Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. Κωμάσομεν παρ᾿ Ἀπόλλωνος: ἀπὸ τοῦ χοροῦ ὁ λόγος. ἔνιοι δὲ, κωμάσομεν εἰς τὴν Αἴτνην, φασί. νεόκτιστον δὲ ταύτην φησὶν, ἐπειδὴ ἦν ὁ Ἱέρων νεωστὶ αὐτὴν ἀνακτίσας, πρότερον Κατάνην καλουμένην. ξείνων δὲ θύραι, αἱ τῆς φιλοξενίας. τὸ δὲ νενίκανται ἀντὶ τοῦ ἥττηνται· παντὶ οὖν εἴκουσαι ξένῳ καὶ οὐδένα ἀπελαύνουσαι νικῶνται τῇ φιλοξενίᾳ τοῦ νικηφόρου· ἢ νίκας ἔχουσιν, ἐν οἴῳ τρόπῳ ἐστεφανῶσθαι τόνδε, ἀντὶ τοῦ στέφανον ἔχειν. τὴν δὲ ὅλην Αἴτνην εἰπὼν ἐπήνεγκε Χρομίου δῶμα, ὥστε ὅμοιον εἶναι τῷ (θ 362—3) ἣ δ᾿ ἐς Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη, ἐς Πάφον.

b. ὁ δὲ νοῦς οὕτω· χορεύσωμεν, ὦ Μοῦσαι, καὶ ὑμνήσωμεν ἐκ Σικυῶνος ἥκοντες καὶ παρὰ τοῦ ἐκεῖσε Ἀπόλλωνος εἰς τὴν καλλίστην Αἴτνην, ἐν ᾗ πᾶσιν ἀνεῳγυῖαι αἱ θύραι τοῦ Χρομίου τῆς οἰκίας ἥττηνται ὑπὸ τῶν ξένων, ἔνθα πᾶσι ξένοις ὁ πλούσιος οἶκος ἀνέῳκται ὑπὸ φιλοξενίας ἡττηθείς. ἄγε δὴ οὖν, ὦ Μοῦσαι, διανύσατε καὶ πράσσετε τοὺς ἡδυτάτους διὰ λόγων ὕμνους. τὸ γὰρ τοὺς λοιποὺς κρατοῦν καὶ νικῶν ἅρμα ἐλαύνων ὁ Χρόμιος τῇ τε Λητοῖ καὶ τοῖς δυσὶν αὐτῆς παισὶ τὸ θαυμάζεσθαι δίδωσιν, οὖσιν αὐτοῖς τῆς ὑψηλοτάτης Πυθῶνος καὶ ὁμοκλήροις καὶ ἴσοις ἐπισκόποις.

τὸ κρατήσιππον γάρ: κρατήσιππον ἤτοι τὸ συνέχον ἐν τάξει τοὺς ἵππους, ἢ τὸ κρατοῦν καὶ νικῶν τοὺς ἐναντίους.

a. ἔστι δέ τις λόγος ἀνθρώπων: ἔστι γάρ τις παλαιὰ ποραίνεσις καὶ παρὰ ἀνθρώποις ᾀδομένη, ὡς οὐ δεῖ τὸ ὑπό τινος κατεργαζόμενον καλὸν σιγῇ παραδιδόναι, ὥστε εἰς γῆν κατενεχθῆναι καὶ ἄδοξον διὰ τῆς σιωπῆς γενέσθαι.

b. τὸ οὖν ἐπιτελεσθὲν ἀγαθὸν οὐ δεῖ, φησί, τῇ σιγῇ παραδοῦναι οὐδ᾿ ἀνεπισήμαντον ἀφεῖναι. metr. D

a. θεσπεσία δ᾿ ἐπέων καύχας ἀοιδὰ πρόσφορος: τοῖς νενικηκόσι, φησί, πρόσφορός ἐστι καὶ ἐοικυῖα ἡ διὰ τῆς καυχήσεως ᾠδή· τίνες γὰρ ἄλλοι μέλλουσι καυχᾶσθαι ἢ οἱ νικήσαντες; Ἀττικοὶ δὲ λέγουσι καύχην τὴν καύχησιν, καὶ ἄνθην τὴν ἄνθησιν, καὶ βλάστην τὴν βλάστησιν.

b. ἢ οὕτω· προσφορωτέρα ἐστὶ τῆς καυχήσεως ἡ τῶν ἐπῶν ᾠδή· ἢ πρόσφορος καὶ ἀγαθή τις ἡ τῆς τῶν ἐπῶν καυχήσεως ᾠδὴ ἢ ἡ καυχητικὴ ᾠδή.

