Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1178 ἐξημημένος ἴνʼ ᾖ ἀφῃρημένος.

1182 καλῶς ἐγείρει τοὺς στρατιώτας πρὸς βοήθειαν, τὸν δὲ παῖδα πρὸς οἶκτον προβάλλεται καθʼ ἡλικίαν.

[*](Fol. 14 b)

1184 κἂν μηδεὶς ἐᾷ: ἀπονενοημένου, φασί, τὰ πάντα ἐπὶ αὐτῷ ἀνατιθέναι ὅτι μόνος κρατήσει τῶν ἐχθρῶν βιαζομένων· ῥητέον οὖν ὅτι ὑπὸ φιλοστοργίας πάντα λέγει ὑπομένειν.

1185 τίς ἄρα νέατος: ὁ χορὸς πάλιν καθʼ ἑαυτὸν γενόμενος ἐν ἀναλογισμῷ γίνεται καί φησι, τίς ἄρα ἡμῖν ὁ ἔσχατος τῶν ἐτῶν ἀριθμὸς τῶν πολυπλάγκτων; [*](11 ἀλλʼ οι . . . κινῆσαι L, ἀλλʼ ὅτι κινῆσαι edidit Lasc. — 25 ὑπομενεῖν Br.)

87
ἐς πότε λήξει ὁ ἀριθμὸς τῶν ἐτῶν ἐμοὶ πόνους παρασκευάζων;

1186 πολυπλάγκτων καθʼ ὅ πολλὰ πλανώμεθα ἐν ἀλλοδαπῇ.

1188 δορυσσοήτων πολεμικῶν τουτέστι τῶν κατὰ πόλεμον μόχθων.

1190 ἀνὰ τὰν εὐρώδη Τροίαν ἤτοι ἐπὶ τῆς Τροίας.

σκοτεινὴν καὶ ἀερώδη τοῖς Ἕλλησιν.

1192 ἄφελε πρότερον: ὤφελε πρότερον ἀφανὴς γενέσθαι ἐκεῖνος ὁ ἀνὴρ ὁ πρῶτος εἰσενεγκὼν εἰς Ἕλληνας πολεμιστήρια ὅπλα ὡς ἅμα τῇ εὑρέσει ἡκόντων τῶν ἀνθρώπων ἐπὶ τὸ ἀδικεῖν.

1197 πόνοι πρόγονοι πόνων ἢ παλαιοὶ ἢ ἀρχηγοὶ τῶν πόνων οἷον ὁπότε εἰσαγωγὴ τῶν ὅπλων ἐγένετο· οὐ δεῖ δὲ ἀπειροκάλως ζητεῖν τίς πρῶτος ἐχρήσατο ὅπλοις.

1199 ἐκεῖνος οὕτε στεφάνων: ἐκεῖνος ὁ εὑρὼν τὰ ὅπλα ὅσον ἐφʼ ἑαυτῷ οὐ στεφάνων, οὐ κύλικος, οὐκ αὐλῶν τέρψιν μοι ἔνειμεν ἀλλὰ πᾶν, φησί, τερπνὸν ἐξέκοψεν· ἥδιστος δὲ ὢν ὁ Σοφοκλῆς πάλιν ἐπὶ τὸ ἴδιον ἦθος ἔκλινεν ἐν τοῖς μέλεσιν ὅθεν καὶ μέλιττα ἐκλήθη.

1202 ὄτοβον ὅμαδον, ἦχον.

1203 ἐννυχίαν τὴν ἐν παννυχίσιν ἢ τὴν ἐν κοίτῃ.

1205 ἐρώτων τῶν ἐρωτικῶν· καὶ ἄκαιρον μὲν [*](5 τουτέστι τῶν κατὰ πόλεμον μόχθων] legitur in L post παρασκευάζων in scholio v. 118b, corr Suid. v δορυσσοήτων μόχθων. — 10 πρότερον ἀφανὴς] πρῶτον ἀφανὴς G. — 21 ἥδιστος] cf. schol. v. 693. — 22 μέλιττα] cf. schol. Oed. Col.)

88
τὸ περὶ ἔρωτος μεμνῆσθαι ἐν τοῖς παροῦσιν ὅμως κατʼ ἀκολουθίαν πρὸς τὰ προκείμενα.

1207 κεῖμαι δʼ ἀμέριμνος: ἤτοι πολυμέριμνος ἢ τῶν τέρψεων ἀμέριμνος οἷον μὴ σκοπῶν περὶ θυμηδίας μηδὲν ἀλλʼ ἐν δρόσοις τεγγόμενος ἅπερ ἐστί μοι μνημόσυνα εἰς τὸν ἀεὶ χρόνον, ἡ ἐνταῦθα κακοπάθεια.

ἢ ἐν οὐδεμιᾷ μερίμνῃ ὤν ἢ μόνον περὶ τῶν πολέμων.

πολυμέριμνος.

1211 πρὶν οἷον πρὶν ἐπέλθοιεν οἱ πολέμιοι. ἐννυχίου. τῆς νυκτερινῆς ἐφόδου τῶν πολεμίων καὶ τῶν βελῶν ἀλεξητήριον ἦν ὁ Αἴας.

1217 γενοίμαν ἵνʼ ὑλᾶεν: εὔχονται ἀπαλλαγῆναι ἐπὶ τὰ οἰκεῖα· γενοίμην οὖν, φησίν, ὑπὸ τὴν ἄκραν πλάκα τοῦ Σουνίου· διὰ γὰρ Σουνίου ὁ πλοῦς τοῖς ἀπὸ Τροίας ἐπὶ Σαλαμῖνα.

ἔνθα ὑλώδης ἐξοχὴ τῆς θαλάττης ἐστί.

1220 Σουνίου ὄνομα τόπου.

1221 φιλοτέχνως εὐφραίνει τοὺς ἀκροωμένους διὰ τῶν ἐπαίνων τῆς Ἀττικῆς.

1223 ὁ Τεῦκρος ἀκηκοὼς ἥκειν τὸν Ἀγαμέμνονα ἔρχεται μετὰ σπουδῆς.

1225 --- καὶ δῆλός ἐστιν ὥς τι σημανῶν νέον.