Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. Εἰλείθυια πάρεδρε Μοιρᾶν: ζητεῖται διατί ἀπὸ τῆς Εἰλειθυίας εἰσβέβληκε, καὶ τί δήποτε τῇ Εἰλειθυίᾳ προσδιαλέγεται. ἔνιοι μὲν οὖν φασι νέον ὄντα τὸν Σωγένην ἑτέρου νικήσαντος αὐτὸν κατὰ χάριν ἀνηγγέλθαι τοῦ πατρὸς Θεαρίωνος εἰς τοῦτο φιλοτιμηθέντος, τὸν δὲ ἀγωνισάμενον Νεοπτόλεμον τοὔνομα Ἀχαιόν· παρὸ καὶ εἰς τοὺς ὑπὲρ Νεοπτολέμου τοῦ Ἀχιλλέως τὸν ποιητὴν παρεκβῆναι λόγους. αὐτοσχέδιον δέ φησι τοῦτο εἶναι ὁ Δίδυμος· οὐδεὶς γὰρ ἀφ᾿ ἑτέρου ὀνόματος κηρύττεται, μόνον δὲ ἐν τοῖς ἱππικοῖς ἀγῶσι νενόμισται τὸ ἔθος, ὥστε τοὺς βασιλέας καὶ τυράννοις ἀναγράφεσθαι· πλούτου γὰρ καὶ χορηγίας τὴν ἱπποτροφίαν ἐπίδειξιν εἶναι καὶ οὐ ῥώμης. ἔνιοι δέ φασι |[*]() πρὸς τοὔνομα τοῦ Σωγένους παρειλκύσθαι τὴν Ἐἰλείθυιαν· εἶναι γὰρ αὐτὴν σωγενῆ τινα διὰ τὸ τὰ γεννώμενα ἀνασῴζειν· τὸν οὖν Πίνδαρον ψυχρευσάμενον |[*]() πρὸς τοὔνομα τῆς Εἰλειθυίας μεμνῆσθαι. καὶ τοῦτο δὲ οὐκ εὖ· τότε γὰρ καταφέρεται εἰς τοῦτο ὁ Πίνδαρος, ὅταν ὑπῇ τις ὁμωνυμία· οἷον (fr 120) Ὀλβίων ὁμώνυμε Δαρδανιδᾶν, παῖ θρασύμηδες Ἀμύντα· καὶ (fr. 105)· Σύνες ὅ τι λέγω, ζαθέων ἱερῶν ὁμώνυμε πάτερ, κτίστορ Αἴτνας. νῦν δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἔνιοι δὲ τὸν πατέρα τοῦ Σωγένους Θεαρίωνα τῇ Εἰλειθυίᾳ ἔφασαν ἱερᾶσθαι· ἀμάρτυρον δὲ καὶ τοῦτο. οἱ δὲ, ὅτι ἐν γειτόνων ἦν τῷ Σωγένει ἱερὸν Εἰλειθυίας. οὐδὲ τοῦτο δὲ ἱστορεῖται. ἄλλοι δὲ ἔφασαν, ὅτι τοὺς ἐκ φύσεως ἀγαθοὺς ἐπαινεῖ πάντοτε ὁ Πίνδαρος μᾶλλον τῶν ἐκ διδασκαλίας· καὶ ἡ Εἰλείθυια οὖν τὸν Σωγένην εὐθέως ὑπὸ τὴν γένεσιν ἐπιτήδειον κατεσκεύασε πρὸς ἄθλησιν. οἱ μὲν γὰρ ἄλλοι τῶν θεῶν αὐξανομένοις ἀγαθὰ δωροῦνται, ἡ δὲ Εἰλείθυια αὐτὴν τὴν πρώτην καταβολήν. ἔστι δὲ καὶ πρὸς τοῦτο λέγειν· τί δήποτε τὴν Ειλείθυιαν ἰδίως ἐπὶ τοῦ Σωγένους παρέλαβεν, ἀλλ᾿ οὐχὶ καὶ ἐπ᾿ ἄλλων εὐφυΐᾳ διενεγκόντων: Ἀριστόδημος δὲ ὁ Ἀριστάρχου μαθητὴς βελτιον οὕτω φησίν· ὀψέ ποτε τῷ Θεαρίωνι καὶ παρὰ τὴν ἡλικίαν ἤδη προήκοντι, εὐξαμένῳ τῇ θεῷ Σωγένην τεκνωθῆναι, καὶ τὴν τοῦ παιδὸς αὐτοῦ γέννησιν οἷον Εἰλειθυίας εἶναι χάριν. διὰ τὴν ἰδιότητα οὖν τῆς γενέσεως τοῦ ἀθλητοῦ πρὸς τὴν θεὸν ταύτην ἐπήρεισε τὸν λόγον. ἐπιστοῦτο δὲ τοῦτο ἐξ ἐπιγράμματος Σιμωνίδου (fr. 166). ἑνικῶς δὲ εἶπεν Εἰλείθυια. ὡς καὶ Ἡσίοδος (th. 922)· ἣ δ᾿ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτεν. ὁ δὲ Ὅμηρος (Π 187 al.; Λ 270 al.) ἑκατέρως. ὅτι δὲ τῆς Ἥβης ἀδελφὴ ἡ Εἰλείθυια, πρόκειται τὰ Ἡσιόδου.

