Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. βοτάνα τέ νίν ποθ᾿ ἁ λέοντος: βούλεται ἡ ἱστορία ἐκ τοῦ Ἀρχεμόρου αἵματος ἀναδεδόσθαι τὸ βοτανίδιον· οἱ δὲ, ὃ καὶ βέλτιον, βοτάνη λέοντος ἡ Νεμέα, παρόσον κατ᾿ αὐτὴν διῆγεν ὁ λέων βοσκόμενος.

[*]()b. ἄλλως. βοτάνην λέοντος τὸ σέλινον δεκτέον. σέλινον γὰρ ὁ αὐτόθι στέφανος,

[*]()b. ἄλλως. βοτάνη λέοντος ἤτοι καθολικῶς ἡ Νεμέα, ἢ τὸ σέλινον δεκτέον,[*]() ὅτι ὁ Ἡρακλῆς καταγωνισάμενος τὸν λέοντα τοῦτο ἐνομοθέτησεν εἶναι τὸ στέμμα.

c. ἀλλ᾿ ἀλόγως· φαίνεται γὰρ ἐπ᾿ Ἀρχεμόρῳ ὅ τε ἀγὼν τεθεὶς καὶ τὸ σέλινον τοῖς νικῶσι διδόμενον.[*]()

d. ὁ δὲ νοῦς· καὶ ἡ Νεμέα δέ ποτε νικήσαντα τὸν Καλλίαν ἔστεψεν, ἥτις Νεμέα ἐστὶν ὑπὸ τοῖς συμφύτοις καὶ ἀρχαίοις τοῦ Φλιοῦντος ὄρεσι. θέλει δὲ αὐτὸν καὶ Νεμεονίκην ἀποδεῖξαι.[*]()

[*]()δασκίοις: τοῖς συνδένδροις, ἢ παρὰ τὸ ὑψηλὸν τοῖς μεγίστην σκιὰν ἀπεργάζεσθαι δυναμένοις. κεῖται δὲ ἡ Νεμέα παρὰ τὰ Φλιάσια ὄρη, παράκειται δὲ καὶ πόλις ὁμώνυμος ἡ Φλιοῦς, ἡ πρότερον Ἀραιθυρέα καλουμένη, ἣν καὶ Ὅμηρος οὕτω φησί (Β 571).

[*]()πλατεῖαι πάντοθεν λογίοισι: πολλαὶ καὶ πλατεῖαι ἀφορμαί εἰσι τοῖς ἐλλογίμοις, φησί· πάλιν τοὺς ποιητὰς ἀκουστέον· ὥστε ὑμνεῖν τὴν νῆσον ταύτην τὴν Αἴγιναν· ἐπειδὴ αὐτοῖς χορηγίαν παρέχουσιν ἐπαίνων οἱ Αἰακίδαι, καὶ ἐξαίρετον ἀρετὴν ἐπεδείξαντο. ἀμφίβολον δὲ πότερον τοῖς προκειμένοις λόγοις παρέσχον μοῖραν πλείστην οἱ Αἰακίδαι, ἢ οἱ Αἰακίδαι ἔπορον ἔξοχον αἶσαν τοῖς ἰδίοις πολίταις δοξάζοντες αὐτούς.

[*]()καὶ ἐς Αἰθίοπας Μέμνονος οὐκ ἂν ἀπονοστάσαντος ἐπᾶλτο: ἔστι καὶ συνεσταλμένως καὶ βαρυτόνως ἀναγνῶναι, ἔπαλτο, τουτέστιν ἐπάλθη, ἐβλήθη τὸ κλέος αὐτῶν εἰς Αἰθίοπας.

[*]()a. βαρὺ δέ σφιν νεῖκος ἔμπεσ᾿ Ἀχιλεύς: βαρεῖαν δὲ καὶ ἐπαχθῆ μάχην διὰ φιλονεικίαν αὐτοῖς ἐπέδειξεν ὁ Ἀχιλλεὺς τοῖς Αἰθίοψι, χαμαὶ κλίνας τὸν Μέμνονα αὐτὸς ἐκ τῶν ἁρμάτων κατελθὼν, τῆς φαιδρᾶς Ἡμέρας τὸν υἱὸν, ἡνίκα ἐφόνευσε τῇ ἀκμῇ τοῦ δόρατος τοῦ λίαν ὀργίλου. περίφρασις δὲ τὸ σχῆμα, ἵνα τὴν Ἀχιλλέως δείξῃ περὶ τὸ πολεμεῖν εὐθαρσίαν.

