Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

115 ἐννοεῖς γράφε ἐννέπεις.

118 ὁρᾷς, Ὀδυσσεῦ; παιδευτικὸς ὁ λόγος καὶ ἀποτρεπτικὸς [*](Fol. 2 b) ἁμαρτημάτων καὶ διὰ τοῦτο ἐπίτηδες καὶ τῷ Ὀδυσσεῖ καὶ τῷ θεατῇ ὑπέδειξε τὸν Αἴαντα δηλῶν ὡς ὁ πρότερον φρόνιμος καὶ πρακτικὸς νῦν ἐξέστη διὰ τὸ θεομαχῆσαι· καὶ τοῦτο δὲ μηροῦ παίδευμα, ὅτι ἐφʼ οἷς αὐχοῦσί τινες τούτων στεροῦνται παρὰ θεῶν ὡς καὶ Θάμυρις τὴν μουσικὴν καὶ Νιόβη τῶν τέκνων.

[*](Meinekii comic Graec. XVII (vol. Π p.127). ἐντὸς] ἐκτὸς L, corr. Lud. Dindorfius. πολλῷ χρόνῳ L, corr. G, F, Suid. v. δεσμώτης — 2 δεσμώτησι L, corr. G, Suid. καταπιπτουμένην L, corr. Suid. — 5 ἡ ἐπιγραφὴ] sc. μαστιγοφόρος; cf. Ai. argum. schol. Π p. 25, 16. — 6 φονεύσω ] φονεύω L, corr.,G, F — 9 μὲν add. G. — 10 ἀντιβαίνειν L, corr. Lasc. ὑπεροπτικὸν κ. ἑ.] cf. schol. v. 762. — 23 Ὁμήρου] Π. β 594. ω 602.)
12

121 ἐποικτείρω ἐλεῶ.

122 Ἴωνες ἔμπης φασίν, Ἀττικοὶ δὲ ἔμπας καὶ ἔμπα.

124 οἷον ἀφορῶν εἰς τὰ ἀνθρώπινα τὰ πάντων κοινά.

125 ὁρῶ γὰρ ἡμᾶς. πρὸς τὸ Πινδαρικὸν

  • τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ
  • ἄνθρωποι
  • ἀντὶ ἀνυπάρκτου τὸ ἀνυπαρκτότερον· ἐνταῦθα μέντοι ἐστὶν ὁ λόγος ἐγγυτέρω τῆς ἀληθείας ἤπερ τὸ Πινδαρικόν· ὁ μὲν γὰρ Πίνδαρος ἐν τοῖς ἀσυστάτοις πεποίηται τὴν ὑποβολὴν ὁ δὲ ἐν τοἵς φαινομένοις καὶ δοκοῦσιν οὐχ ὑπάρχουσι δὲ κατὰ ἀλήθειαν· ὁ δὲ Ὅμηρος διʼ ἑνὸς αὐταρκῶς τοῦτο δεδήλωκεν
  • οὐδὲν ἀκιδνότερον γαἵα τρέφει ἀνθρώποιο.
  • 126 εἴδωλʼ ἀπεικάσματα.

    127 ὑπέρκοπον: φασὶ τὸν Αἴαντα τρίτον ἠσεβηκέναι περὶ τοὺς θεούς, πρῶτον μὲν ἐκβαλεῖν τοῦ δίφρου τὴν Ἀθηνᾶν βουλομένην αὐτῷ συμμαχεῖν, δεύτερον ἀπαλεῖψαι τὴν γλαῦκα τὴν ἐγγεγραμμένην τῷ ὅπλῳ αὐτοῦ ἐξ ἔθους πατρῴου, τρίτον ὅτι οὐκ ἐπείσθη τῷ πατρὶ συμβουλεύοντι πείθεσθαι τοῖς θεοῖς.

    ἀντὶ ὑπέρκομπα.

    130 χειρὶ δυνάμει.

    131 ἡμέρα γὰρ μία ἐλαττοῖ καὶ πάλιν αὔξει.

    132 τὸ συναγόμενον τοῦτό ἐστιν, ὅτι δεῖ θεοφιλεῖς μόνον εἶναι τοὺς σώφρονας καὶ ἐπὶ ἄλλῳ μὴ ἀλαζονεύεσθαι.

