Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ: ὁ δὲ ἰσχυρὸς ἀνὴρ τὸ προϋπάρχον δίκαιον καταπαύει. ἐν ἄλλοις ὁ Πίνδαρος (fr. 169)· νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων ἄγει δικαιῶν τὸ βιαιότατον ὑπερτάτᾳ χειρί.

b. ἢ δεκτέον τοῦτο εἰρῆσθαι διὰ τὴν ἔχθραν τὴν ἐπὶ τῷ Ἀδράστῳ· διὸ δὴ καὶ οὗτος ἰσχυθεὶς τότε ὑπὸ Ἀμφιαράου ὕστερον αὐτὸν μετῆλθε, κρείσσων φανεὶς καὶ συνετώτερος. πῶς δὲ μετῆλθε; μέσην ποιησάμενος τὴν Ἐριφύλην τῶν πρὸς αὐτὸν διαφορῶν· ἔφθειρε γὰρ ἐκείνην τῇ δόσει τοῦ ὅρμου, καὶ μετῆλθεν αὐτὸν, ὥστε ἀπολέσθαι.

c. ἀνδροδάμαν δὲ τὴν τὸν ἄνδρα ἀνελοῦσάν φησιν· ἡ γὰρ Ἐριφύλη τὸν ἑαυτῆς ἄνδρα Ἀμφιάραον προὔδωκεν εἰς φόνον. μέμνηται τούτου καὶ Ὅμηρος (λ 326)· στυγερήν τ᾿ Ἐριφύλην, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.

d. ὁ δὲ νοῦς· ὁ δὲ συνετὸς ἀνὴρ καὶ κρείσσων τῶν λοιπῶν ὁ Ἄδραστος κατέπαυσε τὴν μάχην τὴν προτέραν οὕτω· τὴν ἀδελφὴν αὐτοῦ τὴν Ἐριφύλην τὴν τὸν πρότερον ἄνδρα δαμάσασαν ἔδωκε τῷ Ἀμφιαράῳ, ἥτις ὥσπερ τις ὅρκος πιστότατος δοθεῖσα τῷ Ὀϊκλέος παιδὶ Ἀμφιαράῳ καὶ γυνὴ αὐτῷ γενομένη ἔσβεσε τὴν μάχην, καὶ οὕτω τῶν ξανθοκόμων Ἑλλήνων ἐγένοντο περιφανέστεροι οἱ περὶ Ἄδραστον.

καί ποτ᾿ ἐς ἑπταπύλους Θήβας: ἐντεῦθεν δὴ καὶ εἰς τὰς Θήβας ποτὲ τὰς ἑπταπύλους στράτευμα ἤγαγον οὐκ αἰσίοις οἰωνοῖς χρησάμενοι οἱ περὶ Ἀμφιάραον καὶ Ἄδραστον· οὐδὲ γὰρ ὁ Ζεὺς ἀστραπὴν δεξιὰν μηνύσας μαργῶντας αὐτοὺς καὶ ἐπειγομένους ἀπὸ τῶν οἴκων ἀπιέναι προσέταξεν, ἀλλὰ μᾶλλον ἀποσχέσθαι τῆς ἀφίξεως. οὐδὲν γὰρ αὐτοῖς δεδώκει δεξιὸν σημεῖον. εἰς δὲ φανερὰν ἄτην καὶ βλάβην τὸ τούτων ἔσπευδε στράτευμα [καὶ] παραγενέσθαι σὺν τοῖς χαλκοῖς ὅπλοις, φησὶ τοῖς πεζοῖς, καὶ τοῖς ἱππεῦσιν.

a. Ἰσμηνοῦ δ᾿ ἐπ᾿ ὄχθαισι γλυκὺν νόστον ἐρεισάμενοι: τουτέστιν ἀποθανόντες ἐπὶ ταῖς τοῦ Ἰσμηνοῦ ἀναβολαῖς.

b. λευκανθέα δὲ λέγει τὰ σώματα· γίνεται γὰρ τὰ σώματα τῶν καιομένων νεκρῶν λευκά· ἢ τὸν καπνὸν, ὅτι ὁ καπνὸς διὰ τὴν πιμελὴν λευκός ἐστι καὶ βαρὺς, παρὸ οὐδὲ πόρρω διϊκνεῖται μετέωρος καθὼς ὁ ἐκ τῶν ξηρῶν ξύλων καπνός.