b. ὁ δὲ νοῦς· ὦ Εἰλείθυια, παῖ μὲν τῆς μεγαλοσθενοῦς καὶ ἰσχυρᾶς Ἥρας, πάρεδρε δὲ τῶν συνετῶν Μοιρῶν. τοῦτο δέ φησιν, ἐπεὶ δοκοῦσι παρὰ τὸν τῶν ὠδίνων καιρὸν παρεστάναι καὶ ἐπικλώθειν τὰ τῆς εἱμαρμένης.

a. ἄνευ σέθεν οὐ φάος οὐ μέλαιναν δρακέντες: ἄνευ γὰρ σοῦ, ὦ Εἰλείθυια, οὔτε τὴν ἡμέραν οὔτε τὴν νύκτα θεωρήσαντες ἠδυνήθημεν τῆς σῆς ἀδελφῆς Ἥβης τυχεῖν. εἰκότως· οὐ γὰρ οἷόν τε μὴ γεννηθέντα καὶ ταῦτα ἰδεῖν καὶ αὐξηθῆναι.

b. ἢ οὕτως· ἢ γὰρ ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ γεννώμεθα, οὐκ ἄνευ σοῦ τὴν σὴν ἀδελφὴν ἐλάχομεν τὴν Ἥβην· οἷον, εἰ μὴ ἐγεννήθημεν, οὐδ᾿ ἂν ἠκμάσαμεν.

c. ἀγλαόγυιον δὲ αὐτήν φησιν, ἐπεὶ ὃν ἡβῶμεν χρόνον, εὐπρεπέστεροι αὐτοὶ ἑαυτῶν γινόμεθα. κἂν γὰρ αἰσχροὶ ὦσί τινες τὰς φύσεις, διαφορώτεροι ἑαυτῶν γίνονται κατὰ τὸν τῆς ἀκμῆς χρόνον.

ἀναπνέομεν δ᾿ οὐχ ἅπαντες ἐπ᾿ ἴσα: ζῶμεν δὲ οὐχ ὁμοίως πάντες, φησίν, ἀλλ᾿ οἱ μὲν πλουτοῦσιν, οἱ δὲ οὔ· καὶ οἱ μὲν ἔρρωνται, οἱ δὲ οὔ. εἶτα ἔξωθεν προσληπτέον τὸ πράγματα. διακωλύει δὲ ἕτερον ἕτερα, καὶ διαζεύγνυσιν ἡμᾶς ἀπ᾿ ἀλλήλων, ἢ ἀπ᾿ ἄλλων πραγμάτων, τὰ συγκεκληρωμένα ἡμῖν πράγματα.

a. σὺν δὲ τὶν καὶ παῖς ὁ Θεαρίωνος: σὺν σοὶ δὲ, ὦ Εἰλείθυια, ἀντὶ τοῦ διὰ σὲ γεγονὼς καὶ ὁ τοῦ Θεαρίωνος παῖς Σωγένης ἔκκριτος γενόμενος, ἔνδοξος καὶ ἀγωνιστικὸς ὑμνεῖται καὶ πένταθλος ἀγωνίζεται. εἰκότως δὲ οὕτως ἐστὶν ἔνδοξος, ἐπειδὴ καὶ τὴν εὔυμνον Αἴγιναν τὴν τῶν γενναίων Αἰακιδῶν οἰκεῖ. φιλόμολπον δὲ ταύτην καλεῖ διὰ τοὺς γράφοντας τοῖς νικῶσιν ἐπινίκους. σύμπειρον δὲ τὸ συμπεπερασμένον. σφόδρα δὲ ἀεὶ θέλουσι, φησί, τὴν ἑαυτῶν ψυχὴν οἱ Αἰγινῆται συμπεπερασμένην ἔχειν τῇ νίκῃ τῇ πενταθλικῇ. 16a

