Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας: συλλήψει κέχρηται ἀπὸ Κρόνου καὶ Διὸς καὶ Νηρεΐδων λέγων εἶναι τοὺς Αἰακίδας. Αἰακὸς γὰρ Διὸς, Αἰακοῦ δὲ καὶ Ἐνδηΐδος τῆς Χείρωνος Τελαμὼν καὶ Πηλεὺς, ὁ δὲ Χείρων Κρόνου. πάλιν ἀπὸ τῶν Νηρεΐδων Φῶκος καὶ Ἀχιλλεύς· Ἀχιλλεὺς μὲν γὰρ παῖς Θέτιδος ἔκγονος ὢν Αἰακοῦ, Φῶκος δὲ Ψαμάθης Νηρεΐδος καὶ αὐτοῦ Αἰακοῦ.

[*]()b. ἐκ δὲ Κρόνου καὶ Ζηνός: Τελαμὼν καὶ Πηλεύς· Κρόνου μὲν γὰρ Χείρων καὶ Φιλύρας, Χείρωνος δὲ Ἐνδηῒς, Ἐνδηΐδος δὲ Τελαμὼν καὶ Πηλεὺς ἐξ Αἰακοῦ. |[*]() τούτους οὖν Κρόνου καὶ Ζηνὸς καὶ ἀπὸ χρυσῶν Νηρεΐδων φυτευθέντας ἐγέραιρε· τίς; ὁ Πυθέας νικήσας, ὡς ἂν προγόνους αὐτοῦ καὶ κτίστορας.

c. ὁ δὲ νοῦς· τοὺς δὲ ἀπὸ Κρόνου καὶ Διὸς καὶ ἀπὸ τῶν καλλίστων Νηρεΐδων, τουτέστι τοὺς Αἰακίδας ἐκόσμησε, καὶ αὐτὴν τὴν μητρόπολιν Αἴγιναν. ἀπὸ κοινοῦ δὲ τὸ ἐγέραιρε.

[*]()ξείνων ἄρουραν δὲ τὴν Αἴγινάν φησιν, ἢ ὅτι φιλόξενοι οἱ Αἰγινῆται, ἢ καθότι μητρόπολις ἦν τῶν περὶ Πηλέα καὶ Τελαμῶνα. γεννηθέντες γὰρ ἐν τῇ Αἰγίνῃ ἀπῳκίσθησαν διὰ τὸν Φώκου θάνατον.

[*]()a. τάν ποτ᾿ εὔανδρόν τε: τουτέστιν ἀγαθοὺς ἄνδρας ἔχουσαν καὶ ἐν τῷ ναυτίλλεσθαι.

b. ὁ δὲ νοῦς· ἥντινα Αἴγιναν ηὔξαντο ἀγαθῶν ἀνδρῶν ἐπιτυχεῖν καὶ ἔνδοξον γενέσθαι τὰ ναυτικά· ηὔξαντο δὲ στάντες παρὰ τὸν Ἑλλανίου Διὸς βωμόν. Ἑλλήνιος δὲ Ζεὺς τιμᾶται ἐν Αἰγίνῃ παρὰ τῷ οὕτως Ἑλληνίῳ ἀκρωτηρίῳ καλουμένῳ. φασὶ γὰρ αὐχμοῦ ποτε πιέζοντος τὴν Ἑλλάδα, ἔνιοι δὲ κατακλυσμοῦ, συνελθόντας τοὺς Ἕλληνας καθικετεῦσαι τὸν Αἰακὸν ὡς ὄντα παῖδα Διὸς ἐξαιτήσασθαι τῶν τότε συστάντων κακῶν τὴν ἴασιν· τοῦτον δὲ εὐξάμενον ἀποθεραπεῦσαι τὰ δεινὰ, καὶ οὕτω διὰ τὴν τῆς Ἑλλάδος σωτηρίαν Ἑλλήνιον παρὰ τοῖς Αἰγινήταις τιμῆσαι Δία.

[*]()a. Ἐνδαΐδος ἀρίγνωτες υἱοί: τίνες δὲ πάντες ὁμοῦ ἐλιτάνευσαν περὶ τῶν προειρημένων: οἱ ἔνδοξοι παῖδες τῆς Ἐνδηΐδος, φησί, Τελαμὼν καὶ Πηλεύς, καὶ ὁ Φῶκος ὁ τὴς θεοῦ Ψαμάθης παῖς, ὅντινα ἡ Ψαμάθη ἐγέννησε παρὰ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης, εἰκότως ὡς Νηρηΐς.

b. κρέοντος δὲ, ἤτοι τοῦ ἐνδόξου ἢ βασιλέως.

[*]()a. αἰδέομαι μέγα εἰπεῖν: αἰδοῦμαι καὶ φυλάττομαι. φησί, διηγήσασθαι μέγα τι καὶ οὐ δικαίως τετολμημένον καὶ πεπραγμένον. εἰς γὰρ τὰ πάτρια τῶν Αἰακιδῶν ἐμπεσὼν καὶ μνησθεὶς Φώκου ὑποστέλλεται τὴν κατ᾿ αὐτὸν τύχην λέγειν. ἔστι δὲ αὕτη. φασὶ γὰρ Πηλέα καὶ Τελαμῶνα ἐν γυμνασίοις ἀνελόντας Φῶκον, τὸν μὲν δίσκῳ τύψαντα, τὸν Πηλέα, τὸν δὲ Τελαμῶνα σιδήρῳ τὰ μετάφρενα, καὶ οὕτω τὸ μύσος φεύγοντας τῆς Αἰγίνης ἐκπεσεῖν, καὶ τὸν μὲν Τελαμῶνα εἰς Σαλαμῖνα τὴν πρὸς τῇ Ἀττικῇ, τὸν δὲ Πηλέα εἰς Θετταλίαν μετοικῆσαι· ὡς καὶ Ἀπολλώνιος ἐν τῷ καταλόγῳ φησί (I 93)· Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ, Πηλεὺς δ᾿ ἐν Φθίῃ ἐριβώλακι ναῖε λιασθείς.

