Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

150 σφόδρα πείθει ὅτι ἐν ἀτυχίᾳ καθέστηκας τῆς ἥττης χάριν· ἢ ἐπεὶ μέγας εἶ ἔχει τὸν φθόνον θμπράττοντα.

154 τῶν γὰρ μεγάλων ψυχῶν ἱείς: τροπικῶς ὡς ἐπὶ τῶν τοξευόντων κατὰ μεγάλου σώματος οἳ οὐχ ἁμαρτάνουσιν· πιστὰ οὖν τοῖς ἀκούουσι τὰ κατὰ τῶν λεγάλων διὰ τὸν φθόνον· Πίνδαρος

  • ὄψον δὲ λόγοι φθονεροῖσιν·
  • ἅπτεται δʼ ἐσλῶν ἀεί, χειρόνεσσι δʼ οὐκ ἐρίζει. ἱείς: ἀφιείς, τοξεύων· ἀπὸ κοινοῦ δὲ τὸ τις, κατὰ [*](2 ἢ ἐπὶ ἵπποις μυαινόμενον] uncis inclusi. — 3 ἱππογνάώμονα] Aeschyli? fr. 239. — 5 ἐφʼ ᾦ] οἱ add. Suid. — 6 ἐξυβρίζοντα Τoupius. — 9—13 lit. in L. oblit. habet F. — 11 σὺν νεορράντῳ ζίφει] v, 30. — 13 ἓν ἕκαστον ἐξαπατῶντα L, corr. anonymus apud Iohnsonum. — 16 ἔχει] sc. Ulixes; εἶχες L, εἶχε G, ἔχεις F; scripsi. — 19 lit. in L, oblit. habent G, Suid. v. ἱείς. — 22 Nem. VIII, 21. φθονεροῖς ἰάπτεται . . . χειρόνεσσι L. δʼ ἐσλῶν δι᾿ ὧν G, δʼ ἰδὼν F, δʼ ἰδὼς Lasc.)

    16
    μὲν τῶν μεγάλων ψυχῶν ἱείς τις οὐκ ἂν ἁμάρτοι κατʼ ἐμοῦ δὲ ἱείς τις οὐ πείθει τὸν ἀκούοντα.

    [*](Fol. 3 a)

    155 κατὰ δʼ ἄν τις ἐμοῦ; κατʼ ἐμοῦ τοῦ δημοτικοῦ καὶ εὐτελοῦς.

    157 τὸν ἔχονθʹ λείπει τὸ εὖ, πρὸς τὸν εὖ ἔχοντα.

    158 καίτοι σμικροὶ μεγάλων: πάνυ αἰδημόνως ὁ χορὸς ἐξελέγχων τὴν ἀδικίαν τῶν Ἑλλήνων οὐ τοῦτο ἄντικρυς ποιεῖ ἀλλὰ ψιλῶς γνωμολογεῖ· βούλεται γὰρ ἐπιτιμᾶν ὅτι κακῶς πράττουσι καθαιροῦντες Αἴαντα καὶ ἑαυτοῖς ἀσυμφόρως· φησὶ γὰρ ὅτι ἀσθενὴς φυλακὴ τοῖς μικροῖς ἄνευ τῶν μεγάλων· τοῦτο δὲ τείνει καὶ ἐπὶ τὸν Αἴαντα ὅτι δεηθήσονται αὐτοῦ.

    159 σφαλερὸν — ῥῦμα ἀντὶ τοῦ ἀσθενὴς φυλακή. πύργου πόλεως.

    160 ἀπὸ κοινοῦ.

    161 καὶ μέγας ὀρθοῖθʼ ὑπὸ μικροτέρων: οὐκ ἔστιν ἐναντίος ὁ λόγος ἀλλὰ καὶ αὔξησιν ἔχει· εἰ γὰρ ὁ μέγας ὑπὸ τοῦ ἐλάττονος διασῴζεται πόσῳ τῶν μειζόνων ἔχεσθαι χρή. κοινωνικὸς δὲ ὁ λόγος καὶ φιλάνθρωπος· καὶ Ὅμηρος συμφερτὴ δ᾿ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν.

    162 τοὺς ἀνοήτους τοὺς Ἕλληνας.

    164 ὑπὸ τοιούτων: ἀνοήτων καὶ φθονερῶν καὶ διαθρεῖν τὰ τοιαῦτα ἀνεπιστημόνων· κἀνθάδε τὸ θορυβῇ σύμφωνόν ἐστιν τῷ [*](1 οὐκ in L. oblit. habent G, F, Suid. ἁμάρτοις (ut in textu primo) L, corr. G, F, Suid. — 2 κατʼ ἐμοῦ] κατεμὲ L, corr. Lasc. οὐ add. Suid. — 3 δειματικοῦ L, corr. Lasc. — 8 ποιεῖ] ἐποίει L, corr. Lasc. — 21 Π. ν 237. — 23 mutavi lemma quod est in L v. 162 ἀλλʼ οὐ δυνατὸν τοὺς ἀνοήτους. — 24 κἀνθάδε] v. schol. v. 137. — 25 τῷ] τὸ L, corr. Lasc.)

    17
  • τοιούσδε λόγους ψιθύρους πλάσσων·
  • μέχρι γὰρ νῦν ἐν λόγοις ἐστὶν ἡ ἀδικία καὶ θορύβῳ τῷ ἀπὸ τῆς βλασφημίας.

    166 ἀπαλέξασθαι ἀντὶ τοῦ ἀντιτάξασθαι.