b. ἣ οὕτως· οἷον μὴ ἀπείρατοι τῶν ἀγώνων εἶναι, τουτέστι πειρᾶσθαι θέλουσι τῶν ἀγώνων, ἐνεργεῖν θέλουσι διὰ τῆς πείρας. δύναται δὲ καὶ ἰδίως ἀκούεσθαι ὡς φιλοπεντάθλων ὄντων τῶν Αἰγινητῶν, ἐπειδὴ Πηλεὺς δοκεῖ εὑρηκέναι τὸν πένταθλον Αἰγινήτης ὑπάρχων καὶ Αἰακίδης.[*]()

a. εἰ δὲ τύχῃ τις ἔρδων: εἰ δὲ ἐπιτύχῃ τις πράσσων, τὴν ἡδεῖαν αἰτίαν τοῦ αὐτὸν ἐπιτετυχηκέναι ταῖς ῥοαῖς τῶν Μουσῶν ἐνέβαλε, τουτέστι τοῖς ὕμνοις τοῖς εἰς αὐτὸν γραφομένοις.[*]()

b. ὁ δὲ νοῦς· ἐὰν δέ τις σὺν εὐτυχίᾳ εἴη τι πράττων, ἡδεῖαν πρόφασιν τοῖς τῶν Μουσῶν ῥεύμασιν ἔδωκε.

a. ταὶ μεγάλαι γὰρ ἀλκαί: αἱ γὰρ μεγάλαι δυνάμεις καὶ τὰ μείζονα κατορθώματα ὕμνων χρῄζοντα σκότον καὶ ἀφάνειαν ἔχουσιν.

b. ἢ οὕτως· αἱ μεγάλαι ἀλκαὶ ὕμνων δεόμεναι σκότον πολὺν ἔχουσι, τουτέστιν ἀφανεῖς γίνονται, ἐὰν μὴ ὑμνηθῶσιν.

a. ἔργοις δὲ καλοῖς ἔσοπτρον: τοὺς ἀγαθόν τι πράξαντας, φησί, φιλοτιμεῖσθαι δεῖ τὰ ἴδια ἔργα διὰ τῶν ποιημάτων καὶ παραδιδόναι ἔπειτα λαμπρότατα.

b. ἄλλως. ἔσοπτρόν φησι τῶν καλῶν ἔργων τὸν ὕμνον εἶναι, ὅτι ὥσπερ ἡμεῖς διὰ κατόπτρου γινώσκομεν, οὕτω τὰ καλὰ ἔργα διὰ τῶν ὕμνων θεωρεῖται ὡς δι᾿ ἐσόπτρου· κἂν τελευτήσωσιν οἱ πράξαντες, ἐμβλέψαντες ὡς εἰς κάτοπτρον ἀρετῆς τοὺς ὕμνους ἀντιλαμβανόμεθα τῶν καλῶν ἔργων.

c. ὁ δὲ νοῦς· τοῖς δὲ καλοῖς ἔργοις λαμπρότητα ἴσμεν ἑνὶ τρόπῳ γινομένην, διὰ δὴ τῶν ὕμνων.

a. σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον: οἱ μὲν οὕτως· ὥσπερ τῶν κυβερνητῶν οἱ σοφοὶ ἐπιτηδείου πνέοντος ἀνέμου οὐχ ὑπτιοῦνται πρὸς τὸ παρὸν ἀγαθόν, ἀλλὰ καὶ μετὰ τρεῖς ἡμέρας ἐσόμενον ἄνεμον προγινώσκουσι καὶ προορῶσι τὸ μέλλον· οὕτω καὶ τοὺς ἀνθρώπους τοὺς συνετοὺς προσῆκόν ἐστι μὴ τῷ παρόντι πλούτῳ βουκολεῖσθαι τὰς ἐλπίδας, ἀλλὰ φροντίζειν τοῦ μετὰ ταῦτα καὶ ἄξιόν τι δρᾶν, ὅπως καὶ μετὰ ταῦτα ὑμνηθέντες ἀθάνατον ἔχωσι τὴν εὐδοξίαν. καὶ γὰρ οἱ πλούσιοι καὶ οἱ πένητες ὁμοίως τελευτῶσι. διὸ δεῖ τῆς μετὰ ταῦτα μελλούσης εὐδοξίας φροντίζειν. οἱ δὲ οὕτως· ὥσπερ γὰρ τῶν ἐν εὐδίᾳ πλεόντων οἱ σοφοὶ καὶ τῶν μετὰ ταῦτα ἀνέμων φροντίζουσι, καὶ οὐχὶ διὰ τὸ παρὸν κέρδος, κέρδος δὲ τὸ τοῦ πλοῦ εὔδιον, ἐζημιώθησαν τὸν μετὰ ταῦτα πλοῦν, οὐδὲ ἀπώλοντο ἀμελήσαντες, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα προορώμενοι καὶ ἀσφαλισάμενοι ἐσώθησαν· οὕτω δέον μὴ φιλοκερδεῖς εἶναι, ἀλλὰ προΐεσθαι τοῖς ποιηταῖς μισθὸν, ὅπως ἄν σχῶσι τῆς ἀρετῆς ἀδιάλειπτον τὴν μνήμην. ὅτι δὲ φιλοκερδὴς πανταχοῦ ὁ Πίνδαρος, ἐκ τῶν φθασάντων δῆλός ἐστιν. οἰκειοτέρα δὲ αὕτη ἡ ἐκδοχὴ, ὡς ἐξ ὧν ἐπάγει. φησὶ γὰρ ὅτι ὁμοίως καὶ ὁ πλούσιος καὶ ὁ πένης τελευτᾷ· διὸ δεῖ τὸν πλούσιον τῆς μετὰ ταῦτα εὐδοξίας φροντίζειν. οὐ γὰρ ἔστιν ἀργυρίῳ τὸν θάνατον παραιτήσασθαι.

b. ὁ δὲ νοῦς· οἱ σοφοὶ δὲ τῶν κυβερνητῶν προορῶνται. τίς ἐπὶ τρεῖς ἡμέρας πνεύσεται ἄνεμος, ἢ τίς εἰς τρίτην ἡμέραν πνεύσεται.

a. ἐγὼ δὲ πλέον ἔλπομαι λόγον: ἐγὼ δέ, φησίν. ἐλπίζω αὐτὸν μὴ τοσαῦτα πεπραχέναι μηδὲ τοιαῦτα τὸν Ὀδυσσέα, οἷα Ὅμηρος κεκήρυχε περὶ αὐτοῦ. ἀγαθοῦ γὰρ τυχὼν ποιητοῦ ἐνδοξότερα καὶ μείζονα ἔσχεν ἔργα ἢ κατώρθωσε· δυνατοὶ γάρ εἰσιν οἱ ποιηταὶ τὰ τυχόντα ἔργα μεγαλύνειν καὶ αὔξειν. διὸ καὶ σὺ φρόντιζε τοῦ ὑμνεῖσθαι.

b. ὁ δὲ νοῦς· ἐγὼ δὲ μᾶλλον ἐλπίζω διὰ τὴν Ὁμήρου ποίησιν ζῆν ἐπιπλέον καὶ θρυλλεῖσθαι τὴν Ὀδυσσέως εὐδοξίαν. τοῖς γὰρ περὶ Ὀδυσσέως κεκηρυγμένοις σεμνότης τις ἐπήνθει. ποτανὴν δὲ μηχανὴν τὰ ποιήματα εἶπε, καθὸ ὑψοῖ καὶ μετεωρίζει τὰς ἀρετὰς τῶν ὑμνουμένων, ἢ καθὸ τὰ ἔπη κοινῶς λέγεται παρ᾿ Ὁμήρῳ πτερόεντα, ἢ διὰ τὸ οὕτω μεμηχανῆσθαι ὥστε κατὰ πᾶσαν χώραν πέτεσθαι καὶ διϊκνεῖσθαι.

a. σοφία δὲ κλέπτει παράγοισα μύθοις: ἡ τοῦ Ὁμήρου σοφα κλέπτει τὸν νοῦν ἡμῶν, ὥστε τὰ ψευδῆ δοκεῖν ἀληθῆ εἶναι διὰ χάριν καὶ σεμνότητα. ἡ ἀπότασις πρὸς τὰ ἑξῆς ἱστορούμενα περὶ τοῦ Αἴαντος.

b. καθόλου ἡ σοφία ἔχει κλέψαι τὸν νοῦν τῶν ἀνθρώπων.

c. ἢ οὕτως· ἡ δὲ σοφία καὶ ὁ λόγος ἱκανός ἐστί τινα παραπείθων ὑποκλέψαι τὴν ἀλήθειαν· τυφλὸν γὰρ καὶ ἀνόητον ἦτορ ἔχει ὁ πολὺς τῶν ἀνδρῶν ὄχλος. βούλεται δὲ τὸν δημώδη λέγειν.