    134 Τελαμώνιε παῖ πιθανῶς αὐτῷ ὁ χορὸς [*](5 Pyth. VIII, 95. τί δʼ οὔ] τί δε οὔ L, corr. schol. Oed. Tyr. v. 1186, Suid. v. ἀνύπαρκτον. — 10 ὑποβολὴν] ὑνπερβολὴν G, Suid — 13 0d. σ 130. — 15 τρίτον] τρία vel τρὶς Dind. — 20 τοὺς θεοὺς L, corr Lasc. — 25 μὴ add. F.)

    13
    ἐσκεύασται ἀπὸ Σαλαμινίων ἀνδρῶν τοῦτο μὲν παρρησιαζομένων ὡς ἐλευθέρων τοῦτο δὲ συμπαθῶς ἐχόντων ὡς πολιτῶν καὶ αἰδημόνως λαλούντων ὡς ὑπηκόων· οὐ γὰρ πιθανὸν ἐξ Ἀχαιῶν εἰσάγειν καὶ διὰ τὸ μὴ συνάχθεσθαι καὶ διὰ τὸ μὴ προσκρούειν τῷ βασιλεῖ, τὸ δὲ τῶν αἰχμαλώτων κηδεμονικὸν μέν, ὡς Αἰσχύλος ἐν Θρῄσσαις, οὐ μὴν εὐπρόσωπον· ὅρα γὰρ οἷον αἰχμαλώτους ἐπιτιμᾶν τῷ Μενελάῳ· πιθανὴ δὲ καὶ ἡ εἴσοδος· ἀκούσας γὰρ ὁ Ὀδυσσεὺς παρὰ τῆς Ἀθηνᾶς
  • δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον
  • ὡς πᾶσιν ἀνθρώποισιν εἰσιδὼν θροῇς
  • καὶ μαθὼν τὸ σαφὲς δεδήλωκε τοῖς Ἀχαιοῖς· ταύτης οὖν τῆς φήμης ἀκούσαντες οἱ Σαλαμίνιοι παραγεγόνασι μηδέπω ὑπὸ τῆς εὐνοίας πεπεισμένοι ὡς αὐτὸς εἴη ὁ πράξας ἀλλʼ ἀπιπτοῦντες ὡς ὑπὸ ἐχθροῦ πεπλάσθαι οἰόμενοι· ὁ δὲ νοῦς, σοῦ μὲν εὖ πράσσοντος ἐν χαρᾷ ἐσμεν καὶ τὸ ἀνάπαλιν, τὸ δὲ ὅλον οἷον ἐν σοί ἐσμεν· τὰ δὲ πράγματα νῦν τοῦ Αἴαντος φαῦλά ἐστι καὶ οὐκ ἐνεχώρει αὐτῷ διηγήσασθαι τὰ ἀνδραγαθήματα.

    135 βάθρον ἀγχιάλου: τὸ θεμέλιον, τὸ ἕδρασμα ἀντὶ τοῦ δἰ ὃν ἵσταται ἡ Σαλαμίς· οὐ πάντως δὲ αἱ ἀγχίαλοι καὶ ἀμφίαλοί εἰσιν οἴα ἐστὶ καὶ ἡ Ἀλεξάνδρεια, ἀγχίαλος μέν ἐστιν οὐκ ἀμφίαλος δέ, αἰ δὲ νῆσοι καὶ ἀγχίαλοι καὶ ἀμφίαλοί εἰσιν.

    [*](7 θρῄσσαις] fr. p. 20. οἷον κ. ἑ.] v. 1091. — 10] v. 66. δείξω δὲ σοὶ καὶ τὴν περιφανῆ L, corr. G, F. — 11—20 lit., quae non exarant in L, habet G. 11 ἀνθράώποισιν] memoriae error pro Ἀργείοισιν. θροῇς] θροεῖς L. — 12 τοὺς Ἀχαιοὺς L, corr. Lasc. — 17 τὸ δὲ ὅλον οἷον ἐν] δ . . . . . δὲ ὅλον ἐν i e. οἷον τὸ δὲ ὅλον L, corr. G. — 21—25 lit., quae non exstant in L, habent G, Suid. v. βάθρα et ἀγχιάλεια.)
    14

    136 σὲ μὲν εὖ πράσσοντʼ ἀντὶ τοῦ σοῦ μὲν εὖ πράσσοντος· ἢ οὕτως, εἰς σὲ μὲν εὖ πράττοντα ἐπιχαίρω ἴνα λείπῃ ἡ εἰς.

