Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. εἰ γὰρ ἦν ἐὰν ἀλάθειαν: ἔνιοι μὲν ἀνέγνωσαν ἑάν δασέως, ἀντὶ τοῦ τὴν ἑαυτοῦ· βέλτιον δὲ ψιλῶς, ὡς καὶ Διονύσιος ὁ τοῦ Χαρμίδου.

b. ἄλλως. εἰ γὰρ ἦν τὴν οὖσαν καὶ δέουσαν ἀλήθειαν πάντας γινώσκειν, οὐκ ἂν οὐδὲ ὁ Αἴας τῶν ἀριστείων ἐστερήθη. εἰ μὴ διὰ τὴν τῶν κρινάντων ὄχλων ἀμαθίαν, καὶ διὰ τὴν ὀργὴν ἐνέπηξε κατὰ τῶν φρενῶν ἑαυτοῦ τὸ ξίφος.

a. λευρὸν ξίφος: λευρὸν οἱ μὲν τὸ πλατύ· βέλτιον δὲ τὸ πλάγιον ἀκούειν, ἵνα νοήσωμεν οὐχὶ τὸ καθ᾿ ἑαυτὸ πλαγίως ἔχον, ἀλλὰ τὸ κατὰ τὴν πληγὴν πλαγίως ἐνεχθέν. οὕτω γὰρ καὶ ὁ Εὐφορίων (fr. 40) τὴν πληγὴν ὑπεστήσατο· πλευρά τε καὶ θώρηκα διήρικεν ἰνίου ἄχρις.

b. τοῦ δὲ ὃν κράτιστον καὶ ἑξῆς, ὁ νοῦς οὕτως· ὅντινα ἤγαγον αἱ τοῦ Ζεφύρου πνοαὶ, τῷ ξανθῷ Μενελάῳ τὴν δάμαρτα κομίσαι εἰς Ἴλιον. Ὅμηρος (Β 768)· ἀνδρῶν δ᾿ αὖ μέγ᾿ ἄριστος ἔην Τελαμώνιος Αἴας, ὄφρ᾿ Ἀχιλεὺς μήνιεν.

a. ἀλλὰ κοινὸν γὰρ ἔρχεται κῦμα: πάντες γὰρ ἀποθνήσκομεν καὶ οἱ ἄξιοι καὶ οἱ μή. καὶ τὸ κῦμα, φησί, τοῦ ᾅδου ἐνέπεσε τῷ ἀδοκήτῳ· τῷ μὴ δοκοῦντι νῦν τελευτήσειν, ἀλλὰ μετὰ ταῦτα, ἐςαίφνης ἐμπίπτει ὁ θάνατος. ἢ ἀδόκητον κέκληκε τὸν ἄδοξον, δοκέοντα δὲ τὸν ἔνδοξον· δοκεῖν γὰρ καὶ δοξάζειν ταὐτόν. ἐπεὶ οὖν ὁ θάνατος καὶ τὸν ἔνδοξον καὶ τὸν ἄδοξον συναναιρεῖ, σὺ ὁ μεγάλα κατεργασάμενος τῷ αἰῶνι παρακατατίθεσο τὴν μνήμην διὰ τῶν ποιημάτων.

b. ἄλλως. ἀδόκητον τὸν νεώτερόν φησιν· οὐ γὰρ προσδοκᾷ ταχέως τὸ ἀποθανεῖν· δοκέοντα δὲ τὸν πρεσβύτην· προσδοκᾷ γὰρ τὸ ἀποθανεῖν. ἐμπίπτει, φησίν, ὁ θάνατος ὁμοίως καὶ πρεσβυτέροις καὶ νεωτέροις. τὸ δὲ σύμπαν τῆς διανοίας τοιοῦτόν ἐστι· τὸ μὲν ἀποθανεῖν καὶ τοῖς νεωτέροις καὶ τοῖς πρεσβυτέροις ἐμπίπτει· ἐκείνων δὲ ἡ τιμὴ καὶ ἡ δόξα αὔξεται, ὧν ἂν ἡ Μοῦσα αὐξήσῃ τὸν ἐγκωμιαστικὸν λόγον. βούλεται δὲ εἰπεῖν, ὅτι ἀθάνατος ἡ μνήμη τῶν ἐγκωμιαζομένων.

a. τιμὰ δὲ γίνεται, ὧν θεὸς ἁβρὸν αὔξει λόγον: ἁβρὸν λόγον τὰ ἐγκώμιά φησι, θεὸν δὲ τὴν Μοῦσαν.

b. ὁ δὲ νοῦς· τούτων δὲ τιμὴ γίνεται τεθνηκότων, ὧν ἂν θεὸς αὔξῃ λόγον, τουτέστιν ὁ ποιητὴς ἐμπνευσθεὶς ὑπὸ τῶν θεῶν. τινὲς δὲ τὸ τεθνακότων πρὸς τὸ ἑξῆς.