b. ἄλλως. Μέμνων υἱὸς μὲν ἦν Τιθωνοῦ καὶ Ἡμέρας. βασιλεὺς δὲ Αἰθιόπων. οὗτος ἐναντιούμενος τοῖς Ἕλλησιν ὑπὲρ τῶν Τρώων ἀνῃρέθη ὑπὸ Ἀχιλλέως, καὶ διὰ τοῦτό φησι τὴν τῶν Αἰακιδῶν δόξαν καὶ μέχρις Αἰθιόπων διαπτῆναι. οὐκ ἐκ παραδρομῆς δὲ ζάκοτον εἶπε τὸ δόρυ τοῦ Ἀχιλλέως, ὡσανεὶ μείλινον ἤ τι τοιοῦτον αὐτὸ ἔφη ἐν κοινότητι, ἀλλ᾿ ὅτι ἰδιαίτερον παρὰ τὰ ἄλλα κατεσκεύαστο. δίκρουν γὰρ, ὥστε δύο ἀκμὰς ἔχειν καὶ μιᾷ βολῇ ὥστε δισσὰ τὰ τραύματα ἀπεργάζεσθαι. καὶ Αἰσχύλος ἐν Νηρεΐσι (fr. 152)· κάμακος εἶσι, κάμακος γλώσσημα διπλάσιον. καὶ Σοφοκλῆς ἐν Ἀχιλλέως ἐρασταῖς (fr. 156)· ἢ δορὸς διχόστομον πλᾶκτρον· δίπτυχοι γὰρ ὀδύναι μιν ἤρικον Ἀχιλληΐου δόρατος. μετάγουσι δὲ τὴν ἱστορίαν ἀπὸ τῆς Λέσχου μικρὰς Ἰλιάδος λέγοντος οὕτως (fr. 5 Kinkel)· ἀμφὶ δὲ πόρκης χρύσεος ἀστράπτει, καὶ ἐπ᾿ αὐτῷ δίκροος δίη.

c. ἢ ζάκοτόν φησι κατὰ μετουσίαν τοῦ φέροντος καὶ αὐτὸ συμπνέον τῇ ὀργῇ, ἀπὸ τῶν παρ᾿ Ὁμήρῳ (Λ 573; Ο 316)· πολλὰ δὲ καὶ μεσσηγὺ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, ἐν γαίῃ ἵσταντο, λιλαιόμενα χροὸς ἆσαι.

[*]()a. καὶ ταύταν μὲν παλαιότεροι: καὶ ταύτην μὲν τὴν ὁδὸν τὴν τῶν ἐπαίνων, ἥτις ἐστὶ τολοιπὸν κατημαξευμένη, οἱ παλαιότεροι ἡμῶν καὶ οἱ πρεσβύτεροι ἐξεῦρον· ἀντὶ τοῦ καὶ οἱ πρότεροι ἡμῶν ἐπῄνεσαν τοὺς Αἰακίδας. ἀκολουθήσω οὖν καὶ αὐτὸς ἔχων ταύτην τὴν μελέτην καὶ σπουδὴν, τὸ ἐπαινεῖν τοὺς ἀγαθοὺς ἄνδρας ἀεί.

b. μελέτην δέ φησι τὴν ἐπιμέλειαν. Ὅμηρος (Hes. op. 412)· μελέτη δέ τοι ἔργον ὀφέλλει.

[*]()a. τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον: ποὺς μὲν νεὼς τὸ πηδάλιον. τὸ δὲ κῦμα τὸ παρὰ τῷ πηδαλίῳ ἑλισσόμενον δονεῖ καὶ ταράσσει τὸν ἑκάστου θυμόν. οὑ τὸ παρεληλυθὸς οὖν ταράσσει, ἀλλὰ τὸ ἔτι εἱλούμενον. λέγει δὲ τοῦτο ὁ Πίνδαρος, ὅτι παρεξέβη εἰς τὸ ὑμνεῖν τοὺς Αἰακίδας· ἔργον δὲ οὐκ ἐξέλαβε τοῦτο, ἀλλ᾿ εἰς τὸ ὑμνῆσαι τὸν Ἀλκιμίδην. διό φησιν· αὐτὸν ὑμνήσω.

b. ὁ δὲ νοῦς· παραπεμψάμενος οὖν, φησί, τὰ παλαιὰ τῶν νέων καὶ παρόντων ἕξομαι· καὶ γὰρ ἐπὶ τῶν πλεόντων ἀεὶ τὸ παρὰ τῷ πηδαλίῳ κῦμα παρὸν καὶ ὁρώμενον τοῦ κυβερνῶντος ἀνδρὸς ταράσσει τὴν ψυχήν.