    ἐπιχαίρω ἀντὶ συγχαίρω.

    137 σὲ δʼ ὅταν ἀπὸ κοινοῦ τὸ ἐπιβῇ, εἰς σὲ δὲ ὅταν νόσος ἐπιβῇ· κακόθρους δὲ οἷόν ἐστι καὶ τὸ ἑξῆς

  • οιούσδε λόγους ψιθύρους
  • ἀντὶ τοῦ διάβολος.

    ζαμενὴς δυσμενής.

    140 ἐπεὶ περιδεὲς τὸ ζῷον· ὄμμα δὲ πελείας περιφραστικῶς ἡ πέλεια.

    141 ὡς καὶ τῆς παρελθούσης νυκτὸς ἐν φόβῳ γεγόναμεν ἐπὶ τῇ σῇ δυσκλείᾳ· πιθανῶς δὲ οὐκ ἐλέγχει τὸν βασιλέα ὡς ἡμαρτηκότα ἀλλὰ τὴν δυσπραξίαν προσέλαβεν ὡς ἀπὸ τῆς εἱμαρμένης· πάνυ δὲ εὖνοι ὄντες ἀπιστοῦσι καὶ ὑπολαμβάνουσιν αὐτὸν ὑπὸ τοῦ ἐχθροῦ συκοφαντεῖσθαι· ἐν δέει οὖν καθέστηκα ὅταν ᾖ τι τοιοῦτο περὶ σέ.

    143 ἱππομανῆ: τινὲς τὸν μεγάλως μαινόμενον ἐξεδέξαντο· ἀλλʼ οὐκ ἐπίστευεν ὁ χορὸς ὅτι ἐμαίνετο ὁ Αἴας· ἢ σὲ τὸν ἐπὶ ἵπποις μαινόμένον καὶ ἱππικόν· ἀλλʼ οἱ νησιῶται οὐχ ἱππομανοῦσιν οὐδὲ ίππήλατοί εἰσιν αἱ νῆσοι· τὸ ἱππομανῆ τοίνυν πρὸς τὸν λειμῶνα ἐκληπτέον. ἄλλως ἱππομανῆ ἢ αὐτὸν λέγει τὸν Αἴαντα ὡς μεγάλως μαινόμενον ἀπὸ μεταφορᾶς· [*](7] v. 148. — 8 διάβολος] διαβόλους L, corr. Suid. v. κακόθρους; idem v. ψιθυρίζει: λόγος ψίθυρος ὁ διάβολος. — 17 σεσυκοφαντῆσθαι G. — 19 — p. 15, 6 lit., quae non exstant in L, habent G, F,S, Suid. v. ἱππομανῆ. — 21 ἢ add. Suid. ἐπὶ add. G, Suid. — 22 οὐδὲ ἱππήλατοί εἰσιν αἱ νῆσοι] 0d. δ 607 ν 242.)

    15
    ἡ γὰρ τῶν ἵππων μανία χαλεπτωτέρα ἐστίν ἢ ἐπὶ ἵπποις μαινόμενον· τὸ γὰρ ἵππος ἐπὶ μεγάλου τάσσεται ὡς ἱπποσέλινον καὶ ἱππογνώμονα τὸν μεγαλογνώμονα. ἢ ἐπὶ τοῦ λειμῶνος οἷον τὸν εὐανθῆ, ἐφʹ ἵπποι μαίνονται ἢ τὸν ἄγαν μεμηνότα καὶ ἀνθοῦντα καὶ ἐνυβρίζοντα τῇ χλόῃ διὰ τὸ πλῆθος.

    μεγαλομανῆ.

    147 αἴθωνι λαμπρῷ.

    148 τοιοόσδε λόγους: ὁ νοῦς, οὐδὲν ἐνέχυρον εἰδὼς ὁ Ὀδυσσεὺς πλάττεται ψευδεῖς λόγους ἀκούσας μόνον ὡς εἴης ὀφθεὶς σὺν νεορράντῳ ξίφει· καλῶς δὲ καὶ τὸ ψιθύρους λόγους ὡς διὰ πανουργίαν ἀδεῶς οὐ λέγοντος ἀλλὰ πρὸς ἕνʼ ἕκαστον ἐξαπτατῶντος λάθρᾳ.