Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει: Ἀρίσταρχος οὕτως· ἐπεὶ μέμψις τοῖς Αἰγινήταις πρὸς τὸν ποιητὴν ἦν χάριν τοῦ Νεοπτολέμου, εἰς τὴν ἀπολογίαν τὴν περὶ Νεοπτόλεμον δικαίως διαρκέσει τρία ἔπεα, φησίν· ὅτι μόρσιμον ἦν αὐτῷ οὕτω τελευτῆσαι, καὶ ὅτι πεπρωμένον ἦν ἕνα τῶν Αἰακιδῶν ἀποθανόντα τεθῆναι ἐν τῷ ναῷ, τρίτον ὅτι ταῖς ἡρωΐαις πομπαῖς ἕνα τῶν Αἰακιδῶν θεμίσκοπον εἶναι. τρεῖς οὖν φησι λόγους ἱκανοὺς εἶναι εἰς τὴν εὐώνυμον δίκην· οἷον ἱκανὰς εἶναι τρεῖς αἰτίας, ἃς ἐξαριθμεῖται, τοῦ δικαίως αὐτῷ συμβεβηκέναι τὸν θάνατον. ἔνιοι δὲ οὕτως ἀπολογοῦνται περὶ τῆς τοῦ Νεοπτολέμου τελευτῆς, τρία φέροντες ταῦτα, ὅτι τὸ ὑπὲρ τῶν κρεῶν εἰπεῖν ἀνῃρῆσθαι, καὶ ὅτι οἱ Δελφοὶ ἐβαρύνθησαν ἐπὶ τῇ ἀπωλείᾳ αὐτοῦ, καὶ ὅτι πεπρωμένον ἦν αὐτὸν ἀναιρεθῆναι. ὁ δὲ Ἀριστόδημος ἔπεα τρία τὰς τριάδας ἀκούει· τὴν γὰρ ἀρχὴν ἔπος προσηγόρευον τὴν στροφὴν καὶ τὴν ἀντιστροφὴν καὶ τὴν ἐπῳδόν· τρεῖς δὲ λοιπὸν ὑπεῖναι τῷ ἐπινίκῳ τριάδας.

Αἴγινα, τεῶν Διός τ᾿ ἐκγόνων: ὦ Αἴγινα, τῶν τε σῶν καὶ τοῦ Διὸς ἐκγόνων, τῶν Αἰακιδῶν δὲ λέγει, τὸ ταῖς λαμπραῖς ἀρεταῖς, αἷς οἴκοθεν ἔχετε, ὁδὸν κυρίαν λόγων, ἀντάξιον, κυρίως ἔχουσαν, εἰπεῖν ἀδύνατόν μοι καὶ τολμηρὸν τυγχάνει. τοῦτο δέ φησιν ὡς οὐ δυνησόμενος θρασέως τὴν τῶν Αἰακιδῶν ἀρετὴν διεξιέναι· πολλοῖς γὰρ ἀνήνυτόν φησι τοῦτο.

ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ: βούλεται ἤδη λῆξαι τῆς περὶ Νεοπτόλεμον παρεκβάσεως. ἀναπαύσομαι ἤδη λέγων περὶ αὐτοῦ, ἐπεὶ κόρος ἔπεστι πᾶσι. κόρον γὰρ ἔχει καὶ τὸ μέλι, φησί, καὶ τὰ Ἀφροδίσια. παρὰ τὸ Ὁμηρικόν (Ν 636)· πάντων μὲν κόρος ἐστί.

φυᾷ δ᾿ ἕκαστος διαφέρομεν: διαφέρομεν, φησίν, ἄλλοι ἄλλων τῇ φύσει· οὐ πρὸς πάντα πάντες εὐφυεῖς ἐσμεν, ἀλλ᾿ ἄλλοι περὶ ἄλλα· ἄλλος γάρ τ᾿ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις (ξ 228)· τὸ δὲ τυχεῖν πάντων τῶν ἀγαθῶν ἕνα καὶ παραμεῖναι αὐτῷ μέχρι τέλους ἀδύνατον.

Θεαρίων, τὶν δ᾿ ἐοικότα: σοὶ δέ, φησίν, ὧ Θεαρίων, ἡ τύχη καιρὸν εὐδαιμονίας ἁρμόδιον δωρεῖται, ὅτι γεγηρακότι ἀνακουφίζεταί σοι τὸ γῆρας ταῖς τοῦ παιδὸς εὐδοξίαις.