b. ἄλλως. τί αἰδεῖται ὁ Πίνδαρος, καὶ τί αὐτοῖς φησι μὴ δικαίως κεκινδυνευμένον εἶναι; τὸ ὅτι ἀνεῖλον τὸν Φῶκον καὶ ἔφυγον· περιεσταλμένως δὲ αὐτὸ εἴρηκε. μέγα δὲ ἔργον φησὶν, ὅτι οὐ κατὰ δίκην ὁ κίνδυνος ἐγενήθη τῷ Τελαμῶνι καὶ τῷ Πηλεῖ τὸν ἑαυτῶν ἀδελφὸν ἀποκτείνασι Φῶκον, ἀλλ᾿ ἄδικος ὁ τοιοῦτος κίνδυνος, ὅν φησιν αἰδεῖσθαι εἰπεῖν. |[*]() δύναται δὲ καὶ οὕτως ἀκούεσθαι· τὸ ἀκίνδυνον ἐν δίκῃ, ἀληθές. ὃ γὰρ μὴ ἔχει κίνδυνον κατὰ τὴν δίκην, ἀληθές ἐστιν. οἶδεν οὖν ὁ Πίνδαρος τὸν Φώκου θάνατον, ἀλλ᾿ ἐκτρέπεται εἰπεῖν. |[*]() μήποτε δὲ καὶ τὸ παρὰ Καλλιμάχῳ (fr. 136)· ἔκλυε, τῶν μηδὲν ἐμοὺς δι᾿ ὀδόντας ὀλίσθοι. Πηλεύς, οὕτως ἀποδοτέον, ὅτι αἱ γυναῖκες ὠνείδιζον αὐτῷ τὸν Φώκου θάνατον.

c. ὁ δὲ νοῦς· αἰδοῦμαι οὖν, φησί, τὴν προφανῆ αἰτίαν, δι᾿ ἣν κατέλιπον τὴν ἐνδοξοτάτην νῆσον Αἴγιναν, εἰπεῖν, καὶ τίς τούτους τοὺς ἄνδρας δαίμων καὶ τύχη ἀπὸ τῆς Οἰνώνης ἀπήλασε· παύσομαι τῆς τοιαύτης διηγήσεως.

[*]()a. οὔ τοι ἅπασα κερδίων: οὐ φέρει κέρδος πᾶσα ἀλήθεια ἀτρεκὴς γινομένη καὶ φαίνουσα τὸ ἴδιον πρόσωπον, ἀλλὰ δεῖ ποτε καὶ ἐπικεκρύφθαι τὸ πρόσωπον τῆς ἀληθείας.

b. ὁ δὲ νοῦς· οὐ γὰρ πᾶσα ἐπικερδής ἐστιν ἀλήθεια φανερὰ γινομένη καὶ εἰς ὄψιν ἀγομένη ἀτρεκῶς, ἀλλὰ πολλάκις καὶ τὸ νοῆσαι, ὅτι δεῖ κατὰ καιρὸν σιωπῆσαι, σοφώτατόν ἐστι πρᾶγμα.

[*]()a. εἰ δ᾿ ὄλβον ἢ χειρῶν βίαν: τὰ μὲν περὶ τὸν φόνον τοῦ Φώκου διασιωπήσομαι· εἰ δέ τοι ἐπαινέσαι δεῖ, φησίν, ἢ εὐδαιμονίαν ἀνθρώπου ἢ σθένος χειρῶν ἢ τὴν κατὰ πόλεμον ἀρετὴν, δύναμαι, φησί, πόρρω ἅλλεσθαι τοὺς Αἰακίδας ἐν τούτοις ὑμνῶν.

b. ὁ δὲ νοῦς· εἰ δὲ δεῖ τὴν ἄλλην εὐδαιμονίαν τῶν Αἰακιδῶν, ἢ τὴν ἀνδρείαν ἢ τὰ κατὰ πόλεμον ἔργα ἐπαινέσαι, ἤδη τίς μοι ὑποσκαπτέτω πηδημάτων μεγάλων σημεῖα, ὥστε κούφως διὰ τῶν γονάτων ἐπὶ τὸ ἐξώτερον φέρεσθαι. ἀλληγορεῖ οὖν· δύναμαι πλέον πάντων θαυμάσαι αὐτοὺς καὶ ὑπερβαλέσθαι τοὺς ἀγωνίζεσθαι βουλομένους. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν πεντάθλων, οἷς σκάμματα σκάπτονται, ὅταν ἅλλωνται· ἐκείνων γὰρ κατὰ τὸν ἀγῶνα πηδώντων, ὑποσκάπτεται βόθρος ἐκάστου τὸ ἅλμα δεικνύς. φησὶν οὖν ὅτι βουλομένῳ μοι τοὺς Αἰακίδας ἐγκωμιάζειν ἤδη τις μακρὰ ὑποσκαπτέτω μοι ἅλματα, νικήσω γὰρ καθάπαξ τοὺς ἐναντιοῦσθαί μοι καὶ ἐγκωμιάζειν βουλομένους.

[*]()καὶ πέραν πόντοιο πάλλοντ᾿ αἰετοί: οἱ ἀετοί, φησίν, οὐ μόνον τὰ περίγεια πέτονται, ἀλλὰ καὶ πελαγίζουσι· καὶ ἐγὼ οὖν ὡς ἀετὸς πελαγιῶ ἐν τοῖς ποιήμασιν.