c. ὁ δὲ νοῦς· ἀλλ᾿ ὅτι πρόσφορός ἐστι καὶ ἁρμόζουσα τούτοις θαυμαστή τις λόγων ᾠδή.

a. ἀλλ᾿ ἀνὰ μὲν βρομίαν φόρμιγγα: ἑαυτῷ παρακελεύεται ὑμνεῖν τὸν νικηφόρον. βρομία δὲ ἡ φόρμιγξ, ἤτοι παρὰ τὸν βρόμον καὶ τὸν ἦχον τὸν ἀποτελούμενον κατὰ τὸν κιθαρισμόν, ἢ βρομίαν τὴν συναναστρεφομένην τῷ Διονύσῳ. Ὅμηρος (ρ 271)· φόρμιγγός θ᾿ ἣν δαιτὶ θεοὶ ποίησαν ἑταίρην.

b. ὁ δὲ νοῦς· διὰ τοῦτο δὴ σὺν πᾶσιν ὀργάνοις μουσικοῖς, τοῦτο μὲν κιθάρᾳ, τοῦτο δὲ αὐλῷ, ὁρμήσωμεν ἐπὶ τὴν κορυφὴν τῶν ἱππικῶν ἄθλων, ἐπὶ τὸ ἐξαίρετον, τουτέστι τὴν νίκην.

ἅ τε Φοίβῳ θῆκεν Ἄδραστος: ἅτινα, τὰ Πύθιά φησι· κατ᾿ αὐτὸν τὸν Πίνδαρον· ἀνατίθησι γὰρ τὴν τῶν Πυθίων θέσιν ἐν Σικυῶνι Ἀδράστῳ, ποιητικὴν ἄγων ἄδειαν, Κλεισθένους αὐτὰ διαθέντος, καθὰ δεδήλωται (sch. inscr.). ἵν᾿ οὖν ἐνδοξότερον ἀποφήνῃ τὸν ἀγῶνα, ὧνπερ, φησίν, ἄθλων μνημονεύσας ἐγὼ καὶ τῶν ἐνδόξων μνησθήσομαι τιμῶν τοῦ ἥρωος Ἀδράστου.

a. ὃς τότε μὲν βασιλεύων: ὅστις Ἄδραστος τὸ τηνικαῦτα λοιπὸν ἐκεῖ βασιλεύων ἐν τῇ Σικυῶνι, οὐκέτι ἐν Ἄργει, παντοίαις ἀρεταῖς, τοῦτο μὲν ἀγωνίσμασιν ἀνδρῶν τοῖς ἐκ δυνάμεως, τοῦτο δὲ φιλοκαλίαις ἁρμάτων γλαφυρῶν καὶ ὡραίων καὶ καινοτέραις εὐωχίαις, ἐμφανεστάτην καὶ ἀοίδιμον ἐποίει τὴν πόλιν.

b. καὶ Κλεισθένης μὲν τὰ ἐν Σικυῶνι Πύθια διέθηκε πρῶτος, ἀνατίθησι δὲ τὸ ὅλον Ἀδράστῳ ὡς διαθέντι, ἐπειδὴ καὶ διωρθώσατο αὐτὸς ὕστερον, καὶ ἄλλως ἐνδοξότερος ὁ ἀνήρ.

a. φεῦγε γὰρ Ἀμφιάρηον: περὶ τῆς Ἀδράστου εἰς Σικυῶνα μεταστάσεως Ἡρόδοτος μὲν οὕτω φησίν (V 67)· οἱ δὲ Σικυώνιοι εἰώθεισαν μεγαλωστὶ κάρτα τιμᾶν τὸν Ἄδρηστον. ἡ γὰρ χώρη αὕτη ἦν Πολύβου· ὁ δὲ Ἄδρηστος ἦν Πολύβου θυγατριδέος, ἄπαις δὲ ὁ Πόλυβος τελευτῶν διδοῖ Ἀδρήστῳ τὴν χώρην. Μέναιχμος δὲ ὁ Σικυώνιος οὕτω γράφει (Seripttrer. Al. p. 145)· χρόνου παρελθόντος πολλοῦ Πρῶναξ μὲν ὁ Ταλαοῦ καὶ Λυσιμάχης τῆς Πολύβου βασιλεύων Ἀργείων ἀποθνῄσκει, καταστασιασθεὶς ὑπὸ Ἀμφιαράου καὶ τῶν Μελαμποδιδῶν καὶ τῶν Ἀναξαγοριδῶν· Ἄδραστος δὲ ὁ ἀδελφὸς τοῦ Πρώνακτος φυγὼν ἦλθεν εἰς Σικυῶνα, καὶ τὴν Πολύβου τοῦ μητροπάτορος βασιλείαν παραλαβὼν ἐβασίλευσε τῆς Σικυῶνος, καὶ τὸ τῆς Ἥρας τῆς Ἀλέας καλουμένης ἱερὸν καθ᾿ ὅνπερ ᾤκει τόπον ἱδρύσατο. τὴν δὲ ἐπωνυμίαν ἔλαβε ταύτην τὸ ἱερὸν διὰ τὸ φεύγοντα τὸν Ἄδραστον ἰδρύσασθαι καὶ καλέσαι ἱερὸν Ἥρας Ἀλέας. τὸ δὲ φυγεῖν τινες ἀλᾶσθαι ὠνόμαζον. Διευχίδας δὲ ἐν τῷ τρίτῳ τῶν Μεγαρικῶν (FHG IV 389) τὸ μὲν κενήριον τοῦ Ἀδράστου ἐν Σικυῶνί φησιν, ἀποκεῖσθαι δὲ αὐτὸν ἐν Μεγάροις.

