Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

77 τί μὴ γένηται;. μὴ τί γένηται φοβῇ; οὐχ ὁ αὐτὸς ἦν καὶ προτέρου ἄνθρωπος ἀλλʼ οὐδὲν ὑμᾶς εἰργάσατο κακὸν ἡμῶν ἐπιμελουμένων;

78 τῷδε τἀνδρὶ δεικτικῶς ἀντὶ τοῦ ἐμοί, τῷ Ὀδυσσεῖ.

[*](2 εὐλόφως φέρειν] ex Antig. v. 292 citat Eustathius p. 824, 32. 1653, 5; εὐπόρως (εὐλόφως Eldikius) ἐνεγκεῖν legitur Philoct v. 872, εὐλόφως (εὐλόγως libri, corr. Abrescbius) φέρει Eurip fr 175. — 5 ὅταν εἴπῃ] v. 237 sqq. — 7 ἡ παρείσοδος] v. 91 sqq. — 9 ὀλίγῳ δʼ ὕστερον] v. 348 sqq. — 21 ἐχθρὸν] νεκρὸν L, corr. G, F.)
9

79 οὐκοῦν γέλως ἥδιστος εἰς ἐχθρούς: σκληρὸν μὲν τὸ λέγειν ἐπεγγελᾶν τοῖς ἐχθροῖς ἀλλὰ θεός ἐστιν οὐκ εὐλαβουμένη τὸ νεμεσητόν· ἄλλως τε καὶ παροξύνουσα τὸν Ὀδυσσέα φησίν.

80 ἐμοὶ μὲν ἀρκεῖ: μέτριον διεφυλάχθη τὸ τοῦ Ὀδυσσέως ἦθος διὰ τὸ μὴ ἐντρυφᾶν τοῖς κακοῖς.

81 μεμηνότʼ ἄνδρα περιφανῶς ὀκνεῖς: ὀκνεῖς ἀντὶ φοβῇ· πυκνῶς γὰρ τίθησι τὸ ὀκνεῖν ἐπὶ τοῦ φοβεῖσθαι. ὀκνεῖς φοβῇ.

τρίβραχυς.

82 φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην: ἑκατέρῳ τὸ οἰκεῖον παράκειται καὶ οὐ χρὴ τὰ τοῦ Ὀδυσσέως ψρονιμώτερα οἴεσθαι τῶν τῆς Ἀθηνᾶς ἀλλʼ ἐκεῖνο σκοπεῖν, ὅτι ἡ μὲν μετὰ παρρησίας διαλέγεται ὡς θεὸς ὁ δὲ ὑπεσταλμένως ὡς θνητὸς τὸν καιρὸν ὁρᾷ ὅτι ὁμόσε χωρῆσαι τῇ μανίᾳ τοῦ ἐχθροῦ οὐχ ἁρμόζει. φρονοῦντα γὰρ αὐτὸν οὐκ ἂν ἐξέστην δι᾿ εὐλάβειαν, τὸ δὲ νῦν ἐκστῆναι οὐ τῷ Αἴαντι ἀλλὰ τῇ μανίᾳ.

85 ἐγὼ σκοτώσω βλέφαρα καίπερ δεδορκότα ἢ καὶ βλέποντα τὰ βλέφαρα αὐτοῦ ποιήσω μὴ δεδορκότα.

89 ὦ οὗτος: διὰ τοῦ οὗτος καὶ τοῦ Αἴας δισσὴ ἡ κλῆσις, ἢ ὅτι καὶ πρότερον ἐκάλεσεν αὐτὸν (ὅτε καὶ Ὀδυσσεύς φησι, τί δρᾷς Ἀθάνα;) ἢ ὡς καὶ πρότερον ὁπότε ἐδόκει συλλαμβάνειν αὐτῷ πρὸς τὴν ἀναίρεσιν.

90 τί βαιόν: ὀλίγον ἀντὶ τοῦ οὐδὲ ὅλως· σύμμαχον δὲ αὐτὴν νομίζει ὡς καὶ ἐν τοῖς ἑξῆς φησιν, ὡς εὖ παρέστης.

[*](6 διὰ τὸ μὴ] διὰ τοῦ μή? — 8 γὰρ] δὲ F. τίθησι] cf. schol. Electr. v. 320. 0ed Tyran. 749. — 11 νιν] τʼ ἂν L, corr. F. — 22 καὶ πρότερον] v. 71. — 23 φησι] v. 74. — 24 ὁπότε ἐδόκει] v. 51 sqq. — 26 ἐν τοῖς ἑξῆς] v. 92.)
10

91 χαῖρʼ Ἀθάνα: ἐπέγνω μὲν τὴν Ἀθηνᾶν τὰ δὲ ἑξῆς τοῦ παραπαίοντος· οὕτω γὰρ ἂν προκόψειεν ἡ ὑπόθεσις· οὐ παντελῶς δὲ ἀπώλετο αὐτοῦ τὸ ἡγεμονικὸν ἀλλʼ ἡ μανία γέγονε περὶ τὸ λογιστικόν· ἐμέμνητο μὲν γὰρ ὡς ἐχθροὺς ἀνελὼν περὶ τὸ πρόσωπον δὲ ἐκπφάλλετο ὅτι ποίμνια ἀνεῖλεν καὶ έλογίζετο ἄνδρας ἀνῃρηκέναι.