    168 ἅπερ πτηνῶν ἀγέλαι: θηλυκῷ τῷ ἀγέλαι ἐπήγαγεν ἀρσενικὴν μετοχὴν τὴν ὑποδείσαντες πρὸς τὸ νοητόν· ἐν γὰρ ταῖς ἀγέλαις εἰσὶ καὶ ἄρσενες καὶ θήλειαι· ὁ δὲ νοῦς, διὰ τοῦτο κομπάζουσι σοῦ ἀφανοῦς ὄντος ὡς πτηνῶν ἀγέλαι παταγοῦντες· καὶ τοῦτο εἰς τὸν κενὸν ψόφον.

    172 ἦ ῥά σε Ταυροπόλα: ὁ χορὸς οὐδέπω πεπιστευκὼς ὅτι Αἴας τὰ τεθρυλημένα διεπράξατο ἀλλʼ οἰόμενος ἔκ τινος ὀργῆς θεῶν ταύτην τὴν φήμην γεγενῆσθαι ποιεἴται πρὸς τὴν φήμην τὸν λόγον· Ταυροπόλα δὲ ἢ ὅτι ἐν Ταύροις τῆς Σκυθίας τιμᾶται ἢ ἀπὸ μέρους τῶν ποιμνίων ἡ προστάτις ἢ ὅτι ἡ αὐτὴ τῇ σελήνῃ ἐστὶ καὶ ἐποχεῖται ταύροις ἥν καὶ ταυρωπὸν ὀνομάζουσιν. τὸ ἑξῆς, ἡ ῥά σε Ταυροπόλα ὥρμησεν ἐπὶ βοῦς ἀγελαίας· τοὺς πολλοὺς γὰρ τῶν μαινομένων ἐκ σελήνης νοσεῖν ὑποτίθενται διὰ τὸ τῶν νυκτερινῶν δεσπόζειν φασμάτων. ἄλλως: τὴν μὲν ἀναίρεσιν τῶν ποιμνίων ὁ χορὸς πιστεύει ὑπὸ Αἴαντος γενέσθαι οὐκ ἐξ ἰδίας δὲ προνοίας.

    173 ὦ μεγάλα φάτις διὰ μέσου ἡ ἀναφώνησις, ὦ θαυμαστὴ φήμη ἥτις ἐγέννησάς μοι ταύτην τὴν αἰσχύνην· κακὴ γάρ, φησιν, ὑπῆρξε περὶ τοῦ Αἴαντος.

    [*](1] v. 148. — 5 τῷ] τὸ L, corr. Lasc. — 9 καὶ τοῦτο] . schol. v. 164. — 11 Ταυροπωλα L. — 17 τῇ addiderunt G, ἢ, Suid. v. Ταυροπόλα. ταυρωπὸν] Nonn. Dionys. 11, 185 ταυρώπιδι Μήνῃ (cf. etiam 44, 217). — 20 ἐκ 〈τῆς〉 σελήνης? τῶν add. G, F, Suid — 21 φασμάτων] φαντασμάτων G, F, Suid. — 26 φησιν] φήμη Elmsl.)
    18

    175 πανδήμους ἢ τὰς παντὸς τοῦ δήμου ἢ τὰς συνηγμένας.

    176 ἢ πού τινος νίκας: οἴονται ἐκ τούτων αὐτὸν ἐμμανῆ εἶναι· ἆρα οὖν, φησί, χαριζομένη σοι τὸ νικᾶν καρπὸν καὶ ἀπαρχὰς οὐκ ἐδέξατο τῆς νίκης ἢ ἀπὸ κυνηγεσίων δῶρα οὐ λαβοῦσα ὡς καὶ Ὅμηρὸς ἐπιλελησμένους τινάς φησι καὶ δίκην παρέχοντας τῆς λήθης.

    ἢ διὰ χάριν τινὸς νίκης· ἀκάρπωτον δὲ ἧς καὶ καρποὺς οὐκ ἐδέξατο.

    178 εἴτʼ ἐλαφαβολίαις ἀπὸ κοινοῦ τὸ ψευσθεῖσα.

    179 ἢ χαλκοθώραξ ἢ τινʼ νυάλιος: διαστέλλει τὸν Ἀρεα ἀπὸ τοῦ Ἐνυαλίου ὡς ἕτερον δαίμονα ὑπουργὸν τοῦ μείζονος θεοῦ καὶ δῆλον ἐκ τῶν συνδέσμων· δηλοῦται γὰρ ὁ Ἄρης ἐκ τοῦ χαλκοθώραξ, ἢ καὶ ὁ Ἄρης μεμφόμενός σοι ὡς ἀπαρχὰς δορὸς οὐ λαβὼν ἐτίσατό σε τῆς λώβης, τῆς εἰς αὐτὸν γενομένης λήθης, ἐτίσατο δὲ ἐννυχίοις μηχαναῖς ἐπὶ σοῦ ταύτης τῆς νυκτός· πιθανῶς δὲ πλείονας αἰτίας τιθέασιν ἀποροῦντες· οἱ γὰρ στοχαζόμενοι οὐ καθʼ ἓν ἵστανται.

    180 τοῦτο πρὸς τὸν Αἴαντα, οὐ πρὸς τὴν φήμην λέγει.

    183 οὔ ποτε γὰρ φρενόθεν: οὐ γὰρ ἐπὶ τοσοῦτον ἄφρων εἶ ὡς ἄνευ αἰτίας θεῶν ἐμπεσεῖν τοῖς ποιμνίοις· ἀριστερὰ δὲ τὰ μωρὰ οἱ παλαιοὶ ἐκάλουν, δεξιὰ δὲ τὰ συνετά.