c. ὁ δὲ νοῦς· τοιγαροῦν παρ᾿ αὐταῖς ταῖς ὄχθαις τοῦ Ἰσμηνοῦ πεσόντες αὐτόθι καὶ τὴν οἴκοι ἀνακομιδὴν ἀπέθεντο, θανάτῳ λυθέντες καὶ ἑαυτῶν τὰ σώματα τροφὴν δόντες τῷ πυρί. ἑπτὰ γὰρ ὅλαι πυρκαϊαὶ τὰ τῶν νέων κατευωχήθησαν καὶ κατέφλεξαν σώματα. τὸ δὲ ἑπτὰ πυραὶ οὐ πρὸς τοὺς λοχαγούς, ἀλλὰ πρὸς τὸ τῶν νέων στράτευμα· ἐφ᾿ ἑκάστῃ γὰρ πύλῃ πολυάνδριον ἐγένετο.

a. ὁ δὲ Ἀμφιάρηϊ σχίσσε: τουτέστιν· ὁ δὲ Ζεὺς τῷ Ἀμφιαράῳ διέσχισε τὴν γῆν κεραυνὸν βαλὼν, ὥστε καταποθῆναι αὐτὸν τῷ πάντα βιαζομένῳ κεραυνῷ. τοῦτο οὖν λέγει ὡς τοῦ Ἀμφιαράου σονισταμένου τῷ Περικλυμένῳ, ὃς ἦν υἱὸς Ποσειδῶνος καὶ Χλωρίδος τῆς Τειρεσίου ὁμώνυμος τῷ Νηλέως. πρὶν οὖν φησὶν ὑπὸ τοῦ Περικλυμένου τρωθῆναι τὰ νῶτα τὸν Ἀμφιάραον φεύγοντα καταποθῆναι· ἀεὶ γὰρ ἐπεδίωκεν αὐτόν.

b. ὁ δὲ νοῦς οὕτως· ὁ δὲ Ζεὺς τῷ Ἀμφιαράῳ διέσχισε καὶ διέστησε τὴν γῆν τὴν πλατεῖαν, ἄνωθεν ἐπιπέμψας τὸν κεραυνὸν τὸν πάντας βιάζεσθαι δυνάμενον, καὶ οὕτως ὑπὸ τὴν γῆν ἐκρύφθη ὁ Ἀμφιάραος ἅμα τῷ ἅρματι τῷ ἑαυτοῦ, πρὶν ἢ τῷ τοῦ Περικλυμένου δόρατι τρωθῆναι τὰ νῶτα φεύγοντος αὐτοῦ, καὶ αἰσχύνην προστρίψασθαι τῇ ἀνδρειοτάτῃ ψυχῇ αὐτοῦ, τοῦ᾿ Ἀμφιαράου, τὸν τοιοῦτον θάνατον.

ἐν γὰρ δαιμονίοισι φόβοις: ἐν γὰρ τοῖς μεγίστοις καὶ ἐνθέοις φόβοις συνέχονται καὶ οἱ τῶν θεῶν παῖδες καὶ φεύγουσι. συγγνώμη οὖν, φησί καὶ τῷ Ἀμφιαράῳ φεύγοντι· ὁ γὰρ Ζεὺς συνεμάχει τότε τοῖς Θηβαίοις, διὸ ἔφευγε τότε ὁ Ἀμφιάραος. οὕτω καὶ ὁ Αἴας ἔφευγεν ἐντροπαλιζόμενος, ὀλίγον γόνυ γουνὸς ἀμείβων (Λ 547), τὸν Δία ἔχων ἀντιστάτην.

a. πεῖραν μὲν ἀγάνορα: πεῖραν, τὴν λῃστρικὴν ἐπίθεσιν.

b. Φοινικοστόλων ἐγχέων: μεθ᾿ ὧν οἱ Φοίνικες ἐστάλησαν δοράτων, ἤτοι ὑπὸ Φοινίκων ἐσταλμένων, ἐπειδὴ Φοίνικες ᾤκησαν τὴν Λιβύην μετὰ Καρχηδονίων, οἵτινες ἀνιόντες ἐπολέμουν Σικελούς. διὸ νῦν εὔχεται ὁ Πίνδαρος τῷ Διὶ ὥστε μὴ ἐμποδισθῆναι αὐτῶν ὀργήν.

