Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1056 ὡς ἕλοι δορὶ γράφε ὡς ἐλοιδόρει.

[*](4 τινες] Euripides monente M. Schmidtio Didym. p. 93. — 11 πάρεστιν omisit Br.; an παρίστησιν?  — 22 πρῶτον κεφάλαιον] v. 1052—1065. — 23 δεύτερον] v 1066 sqq. — 24 λήψεται] v. 1099 sqq.)
83

ὡς ἐλοιδόρει; ὡς λοιδορούμενος ἐπηγγείλατο· ταῦτα γὰρ εἶπεν ὁ Αἴας.

1064 χλωρὰν διὰ τὰ ἐκεῖσε φυτά.

1066 στοχάζεται γὰρ ὅτι ὁ Τεῦκρος οὐ δίχα ὀργῆς δέξεται τοὺς λόγους.

1069 παρευθύνοντες ἀντὶ τοῦ τιμωρούμενοι.

1074 καὶ Ἐπίχαρμός φησιν

  • ἔνθα δέος ἐνταῦθα καὶ αἰδώς.
  • 1079 παρʼ Ὁμήρῳ

    αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται.

    1084 πάνυ ἀσφαλῶς τὸ καίριον.

    1085 ἐὰν ποιοῦντές τι παρὰ φύσιν ἡδώμεθα μὴ ὑπολαμβάνωμεν ὅτι οὐκ ἀντιτίσομεν ἂν λυπώμεθα ἀντὶ διʼ ἐν λυπώμεθα· τοῦτο δὲ δηλοῖ ὅτι οἱ πολλοὶ τιμῶσιν ἡδὺ τοῦτο οὐκ ἔστι παραμένον ἀλλὰ γίνεται μεταβολὴ τῆς ἡδονῆς εἰς λύπην.

    1088 αἴθων ὑβριστής: οὐχ ἵσταται ἐπὶ τῶν αὐτῶν· [*](Fol. 13 b) ἦν τότε ὑβριστὴς οὗτος ἀλλὰ νῦν ἐν μεταβολῇ γέγονεν καὶ ἡμεῖς οἱ πρότερον κρατούμενοι ὑπʼ αὐτοῦ νῦν μέγα φρονοῦμεν.

    1091 μὴ γνώμας ὑποστήσας σοφάς: ἐπειδὴ τὰ περὶ τῆς εὐπειθείας ἄριστα ἐγνωμολόγησεν. διάκειται μὲν ὁ χορὸς πρὸς τὸν Τεῦκρον ὑπεσταλμένως δὲ διαλέγεται διὰ τὸ τοῦ βασιλέως ἀξίωμα.

    1093 οὐκ ἄν ποτ᾿, ἄνδρες, ἄνδρα:πρὸ τῆς ἀντιλογίας βούλεται μαλάξαι τὸν Μενέλαον ὅτι εὐγενὴς ἂν οὐκ [*](2 εἷπεν] v. 447 sqq. — 8 Lorentzii fragm. 58 (p. 276). — 10 Il. ε 531. ο 563. — 13 ἀντιτίσωμεν L, corr. Br. — 15 ἔστι] ἔτι L, corr. Lasc. — 18 ἦν] ἢν L, corr. Lasc. — 20 νῦν add. Lasc.)

    84
    ἄξια τῷ γένει ἐξαμαρτάνει· ὁ δὲ λόγος παιδεύει τοὺς εὐγενεῖς μὴ ἁμαρτάνειν.

    1097 ἦ κατʼ ἐρώτησιν.

    1100 ποῦ σὺ στρατηγεῖς. πῶς τῷ Αἴαντι προστάσσεις ὁ μὴ τῶν ὑπὸ Αἴαντα ἔχων ἐξουσίαν;

    1102 Σπάρτης ἀνάσσων ἦλθες: ὁ λόγος ἅπας ὅτι σύμμαχος ἦλθεν οὐχ ὑπήκοος.

    1103 οὐδʼ ἔπθʼ ὅπου σοὶ τόνδε: οὐδʼ ἔστιν ὅπου σοὶ πλέον προὔκειτο τοῦτον κοσμεῖν ἀλλʼ οὐχὶ σὲ ὑπὸ τούτου κοσμεῖσθαι.

    1104 ἢ καὶ τῷδε σὲ γράφε ἢ καὶ τοῦδε σοί.

    1105 ὕπαρχος ἄλλων ἀντὶ καὶ αὐτὸς ἑτέροις ὑπετέταξο.

    1107 διὰ τῶν σεμνῶν ἐπῶν κόλαζε τοὺς ὑπὸ σέ.

    1108 κόλαζ᾿ ἀντὶ τοῦ νουθέτει.

    1109 εἴθ᾿  ἅτερος στρατηγός. τὸν περὶ τῆς ἐπιβουλῆς λόγον ἀποφεύγει ὡς δυσανάτρεπτον, ἐνδιατρίβει δὲ τῷ ὅτι οὐ πάντων εἰσὶν ἄρχοντες.