τόλμαν τε καλῶν ἀραμένῳ: ὅλως ἀποδέχεται ὁ Πίνδαρος τὴν μετὰ συνέσεως τόλμαν· τόλμα τέ μιν ζαμενὴς καὶ σύνεσις πρόσκοπος ἐσάωσεν (fr. 231)· ἡ μὲν σύνεσις προεπισκοποῦσα, πῶς ἐκβήσεται, ἡ δὲ τόλμα ἐγχείρησις οὖσα. θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων (η 51).[*]()

[*]()a. ξεῖνός εἰμι σκοτεινὸν ἀπέχων ψόγον: ξένος εἰμί, φησί, τῶν Αἰγινητῶν, τὸν ἐπισκοτοῦντα ψόγον ἀπέχων.

[*]()b. οὐδείς με ψέγει, ὅτι ἐπαινῶ τοὺς Αἰγινήτας οὐ γὰρ πολίτας ὄντας ἐμαυτοῦ διὰ τοῦτο ἐπαινῶ· προσχαρίζεσθαι γὰρ ἂν ἐδόκουν διὰ τὴν οἰκειότητα ἐγκωμιάζων· ὁ γὰρ ἐξ οἴκου ποτὶ μῶμον ἔπαινος κίρναται (fr. Pind. 181)· νῦν δὲ οὐκ ὢν ἐξ οἴκου ἐπαινῶ αὐτούς· διὸ οὐ φθονηθήσομαι. Δίδυμος δὲ, οὐδένα ψέξω, φησί, καὶ ὅτι τοῦτο οὐκ ἀλλότριον τοῦ Πινδάρου, ἄλλα γὰρ πολλὰ αὐτῷ τοιαῦτα εἴρηται. τοῦτο δὲ λέγει, παρὸ εἰώθασιν οἱ πολῖται ἀεὶ φθονεῖν τοῖς κατά τι προέχουσι· διὰ τοῦτό φησιν ὁ Πίνδαρος ξένος εἶναι καὶ τὸν σκοτεινὸν ψόγον ἄποθεν ἔχειν· καὶ οὐδένα, φησί, ψέξω, μᾶλλον δὲ τὸ κλέος τὸ ἀληθὲς ὥσπερ ὕδατος ῥοὰς εἰς τὸν φίλον ἄγων ἄνδρα αἰνέσω, ὡς ὕδωρ ὀχετηγός. ὡς γὰρ ἐκεῖνος ἀμφυτὰ ἄγων τὸ ὕδωρ ἐπὶ τὰ δένδρα τρέφει αὐτὰ, οὕτω κἀγὼ τὰς τοῦ ὕμνου ῥοὰς ἐπὶ σὲ, τὸν φίλον ἄνδρα, ἐπαινέσω σου καὶ αὐξήσω τὸ κλέος.

c. ὁ δὲ νοῦς· ξένος ὢν λέγω τἀληθῆ, τοῦ φθόνου ἐκτὸς ὢν τοῦ πολιτικοῦ. ἔμφυτον γὰρ τοῖς πολίταις τὸ ἀλλήλοις διαφθονεῖν· καὶ ὥσπερ τὰ ὕδατα ὀχετηγὸς ἀψαύστως, οὕτω καὶ ἐγὼ διαπορθμεύσω τοῦ ἀνδρὸς τὴν ἀρετὴν τοῖς ὕμνοις καὶ τὴν περὶ τοὺς ἀγῶνας αὐτοῦ εὐδοξίαν ἀψευδῶς καὶ ἀληθῶς ἐπαινέσω· πρόσφορος γάρ ἐστι τοῖς ἀγαθοῖς καὶ ἀνδρείοις ὁ μετὰ τοῦ ἀληθοῦς ὕμνος.