96 τὸ μὴ οὐχὶ βάψαι τὸ ξίφος εἰς τὸν στρατόν.

98 ἐὰν δασυνθῇ τὸ οι ἔσται ἐπὶ τῶν Ἀτρειδῶν, ἑὰν δὲ ψιλὸν τὸ οἶδα ἀντὶ τοῦ ἐπίσταμαι.

100 καλῶς τὰ ἐμὰ ἔφη, οὐχ ἃ δεῖ με λαβεῖν, ὡς ἰδίων ἀπεστερημένος.

102 ἢ πέφευγέ σε; οὐχ ὡς διαστέλλουσά φησιν, ὡς ἂν εἴποι τις ἔθανεν ἢ πέφευγέν σε, ἀλλὰ παροξύνουσα· φησὶ γὰρ πέφευγεν δή σε ὁ Ὀδυσσεύς.

103 τὸ ἐξῶλες θηρίον· κίναδος γὰρ ἡ ἀλώπηξ· πάνυ δὲ κατατρέχει τοῦ Ὀδύσέως ὡς ἐχθίστου.

104 τὸν σὸν ἐνστάτην: ἤτοι κατὰ πάντα ἐνιστάμενόν σοι ἢ ἰδικῶς ἐπὶ τῆς κρίσεως μόνον οἷον τὸν ἀντίδικον· κυρίως δὲ ἐνστάτης ὁ ἐν τῇ ὁδῷ ἀντιστήκων τινὶ ὡς εἰ λέγοι τις τὸν Οἰδίποδα τοῦ Λαΐου ἐνστάτην γεγενημένον.

105 ἥδιστος, δέσποινα: καθʼ ἡδονήν μοι· δεσμώτης δὲ λέγεται καὶ αὐτὸς ὁ δέσμιος, ἐς ὁ δεσμώτης Προμηθεύς, καὶ ὁ δεσμῶν ὡς Κρατῖνος ἐν Πυτίνῃ ἐπὶ τῶν δεσμοφυλάκων [*](6, 9, 10 liter, quae non exstant in L, habent G, F. —12 ὡς addidit manus recentior. — 14 ὡς ἂν] ὡς εἰ? sed vide schol v. 485. 14, 15 lit., quae non exstant in L, habent G, F. 15 δὴ] legit ἧ πέφευγέ σε. — 19 ἰδικῶς] malim εἰδικῶς. — 20 ἀντιστήκων] ἀνθιστάμενος F; etiamnunc Graeci vulgo dicimus στέκομαι (pro ἵσταμαι), ἀντιστέκομαι cet. — 21 τὸν ἰδίποδα] respicit Οed. Γyr. v. 803 sqq. — 25 καὶ non exstat in L, praebent G, F.)

11
  • ὄψει γὰρ αὐτὴν ἐντὸς οὐ πολλοῦ χρόνου
  • παρὰ τοῖσι δεσμώταισι καταπιττουμένην.
  • 108 ἑρκίου στέγης: τοῦ περιφράγματος τῆς αὐλῆς ἢ τῆς τοῦ δώματος στέγης· ἑρκίον γὰρ τὸ δῶμα.

    111 μάστιγι πρῶτον: ἐντεῦθεν ἡ ἐπιγραφὴ τοῦ δράματος. οὐ πρότερον φονεύσω αὐτὸν πρὶν ἂν μαστίξω.

    112 χαίρειν, Ἀθάνα, τἄλλα: τὸ ἦθος τῆς ἀπαγγελίας ἀρχαῖον· ἔστι δὲ νῦν τὸ χαίρειν ἀντὶ χαρτῶς ἐμοὶ λέγειν· φησὶ δὲ ὡς κατὰ τὰ ἄλλα μὲν εἴκων τῇ θεῷ τοῦτο δὲ ἀντιβαίνων· ὑπεροπτικὸν δὲ τὸ ἦθος αὐτοῦ ἐντεῦθεν ἐνδείκνυται ὁ ποιητὴς (ἐπεὶ πάνυ πρόσκειται ὁ ἀκροατὴς τῷ Αἴαντι διὰ τὴν συμφορὰν καὶ μονονουχὶ χαλεπαίνει τῷ ποιητῇ) ἵνα δόξῃ ἀξιοπαθεῖν ὁ Αἴας μὴ ὑποτεταγμένος τῇ δαίμονι.

    ἔγωγέ σ᾿ ἐφίεμαι: ἐφίεμαί σε εἰς τὰ ἄλλα κελεύειν μοι καὶ χαίρειν ὡς πειθομένου μου, εἰς τοῦτο δὲ μόνον οὐκ ἀκούσομαί σου.