Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1111 οὐ γάρ τι τῆς σῆς. ἀντετίθει γάρ τις ὅτι διὰ τὴν Ἑλένην ἡ στρατεία ἐγένετο· ὅπερ οὖν ἔθλιβεν αὐτὸν ἀνεσκεύασεν.

1112 οἱ πόνου πολλοῦ πλέῳ: οἱ φιλοκίνδυνοι, οἱ πλήρεις τῶν πόνων, λέγει δὲ τοὺς μισθοφόρους· οὐχ ὥσπερ μισθοφόρος τις ἐπὶ μισθῷ ἐστρατεύσατο.

1113 ἀλλʼ οὕνεχ’ ὅρκων: τῶν γὰρ ἀριστέων συνελθόντων ἐπὶ τὴν τῆς Ἑλένης μνηστείαν ὁ Τυνδάρεως πάντας ὅρκους ἀπῄτησεν συναγωνίζεσθαι τῷ γαμοῦντι [*](5 τῶν] τὸν L, corr. Lasc. — 7 ἦλθεν] ἦλθες L, corr. Lasc. — 11 ἢ] εἰ L, corr. Lasc. — 16 εἶθʼ L. — 20 ἔ*θλιβεν L. — 22 οἳ πόνου L.)

85
αὐτὴν καὶ συστρατεύειν εἴ τις ἁρπαγὴ γένοιτο περὶ τὴν Ἑλένην τῷ γήμαντι.

1114 σοῦ δʼ οὐδέν: ὅλως γάρ σε οὐκ εἶχεν ἐν ἀριθμῷ· πεποιθὼς δὲ Ἀγαμέμνονι ὑβρίζει Μενέλαον· συνᾴδει γὰρ τῷ

  • Τεῦκρε, φίλη κεφαλή.
  • 1118 οὐδʼ αὖ τοιαύτην γλῶσσαν: ὑποτίθησι τῷ Τεύκρῳ παύσασθαι τῆς κατηγορίας καὶ μάλιστα ἐν τοιούτῳ καιρῷ ἐν εὐεπιβούλευτός ἐστιν· ἢ τὸ ἐν κακοῖς τοῦτο δηλοῖ, οὐκ ἐπιτρέψει ἡ συμφορὰ ἄλλο τι νῦν πράσσειν ἢ περὶ τὸ ἐνεστὸς κακὸν γίνεσθαι.

    1123 κἂν ψιλὸς ἀρκέσαιμι. τὰ τοιαῦτα σοφίσματα οὐκ οἰκεῖα τραγῳδίας· μετὰ γὰρ τὴν ἀναίρεσιν ἐπεκτεῖναι τὸ δρᾶμα θελήσας ἐψυχρεύσατο καὶ ἔλυσε τὸ τραγικὸν πάθος.

    1126 κτείναντά με ὅσον ἧκεν ἐφʼ ἑαυτῷ.

    1127 κτείναντα με; δεινόν: ὁ μὲν εἶπεν ὅσον ἐφʼ ἑαυτῷ ὁ δὲ τῆς φωνῆς ἀντιλαμβάνεται· τὸ δὲ τοιοῦτο κωμῳδίας μᾶλλον οὐ τραγῳδίας.

    1131 ταῦτα καὶ ἐν Ἀντιγόνῃ.

    1135 εἰκότως, φησίν, ἐμίσει σε ἀδικούμενος.

    μιᾷ ψήφῳ φησὶ κατακριθῆναι τὸν Αἴαντα ὑπὸ Μενελάου.

    1137 καλῶς ἀντὶ τοῦ ἐμπείρως.

    [*](Fol. 14 a)[*](1 καὶ συστρατεύειν] ὡς στρατεύειν L, καὶ Lasc., συστρατεύειν Wunderus; de narratione Cyclicorum v. schol. Phil. v. 72 Apollod. III, 10, 8. — 5 τῷ] τὸ L, corr Lasc. — 6 Il. θ 281. — 10 δηλοῖ] δῆλον L, corr. Lasc. — 17 με inclusi. — 19 οὐ] ἢ Br. — 20 ἐν Ἀντιγόνῃ] v. 450 sqq. 511. 519. 1070. — 22 φασὶ Lasc.)
    86

    1150 ἐγὼ δέ γ᾿  ἄνδρʼ καὶ οὗτος αἰνίττεται ὡς ἐφʼ ἑτέρου τὸν λόγον ποιούμενος.

    1153 ὀργὴν τὸν τρόπον.

    1161 οὐδαμῇ ὑπείκει ὁ Τεῦκρος, κἀμοὶ δέ, φησίν, αἴσχιστόν ἐστιν ἀνέχεσθαί σου φλυαροῦντος.

    1165 ὁ χορὸς ταχύνει τὸ ταφῆναι τὸ σῶμα πρὶν παραγενέσθαι τοὺς Ἀτρείδας.

    1166 τὸν ἐσόμενον τοῖς ἀνθρώποις τάφον ἀείμνηστον.

    1168 πάρεστιν ἡ Τέκμησσα μετὰ τοῦ παιδός· οὐχ ὅτι δὲ ἱκανὰ τὰ πρόσωπα φυλάξαι τὸ σῶμα ἀλλʼ ὅτι κινῆσαι δυνατά.

    1169 τῦδε τοῦ Αἴαντος.

    1173 προστρόπαιος προστετραμμένος αὐτῷ ἢ ἱκετεύων.

    1175 ἱκτήριον θησαυρὸν τὰς πολλὰς ἱκεσίας ἢ τὸ πλῆθος τῶν ἱκετευόντων. ἄλλως: τὸ ἱκέσιον κτῆμα, λέγει δὲ τὰς τρίχας.