[*]()a. ἑκόντι δ᾿ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος: μεταφορᾷ κέχρηται τῇ τῶν ὑποζυγίων· σημαίνει γὰρ ὅτι ἑκουσίως ἐγὼ τοῦτο τὸ βάρος ὑπέμεινα δίδυμον ὑπάρχον· τοῦτο δέ φησιν, ἢ ὅτι σὺν τῷ τὸν Ἀλκιμίδην ὑμνῆσαι συμπαραλαμβάνειν μέλλει καὶ ἔπαινον τοῦ ἀλείπτου Μελησίου, ἢ τὸ τοῦ Ἀλκιμίδου καὶ τὸ τῶν Αἰγινητῶν· καὶ γὰρ ἐκείνους καὶ ἔτι τρίτον τοὺς Αἰακίδας ὕμνησε, καὶ αὐτὸν τὸν Ἀλκιμίδην.

b. ὁ δὲ νοῦς· ἑκὼν γὰρ ἐδεξάμην ἐπὶ τοῖς ἐμαυτοῦ νώτοις τοῦτο τὸ φορτίον τὸ διπλοῦν, ἄγγελος καὶ κῆρυξ βου ηθεὶς γενέσθαι τῆς ἀρετῆς τῶν ἀνδρῶν, Ἀλκιμίδου καὶ Μελησίου. περὶ γὰρ αὐτῶν ἑξῆς φησιν ὡς εἰκοσιπέντε στεφάνους εἰληφότων τῶν ἀπὸ ταύτης τῆς φατρίας ἢ καθόλου τῶν Αἰγινητῶν.

c. ἄλλως. φησὶν αὐτὸ τὸ προφθάσαν γένος εἰκοσιτέσσαρας ἐσχηκέναι νίκας. τὸν δὲ Ἀλκιμίδην εἰκοστὴν πέμπτην ταύτην νενικηκέναι. τοῦτο οὖν τὸ εἰκοστὸν πέμπτον σεμνολόγημα ἐξαγγέλλων, ὅπερ ἀπὸ τῶν ἀγώνων ἐδέξαντο, ἀγώνων δὲ τούτων οὓς ἱεροὺς καλοῦσιν, ἤτοι τοὺς περιοδικούς . . . .

d. . . .εἰκοσιτέσσαράς φησιν. ὅπερ εὖχος καὶ σεμνολόγημα τὸ εἰκοστὸν πέμπτον ὁ Ἀλκιμίδης προσέθηκε καὶ ἐπήρκεσε παρασχεῖν νικήσας τὸν ἀγῶνα τῇ ἐνδοξοτάτῃ αὐτοῦ γενεᾷ.

[*]()a. δύο μὲν Κρονίου πὰρ τεμένει: ἐν Ὀλυμπίᾳ, φησίν, ἐνόσφισεν αὐτοὺς καὶ ἐχώρισεν ἡ προεξάνθησις τῶν τριχῶν· ἀπεκρίθησαν γὰρ, ὡς οὐ παιδικὴν ἔχοντες ἡλικίαν διὰ τὸ προηνθηκέναι τὰς τρίχας. πρὸ ὥρας γοῦν τὸ ἄνθος αὐτοῖς τῆς ἥβης, φησί, συνεκληρώθη· οὗτος γὰρ κλῆρος ἄνθους. ὁ δὲ Πολυτιμίδας οἰκεῖος τοῦ Ἀλκιμίδου. κληρωθέντες οὖν οὗτοι παίδων ἀγωνίσασθαι, μεταξὺ γενειάσαντες. ἐξεκρούσθησαν τοῦ ἀγῶνος.

b. ὁ δὲ νοῦς· δύο δὲ ἄνθη καὶ νίκας τῆς Ὀλυμπίας τῆς οὔσης παρὰ τῷ Κρονίῳ τεμένει ὁ προπετὴς κλῆρος ὑμᾶς ἀπεστέρησεν, ὦ Ἀλκιμίδη.

[*]()a. δελφῖνί κε τάχος δι᾿ ἅλμας ἶσον εἴποιμι Μελησίαν: Μελησίας εἷς τῶν ἐνδόξων ἀλειπτῶν· ἐπαινεῖ δὲ αὐτοῦ τὸ τάχος, ἐπεὶ ταχὺ αὔξει τοὺς ὑπ᾿ αὐτοῦ ἀλειφομένους καὶ κατάγει εἰς τοὺς ἀγῶνας. καὶ τοσοῦτόν φησι διαφέρειν τῶν ἄλλων ἀλειπτῶν τῷ ταχέως τοὺς ἀλειφομένους κατάγειν. εὐχερείας καὶ ἰσχύος ἡνίοχον ὄντα, ὅσον ὁ δελφὶς τῶν ἄλλων ἐναλίων τῷ τάχει διαφέρει.

b. ἀντὶ τοῦ ἶσον ἂν εἴποιμι καὶ τὸν Μελησίαν τῷ ταχεῖ δελφῖνι τῇ τε ἰσχύϊ καὶ τῇ τέχνῃ.