὅμοιον τῷ πρᾶγος ἄσκοπον· ἀγνοεῖ γὰρ ἔτι τὴν μανίαν.