Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

χρυσὸν εὔχονται, πεδίον δ᾿ ἕτεροι ἀπέραντον: ἕτεροι μὲν οὖν χρυσὸν πολὺν εὔχονται, κτήσασθαι δηλονότι, ἄλλοι δὲ γῆν πολλὴν πρὸς γεωργίαν· ἐγὼ δὲ εὔχομαι τοῖς πολίταις ἀρέσαι καὶ τεθνάναι ἐπαινῶν μὲν τὰ ἄξια τοῦ ἐπαινεῖσθαι, ψόγον δὲ καὶ μέμψιν τοῖς ἀδίκοις ἐμβάλλων.

a. αὔξεται δ᾿ ἀρετὰ χλωραῖς ἐέρσαις: ἀντὶ τοῦ ταῖς χλωροποιοῖς δρόσοις· αὗται γὰρ τῶν φυτῶν αὐξητικαί. τὸ δὲ ἑξῆς· αὔξεται δὲ ἀρετὰ ἐν σοφοῖς τε καὶ δικαίοις τῶν ἀνδρῶν ἀερθεῖσα, ὡς ὅτε δένδρον χλωραῖς ἐέρσαις πρὸς ὑγρὸν αἰθέρα.

b. ὁ δὲ νοῦς· αἄξεται δὲ καὶ ἡ ἀρετὴ τῶν ἀνδρῶν ὑψωθεῖσα τοῖς σοφοῖς καὶ δικαίοις λόγοις τῶν ποιητῶν, ὥσπερ καὶ φυτὸν ἐπαίρεται πρὸς αἰθέρα καὶ αὔξεται ταῖς χλωροποιοῖς δρόσοις.

c. ἢ οὕτως· ὥσπερ δένδρον ὕδατι ποτιζόμενον εἰς μῆκος |[*]() αὔξεται.

d. ἢ οὕτως· ἡ ἀρετὴ τῶν δικαίων ἐπιτυγχάνουσα ὑψοῦται. τὸ δὲ ἐξῆς· ὡς δένδρον ἀΐσσει πρὸς αἰθέρα ὑγραῖς ἐέρσαις, οὕτω καὶ ἡ ἀρετὴ σοφοῖς ἀνδράσι καὶ δικαίοις |[*]() αὔξεται ἀερθεῖσα.

a. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν: καὶ πᾶσαι χρεῖαι τῶν προσφιλῶν ἀνδρῶν, φησίν, οἱονεὶ καὶ πρᾶξις πᾶσα ἀνδρῶν προσφιλῶν καὶ δικαίων αὐξάνεται τοῖς ὕμνοις, ἐξόχως δὲ τὰ περὶ πόνους κατορθώματα.

b. ἄλλως. κατὰ πολλά τις χρείαν ἔχει, φησί, τῶν φίλων ἀνδρῶν· οὐ διαπαντὸς δὲ τῶν αὐτῶν εἰσιν αἱ χρεῖαι, ἀλλ᾿ ἄλλοτε ἄλλου, πῆ μὲν ἐν τοῖς πόνοις καὶ ἔργοις, πῆ δὲ καὶ τέρπεται ὁρῶν τις πιστὸν φίλον· νῦν δὲ δηλαδὴ τοῦ Πινδάρου χρεία, ἵνα ὑμνήσῃ τὸν νικηφόρον.

μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασιν: ἐπιζητεῖ δὲ καὶ ἡ τῶν ὀμμάτων τέρψις τὸ πιστὸν ὥστε θέσθαι ἐν ὄμμασι, τουτέστι θεωρῆσαι· καὶ ἡμεῖς δὲ φιλοῦντες ὑμᾶς κατὰ ἀλήθειαν, θεωροῦντες τερπόμεθα. Εὐριπίδης (Ion. 732)· εἰς ὄμματ᾿ εὐρὺ φωτὸς ἐμβλέψει γλυκύ.