τεθνακότων βοαθόων: πρὸς τὸ ἓν ἀκουστέον ἄχρι τοῦ ἐπεὶ πράθε, καὶ γραπτέον ἐν τῷ ε ἔμολεν. ὡς Δίδυμος, ὃς καὶ ὑφ᾿ ἓν ἀπὸ τοῦ τεθνακότων ἕως τοῦ πράθεν ἀναγινώσκει. τὸ δὲ ὅλον τοιοῦτον· ἔμολε παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου χθονὸς Νεοπτόλεμος, Πριάμου πόλιν ἐπεὶ πράθε· τεθνηκότων δὴ τῶν βοηθῶν ἐν Πυθίοις δαπέδοις κεῖται. ποίων δὲ βοηθῶν; τῶν περὶ τὸν Εὐρύπυλον, οὓς αὐτὸς ὁ Νεοπτόλεμος ἀνελὼν ἐπόρθησε τὴν Ἴλιον. οὕτω γὰρ ἴδιος ὁ πόνος ἔσται τοῦ ἥρωος. δοκεῖ δὲ ὁ Νεοπτόλεμος ἐν Δελφοῖς ἀνῃρῆσθαι καὶ τεθεῖσθαι ἐν τῷ ναῷ. ἐὰν δὲ ἐπὶ τῶν περὶ τὸν Ἕκτορα, καθὼς Ἀρίσταρχός φησιν, ἀναδράμωμεν, πρῶτον μὲν μακρόθεν ἔσται τὴν πόρθησιν συνάπτων, δεύτερον δὲ ἐπὶ τὴν κοινότητα μεταβησόμεθα, δι᾿ ἧς τὸ ἐγκώμιον οὐκ ἔσται. εἰ δὲ γράφεται ἔμολον, τῷ πληθυντικῷ ἀντὶ τοῦ ἑνικοῦ χρᾶται, ὥστε ὅμοιον εἶναι τῷ· ὁ δὲ ἀποπλέων Σκύρου μὲν ἅμαρτεν, ἵκοντο δὲ εἰς Ἔφυραν, ἀντὶ τοῦ ἵκετο. εἰς δὲ τὸ προκείμενον τείνων παρέθηκε τὴν τοῦ Νεοπτολέμου ἀπώλειαν. ὅτι ἀδοκήτως αὐτῷ συνέβη.

τᾷ καὶ Δαναοὶ πόνησαν: ὑπὲρ ἧς, φησί, καὶ οἱ Ἕλληνες ἐταλαιπώρησαν, ἢ ἐφ᾿ ᾗ, ἢ ἐν ᾗ· ἢ ταύτῃ καὶ οἱ Δαναοὶ πόνησαν, ᾗ καὶ ὁ Νεοπτόλεμος· παρόσον ἀπονοστοῦντες οἴκαδε χειμῶσιν ἐχρήσαντο καὶ ὁ Νεοπτόλεμος καὶ οἱ Ἕλληνες. Ἔφυραν δὲ εἶπε νῦν τὴν ἐν Ἠπείρῳ, ἣν Κιχυρόν φησι μετωνομάσθαι ἀπὸ Κιχύρου τοῦ Μέρμου. τέσσαρας δὲ ἀναγράφει τὰς Ἐφύρας· πρώτην μὲν τὴν αὖθις Κόρινθον ὀνομασθεῖσαν· Ὅμηρος (Ζ 152)· ἔστι πόλις Ἐφύρη. ἑτέραν δὲ τὴν περὶ Θεσσαλίαν· Ὅμηρος (α 259)· ἐξ Ἐφύρης ἀνιόντα παρ᾿ Ἴλου Μερμερίδαο. τρίτην δὲ περὶ Ἦλιν, ἧς Ἱππίας μνημονεύει (FHG II 61 M., Ι 158 J.). τετάρτην τὴν ἐν Θεσπρωτοῖς. συνήθως δὲ ὁ Πίνδαρος τῷ τῆς λέξεως κέχρηται σχήματι, συντάξας τῷ ἑνικῷ πληθυντικόν· ὁ δὲ ἀποπλέων Σκύρου μὲν ἅμαρτεν, ἑνικόν· ἵκοντο δὲ οὐκ ἐπήνεγκεν ἑνικὸν, ἀλλὰ πληθυντικὸν ἑνικῷ.

a. Μολοσσίᾳ δ᾿ ἐν βασίλευεν ὀλίγον χρόνου: ἀνάγει τοὺς χρόνους· ὕστερον γὰρ ἀπὸ Μολοσσοῦ τοῦ Νεοπτολέμου καὶ Ἀνδρομάχης τοὔνομα ἔλαβεν ἡ Μολοσσία. παρεκβαίνει δὲ εἰς τὰ περὶ Νεοπτολέμου, ὡς μὲν Ἀρίσταρχος. ὅτι ὁ νικήσας καὶ χαρισάμενος τὴν ἀνάρρησιν τῷ Σωγένει Νεοπτόλεμος ἦν τοὔνομα, Ἠπειρώτης τὸ γένος, ὅπερ οὐχ οὕτω φησὶν ἔχειν ὁ Δίδυμος· ὡς δὲ Ἀριστόδημος, ὅτι ἀλείπτῃ ἐκέχρητο τῷ Νεοπτολέμῳ. διὸ εἰς ἔπαινον τοῦ ὀνόματος τῇ ἡρωϊκῇ κέχρηται παρεκβάσει.

b. ὁ δὲ νοῦς· τὸ γένος τοῦ Νεοπτολέμου τὸ τῆς βασιλείας γέρας ἔσχεν ἀεί. δοκοῦσι γὰρ οἱ ἀπὸ Νεοπτολέμου βεβασιλευκέναι ἐπὶ πλεῖον.