a. ἐὼν δ᾿ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ᾿ ἀνήρ: Ἀχαιὸν ἄνδρα τὸν Ἠπειρώτην· ἢ αὐτὸν τὸν Νεοπτόλεμον ἢ ἕνα τῶν Ἠπειρωτῶν. Ἀχαιὸς γὰρ οὐ καθάπαξ ὁ Ἠπειρώτης, ἀλλὰ Μυρμιδών· Ἀχαιοὶ γὰρ οἱ ἀπὸ τῆς Θεσσαλίας ταχθέντες ὑπὸ Νεοπτολέμῳ ἀπεπλάγχθησαν εἰς τὴν Μολοσσίαν καὶ κατῴκησαν εἰς τὴν Ἤπειρον. οὐ μέμψοιτο ἂν οὖν με Ἀχαιὸς ἀνὴρ ἐπὶ τῷ δοκεῖν μικρολόγον παρεστακέναι τὸν Νεοπτόλεμον, ὅτι εἶπον αὐτὸν περὶ κρεῶν μεμαχῆσθαι καὶ διὰ τοῦτο ἀπολωλέναι. καθόλου γὰρ ἀπολογεῖσθαι βούλεται περὶ τοῦ Νεοπτολέμου θανάτου πρὸς τοὺς Αἰγινήτας. ἐκεῖνοι γὰρ ᾐτιῶντο τὸν Πίνδαρον, ὅτι γράφων Δελφοῖς τὸν Παιᾶνα ἔφη (Paean VI 117)· ἀμφιπόλοισι μαρνάμενον μοιριᾶν περὶ τιμᾶν ἀπολωλέναι. ἀπολογούμενος γάρ τι ἀντεισήγαγε τοῦτο ὁ Πίνδαρος, ὅτι οὐκ ἔφησε περὶ χρημάτων γεγονέναι τῷ Νεοπτολέμῳ τὴν μάχην, ἀλλὰ περὶ τῶν νομιζομένων τιμῶν τοῖς Δελφοῖς. ὃ οὖν λέγει, τοιοῦτόν ἐστι· παρὼν δέ τις ἐνταῦθα Δωδωναῖος οὐ μέμψεταί μοι ὡς ἐνυβρίσαντι τῷ Νεοπτολέμῳ.

b. ἢ οὕτως· ἐγγύς μου γενόμενος καὶ ἀκούσας αὐτὸς ὁ Νεοπτόλεμος, ὧν εἶπον, ἢ ἕτερος Ἠπειρώτης, οὐκ ἂν μέμψοιτο.

a. Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων: δοκεῖ ὁ Νεοπτόλεμος τὴν τοῦ πατρὸς ἀρχὴν διαδέξασθαι τῶν Μυρμιδόνων καὶ ἡγήσασθαι ἐν Τροίᾳ. οὗτοι δὲ καὶ Ἀχαιοὶ ἐκαλοῦντο, καθά φησι καὶ Ὅμηρος (B 684)· Μυρμιδόνες δ᾿ ἐκαλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί. οὗτοι δὲ κατὰ τὸν Ἰόνιον πόντον ᾤκησαν, καθὰ καὶ αὐτὸς ὁ Πίνδαρος σημαίνει λέγων (N. IV 51)· Νεοπτόλεμος δ᾿ Ἀπείρῳ διαπρυσίᾳ. βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται, Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.

b. τὸ δὲ προξενίᾳ ἀμφίβολον πότερόν φησιν ὁ Πίνδαρος, μὴ μεμφθῆναι ἂν ὑπὸ τῶν Αἰακιδῶν· πρόξενον γὰρ ὄντα μὴ ἄν ποτε κατὰ Νεοπτολέμου εἰπεῖν· καὶ ὅτι πρόξενος ὢν αὐτοῖς ἐπ᾿ οὐδενὶ μεμφθήσομαι· θαρρῶ γὰρ αὐτοῖς· οἷον οὐδείς με μέμψεται· ἢ πέποιθα τῇ προξενίᾳ τῇ πρὸς τοὺς Ἠπειρώτας· ἢ πιστεύω καὶ τῇ συγγενείᾳ ᾗ ἔχομεν Θηβαῖοι πρὸς τοὺς Αἰγινήτας. διὸ οὐ μέμψονταί μοι οὐδὲ οὗτοι.[*]()

a. ἐν τοῖς ἰδίοις δημόταις καταφανής εἰμι ὡς ἂν οὐδενὶ ἐνεχόμενος ἀτόπῳ πράγματι.[*]()

b. ὄμματι δέρκομαι λαμπρόν: καὶ ἐν τοῖς ἰδίοις μου πολίταις ὁρῶ οὐχ ὑπέρλαμπρον καὶ ὑπεροπτικόν, ἀλλὰ μέτριός τις καὶ χρηστὸς τυγχάνω. ἡ δὲ ὑπέρ συναπτέα τοῦ βάλλων, ἵν᾿ ᾖ οὐχ ὑπέρλαμπρον βάλλων.

c. ἢ οὕτως· οὐδὲ μὴν ἄλλως, φησίν, ἐν τοῖς πολίταις ὑπεροπτικός εἰμι καὶ ὑπέρογκος, οὐ προσβλέπων τοὺς πολίτας ὄμματι λαμπρῷ καὶ ὑπερηφάνῳ, ἀλλὰ προσμειδιῶντι καὶ προσηνεῖ, ὥστε καὶ διὰ τοῦτο ἄμεμπτος εἶναι.