b. οἱ δέ φασι· Προῖτος ἐβασίλευσε τοῦ Ἄργους, τῶν θυγατέρων δὲ αὐτοῦ μανεισῶν Μελάμπους μάντις ὢν παρεγένετο· ὁμολογηθέντος δὲ αὐτῷ μισθοῦ τῶν δυεῖν μερῶν τῆς βασιλείας, ἐκάθηρεν αὐτάς· ὡς δὲ ἐκάθηρεν, ἔλαβε κατὰ τὴν ὑπόσχεσιν, καὶ τὸ μὲν ἥμισυ ἐκοινώσατο τῷ ἀδελφῷ Βίαντι, τὸ δὲ ἥμισυ κατέσχεν αὑτῷ, ὥστε γενηθῆναι τὴν ὅλην βασιλείαν τριμερῆ, Μελαμποδίδας, Βιαντίδας, Προιτίδας. Μελάμποδος μ ν οὖν Ἀντιφάτης, οὗ Ὀϊκλῆς, οὗ Ἀμφιάραος· Βίαντος δὲ Ταλαὸς, οὖ Ἄδραστος· Προίτου δὲ Μεγαπένθης, οὖ Ἱππόνους, οὖ Καπανεὺς, οὗ Σθένελος. διαφορὰ δὲ ἐγενήθη τοῖς περὶ Ἀμφιάραον καὶ Ἄδραστον, ὥστε τὸν μὲν Ταλαὸν ὑπὸ Ἀμφιαράου ἀποθανεῖν, τὸν δὲ Ἄδραστον φυγεῖν εἰς Σικυῶνα καὶ γῆμαι τὴν Πολύβου θυγατέρα, τελευτήσαντος δὲ τοῦ Πολύβου χωρὶς ἐπιγονῆς ἀρσενικῆς τὸν Ἄδραστον ἔχειν τὴν Σικυωνίων βασιλείαν. εὐλόγως οὖν εἶπε· φεῦγε γὰρ Ἀμφιάρηον ὁ Ἄδραστος διὰ τὴν στάσιν τὴν πρὸς τοὺς Μελαμποδίδας. ὕστερον μέντοι συνεληλύθασι πάλιν, ἐφ᾿ ᾧ συνοικήσει τῇ Ἐριφύλῃ ὁ Ἀμφιάραος, ἵν᾿ εἴ τι μέγ᾿ ἔρισμα μετ᾿ ἀμφοτέροισι γένηται (Δ 37), αὐτὴ διαιτᾷ.

c. ὁ δὲ νοῦς οὕτως· ἔφευγε γὰρ πρὸ τούτου πολέμιον ὄντα τὸν Ἀμφιάραον, καὶ τὴν πρὸς αὐτὸν στάσιν δεινὴν οὖσαν ἔφευγε καὶ ἐκ τῆς πατρῴας ἑστίας καὶ ἀπὸ Ἄργους.

ἀρχοὶ δ᾿ οὐκέτ᾿ ἔσαν Ταλαοῦ παῖδες: οὐκέτι δὲ εἰς ἄρχοντας ἠριθμοῦντο ἐν τῷ Ἄργει οἱ Ταλαοῦ παῖδες οἱ περὶ Ἄδραστον, βιασθέντες ἐν τῇ στάσει καὶ τῷ πολέμῳ τῷ πρὸς Ἀμφιάραον· ἔφυγε γὰρ Ἄδραστος.