c. ἄλλως. οἱ Καρχηδόνιοι ἦσαν τότε Φοίνικες, οἵτινες μέγα ἰσχύοντες ἐπεβάλοντο καὶ τῆς Ἰταλίας καὶ τῆς Σικελίας κρατῆσαι, ἀντεῖχον δὲ οἱ περὶ Γέλωνα καὶ Ἱέρωνα. διὸ καὶ Φοινικόστολα εἶπεν ἔγχη τὰ ὑπὸ Φοινίκων στελλόμενα ἐπὶ τὴν Ἰταλίαν. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· ὦ Ζεῦ, εἰ δυνατόν ἐστιν ἀναβαλέσθαι τὴν πεῖραν, |[*]() ἀναβάλλομαι.

d. πρὶν εἰς πεῖραν τὰ Σικελικὰ καὶ Φοινικικὰ ἔγχη συμβάλλεσθαι περὶ ζωῆς καὶ θανάτου, |[*]() ἀναβάλλομαι αὐτὰ, ὦ Ζεῦ, καὶ ὑπερτίθεμαι

e. ἢ οὕτω· τὸν μὲν πόλεμον τὸν Φοινικικὸν ἀναβάλλομαι, ὦ Ζεῦ, αἰτῶ δέ σε μοῖραν εὔνομον τοῖς παισὶ τῶν Αἰτναίων δοῦναι. τουτέστιν αἰτῶ δέ σε ἱκετεύων, ὦ Ζεῦ, ὥστε ἐπὶ πολὺν χρόνον τοῖς τῶν Αἰτναίων παισὶν εἰρήνης μοῖραν παρέχειν. ἀπὸ μέρους δὲ τὸ πᾶν, ἀπὸ τῶν Αἰτναίων δηλοῖ τοὺς σύμπαντας Σικελιώτας.

a. ἀγλαΐαισι δ᾿ ἀστυνόμοις ἐπιμίξαι λαόν: καὶ πολλαῖς εὐφροσύναις ἐπιμίξαι τοὺς ὄχλους, εὐφροσύναις δὲ ἀναστρεφομέναις κατὰ τὴν πόλιν. εἰσὶ γάρ σοι ἐνταῦθα καὶ ἱππικώτατοι ἄνδρες καὶ νικῶντες τῇ προαιρέσει τὸν πλοῦτον καὶ οὐχ ἡττώμενοι χρημάτων.

b. ἢ οὕτως· εἰσὶν ἄνδρες ἐν Σικελίᾳ καὶ φίλιπποι καὶ ἱπποτρόφοι, ὡς νῦν ὁ Χρόμιος ἵπποις νενικηκώς. εἰς τοῦτον γὰρ ἡ ἀπότασις.

a. ἄπιστον ἔειπ᾿. αἰδὼς γάρ ὑπόκρυφα κέρδει κλέπτεται: ἄπιστον δὲ εἶπον, ὡς ἔοικεν, ὅτι τὴν προαίρεσίν εἰσί τινες βελτίους χρημάτων. καὶ γὰρ αἰδὼς ὑποκλέπτεται διὰ τοῦ κέρδους, ἀντὶ τοῦ οὐκ αἰδοῦνται διὰ κέρδος τι πρᾶξαι, ἥτις αἰδὼς εὐδοξίαν φέρει.

b. καὶ ὅτι ἡ αἰδὼς ἡ φέρουσα δόξαν ἔστι· ὅτε παραλογίζεται ὑπὸ φιλοκερδείας.

c. ἄλλως. κἄν τις, φησίν, αἰδήμων ὑπάρχῃ, ὑπὸ τοῦ κέρδους παραλογίζεται· ἕνεκα γὰρ τοῦ κέρδους καὶ οἱ αἰδήμονες πολλάκις ἀναισχυντοῦσιν.

Χρομίῳ κεν ὑπασπίζων: τῷ Χρομίῳ συμπαρὼν ἂν ἔν τε πεζομαχίᾳ καὶ ἱππομαχίᾳ καὶ ναυμαχίᾳ, ἔκρινας οἷός τις ὁ κίνδυνος ὁ τῶν πολέμων. φαίνεται δὲ, ὅτι βούλεται αὐτὸν ὡς ἀνδρεῖον καὶ διασῴζοντα τοὺς συνόντας αὐτῷ ἀφόβως παραστῆσαι. ἐπεὶ πῶς ἂν ἀγαθὸς γένοιτο κριτὴς μετὰ δέους ἀναστρεφόμενος ἐν τῷ πολέμῳ;