ὦ Μέγα: ὡς τεθνηκότος τοῦ Μέγα οὕτω φησίν· ἐμοὶ δὲ ἀδύνατον, ὦ Μέγα, τεθνηκότος σου τὴν ψυχὴν ὑπ᾿ ὄψιν καὶ πίστιν ἀγαγεῖν.

a. κενεᾶν δ᾿ ἐλπίδων χαῦνον τέλος: τουτέστιν ἐὰν ἐλπίσω τὰ ἀδύνατα, κενὸς ἔσομαι.

b. ἢ οὕτω τῶν δὲ ματαίων ἐλπίδων ἀσθενὴς καὶ ἀβέβαιος ἡ ἔκβασις.

a. σεῦ δὲ πάτρᾳ Χαριάδαις τε: Χαριαδῶν φυλὴ, ἀφ᾿ ἧς ὁ νικηφόρος. τὸ δὲ ἑξῆς· τῇ δὲ σῇ πατρίδι καὶ τοῖς Χαριάδαις ἀναστηρίξαι καὶ ἱδρῦσαι εὔτονον μουσικὴν στήλην βούλομαι ἕνεκα τῶν δυνατῶν σου ποδῶν καὶ νικηφόρων. δρόμῳ γὰρ ἐνίκησεν.

b. ὁ δὲ νοῦς ὅλος· τὸ μὲν ἀναστῆσαι τὸν τεθνεῶτα. φησίν, ἀδύνατόν μοί ἐστι· τῇ δὲ πατρίδι καὶ τῇ φυλῇ, οἵ εἰσι Χαριάδαι, ὑπερεῖσαι λίθον Μουσαῖον, τουτέστι στήλην ἀπὸ Μουσῶν, ἤγουν τὸν ὕμνον, δυνατός εἰμι, ἐφ᾿ οὗ ἡδρασμένοι ἔσονται ἔνδοξοι. λάβρον δὲ τὸν λίθον τῶν Μουσῶν ἀλληγορικῶς τὴν ἀπὸ τῶν λόγων εὔτονον στήλην φησί· λάβρον δὲ, διὰ τὸ ῥεύματι χρῆσθαι τοὺς ποιητάς.

a. χαίρω δὲ πρόσφορον: χαίρω ὅταν ᾖ, φησί, τὰ πεπραγμένα πρόσφορα τῷ λόγῳ· χαίρω δὲ περὶ τῶν διὰ τοῦ ὕμνου κόμπων· ποιητὴς δέ τις τοῖς ὕμνοις ἀνώδυνον τίθησι τὸν πόνον τῷ νικηφόρῳ.

b. ἄλλως. ταῖς ἐπῳδαῖς. φησίν, ἀνώδυνόν τις ἔθηκε τὸν κάματον· ἐδόκουν γὰρ οἱ ἀρχαῖοι ταῖς ἐπῳδαῖς ἴασιν καὶ θεραπείαν εὑρίσκειν. Ὅμηρος (τ 457)· ἐπαοιδῇ δ᾿ αἷμα κελαινὸν ἔσχεθον. πρὸς τί δὲ τοῦτο εἶπεν; ὅτι ὡς ἐπῳδῇ τις χρησάμενος κουφίζει τὸν κάματον, οὕτω καὶ ἐγὼ ὡς ἐπῳδῇ χρησάμενος τῷ ὕμνῳ κουφίσω τὴν κακοπάθειαν τοῦ ἠθληκότος.

ἦν γε μὰν ἐπικώμιος ὕμνος δὴ πάλαι: τουτέστι τὰ ἐγκώμια ἐγράφετο καὶ πάλαι, πρὶν καὶ τοὺς Ἀργείους ἐπιστρατεῦσαι ταῖς Θήβαις, τουτέστι πρὶν τὰ Νέμεα τεθῆναι ἦν ἐγκώμια. στρατευσάντων γὰρ τῶν περὶ Ἄδραστον ἐπὶ Θήβας ὁ Ἀρχέμορος ὑπὸ τοῦ δράκοντος διεφθάρη, οἱ δὲ ἐπ᾿ αὐτῷ τοῦ μόρου ἄρξαντι τὰ Νέμεα ἔθηκαν.

[*]()subscr. τέλος.[*]()