ᾤχετο δὲ πρὸς θεόν: διάφοροι αἰτίαι, δι᾿ ἃς ἦλθεν εἰς Δελφοὺς Νεοπτόλεμος· καὶ οἱ μέν φασιν ὅτι παίδων αὐτῷ οὐ γινομένων ἐξ Ἑρμιόνης ἦλθε παρὰ τοῦ θεοῦ πευσόμενος ὡς παιδοποιήσεται· οἱ δὲ ὅτι ἐπιτιθέμενος τοῖς Πελοποννήσου πράγμασι διαρπάσαι πρῶτον ἐπέβαλε τὸ ἐν Δελφοῖς ἱερὸν ἤτοι χρηστήριον· ἄλλοι δὲ ὅτι δίκας αἰτήσων τοῦ πατρὸς τὸν θεόν· ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων ἐσθλὸν ἐόντ᾿ ὀλέσωσιν ἐπὶ Σκαιῇσι πύλῃσιν (X 359). οὐκ ἔοικε δὲ συγκατατίθεσθαι ὁ Πίνδαρος ταύταις ταῖς αἰτίαις, ἀλλ᾿ ὅτι τιμήσων ἦλθε τὸν θεόν.

a. ἔλασεν ἀντιτυχόντ᾿ ἀνὴρ μαχαίρᾳ: φασὶ τοῦ Νεοπτολέμου θύοντος τοὺς Δελφοὺς ἁρπάζειν τὰ θύματα, ὡς ἔθος αὐτοῖς· τὸν δὲ Νεοπτόλεμον δυσανασχέτως ἔχοντα διακωλύειν· αὐτοὺς δὲ διαχρήσασθαι αὐτὸν ξίφη ἔχοντας. b. ἄλλως. Ἀσκληπιάδης διὰ τῶν Τραγῳδουμένων (FHG III 303 M., I 171 J.) φησὶν οὕτως· περὶ μὲν οὖν τοῦ θανάτου σχεδὸν ἅπαντες οἱ ποιηταὶ συμφωνοῦσι, τελευτῆσαι μὲν αὐτὸν ὑπὸ Μαχαιρέως, ταφῆναι δὲ τὸ μὲν πρῶτον ὑπὸ τὸν οὐδὸν τοῦ νεώ, μετὰ δὲ ταῦτα Μενέλαον ἐλθόντα ἀνελεῖν, καὶ τὸν τάφον ποιῆσαι ἐν τῷ τεμένει. τὸν δὲ Μαχαιρέα φησὶν υἱὸν εἶναι Δαίτα.

c. τρεῖς δὲ αἰτίας ὑπὲρ τοῦ θανάτου τοῦ Νεοπτολέμου πορίζεται· πρῶτον μὲν, ὅτι τὸ πεπρωμένον αὐτῷ ἀπέδωκε· δεύτερον δὲ, ὅτι πρέπον ἦν ἕνα τῶν Αἰακιδῶν καὶ ὀφειλόμενον σύνοικον εἶναι τῷ Ἀπόλλωνι· ἐτάφη γὰρ ὑπὸ τὸν οὐδὸν τοῦ ἱεροῦ· ἡ δὲ τρίτη, ὅτι ἐπισκοπεῖ τὰς τελουμένας θυσίας τοῖς ἥρωσι. λέγεται γὰρ, ὅτι μετὰ τὸ θῦσαι ἐναγισμοὺς ἐπέσπενδον.

a. ἡρωΐαις δὲ πομπαῖς: γίνεται ἐν Δελφοῖς ἥρωσι ξένια, ἐν οἷς δόκεῖ ὁ θεὸς ἐπὶ ξένια καλεῖν τοὺς ἥρωας. εἶναι οὖν μόρσιμον ἐν ταῖς πομπαῖς ταῖς ἡρωΐαις καὶ ταῖς πανηγύρεσιν, ἐν αἷς ἐκήρυσσον τοὺς ἥρωας, θυσίαις ταῖς πολυθύτοις ἐπισκοπεῖν μετὰ Θέμιδος καὶ τὰ νομίμως γινόμενα αὐτοῖς ξένια ἐφορῶντα.

b. ὁ δὲ νοῦς· ταῖς δὲ ἡρωϊκαῖς πομπαῖς καὶ πανηγύρεσι ταῖς πολυθύτοις οἰκεῖν προσῆκον τὸν Νεοπτόλεμον ὄντα δίκαιον ἔφορον.