Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. τὰ δ᾿ αὐτὸς ἄν τις τύχῃ, ἔλπεταί τις ἕκαστος: ἕκαστος γάρ, φησίν, οἴεται ταῦτα ὑπάρχειν ἐξοχώτατα, ἅπερ αὐτὸς εἶδε. τοῦτο δὲ λέγει ὡς τοῦ Εὐφάνους παρατετυχηκότος, ὅτε ὁ Καλλικλῆς ἐνίκα τὰ Ἴσθμια· διὸ ὑμνήσει αὐτὸν ἅτε παρατετυχηκὼς καὶ ἑωρακὼς ἐν τῷ ἀγῶνι τοῦ Ὀρσοτριαίνα αὐτὸν νικήσαντα.

b. ἢ οὕτω· ταῦτά γε μὴν ὅπως ἂν τύχῃ λέγων, ἐλπίζει καὶ πείθεται αὐτὸς ἐξαιρέτως καὶ ὑπὲρ τοὺς λογίους εἰρηκέναι.

c. ἔνιοι δὲ οὕτως· ἅπερ δὴ ἄν τις τύχῃ θεασάμενος, ταῦτα δοκεῖ καὶ ἀκριβέστερον διατίθεσθαι καὶ κάλλιον οὕτω νοεῖν τῶν ἄλλων.

[*]()a. οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι: ὁ Ἀρίσταρχος ψιλοῖ τὸ οιον. ὁ δὲ λόγος· μόνον ἄν τις ἐπαινῶν τὸν Μελησίαν τὰς ἀπαντωμένας ἔριδας παρὰ τῶν ἄλλων στρέφοι καὶ καταπαλαίοι καὶ καταγωνίζοιτο. ἡ μεταφορὰ ἀπὸ τῶν παλαιόντων. δύναται δὲ καὶ δασέως ἀναγινώσκεσθαι τὸ οιον, θαυμαστικῶς, ὥς φησι Δίδυμος. ἐλλείπει δὲ τὸ τίς· οἷόν τις τοῦτον τὸν Μελησίαν ἐπαινῶν τὰς τῶν ἄλλων ἔριδας καταπαλαίοι· οἷον, καὶ περιγίνοιτο. διαπρέπει γὰρ, ὥστε τοὺς φθονοῦντας μηδὲν ἀνύειν.

b. παρεῖται δὲ τὸ τίς. ἔστι γάρ· ἔριδα στρέφοι τις ῥήματα πλέκων, οἷον ἄν τις αἰνέων τὸν Μελησίαν.

c. ὁ δὲ νοῦς· μόνον δὲ ἄν τις αἰνέων καὶ ὑμνῶν τὸν Μελησίαν, τὸν ἀλείπτην τοῦ Τιμασάρχου, τὴν ἔριδα καὶ τὴν φιλονεικίαν ἀποστρέψαι, τὴν παρὰ τῶν ἄλλων δηλαδή.

[*]()ἀπάλαιστος ἐν λόγῳ ἕλκειν: τοῦτο ἔστι καὶ ἐπὶ τοῦ Μελησίου ἀκούειν, ὥς φησι Δίδυμος, οἷον· ἀκαταπάλαιστός ἐστι πρὸς τὸν ἕλκοντα αὐτὸν ἐν λόγοις, | [*]() ὡς καὶ λογίου ὄντος τοῦ Μελησίου· οἱ δὲ ὅτι ὁ νικῶν. τάχα δὲ ὁ νικηφόρος κάλλιον ὑμνεῖται. ἀπάλαιστος οὖν, φησί, καὶ ἀνίκητος καὶ ἐν τοῖς λόγοις |[*]() καὶ οὐ δυνάμενος παραλογισθῆναι. ἀπὸ τῶν παλαιόντων δὲ πάλιν ἡ μεταφορά, καὶ τροπικαὶ αἱ λέξεις ἀπὸ τῆς ἀθλήσεως. ἐάν τις, φησίν, αὐτὸν εἰς λόγους ἕλκῃ, οὐ πίπτει ἀλλ᾿ ἔστιν ἀκαταπάλαιστος. ἔστι δὲ καὶ ἐπὶ τοῦ ἐπαινοῦντος αὐτὸν ἀκοῦσαι, ἐφ᾿ οὗ προεῖπε τὸ οἷον αἰνέων κε Μελησίαν. τὰ δὲ ἑξῆς ἐπὶ τοῦ Μελησίου λέγει.

[*]()a. μαλθακὰ μὲν φρονέων ἐσλοῖς, τραχὺς δὲ παλιγκότοις ἔφεδρος: καὶ ταῦτα ἐπὶ τοῦ Μελησίου οὗτος δὲ ἀλείπτης ἐστὶ τὸ γένος Ἀθηναῖος. ταῦτα δέ φησιν ὡς τοῦ Τιμασάρχου ὑπὸ τοῦ Μελησίου ἀληλιμμένου.

b. ἔφεδρος οὖν τοῖς ἐχθροῖς ὁ ἐπικείμενος τοῖς ἐχθροῖς, ὁ ἐφεδρεύων καὶ ἐπιτηρῶν. ἀλληγορικὸν δὲ τὸ νόημα, οἷον ἀντὶ τοῦ δυσκαταγώνιστος. προκεκληρωμένοις γὰρ καὶ προκεκμηκόσι τοῖς προηγωνισμένοις πρὸς ἄλλους ἀκοπίατος ἐφέστηκε.

c. τὸ δὲ τραχὺς ἀντὶ τοῦ φοβερὸς, ἐπαχθής.

d. ὁ δὲ νοῦς ὅλος· πρᾷος μὲν καὶ προσηνὴς τοῖς ἀγαθοῖς καὶ φίλοις, χαλεπὸς δὲ τοῖς ἐναντίοις ἐφεδρευτής.

Scholia in Nemeonicarum carmen V.

Πυθέᾳ υἱῷ Λάμπωνος παγκρατιαστῇ.[*]()

[*]() Τῆς πέμπτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἕνδεκα. τὸ α΄ δίμετρον ἰαμβικὸν ἀκατάληκτον. τὸ β΄ δίμετρον τροχαϊκὸν ἀκατάληκτον. τὸ γ΄ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ δ΄ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ ε΄ ἐγκωμιολογικόν. τὸ ς΄ ὁμοίως τῷ β΄. τὸ ζ΄ τὸ αὐτό. ἡ δὲ τι ἐμηκύνθη ὡς καταλήξασα. τὸ η΄ Εὐριπίδειον. τὸ θ΄ ἰαμβέλεγος. τὸ ι΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ια΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον.

ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ α΄ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ β΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ ἐγκωμιολογικόν. τὸ δ΄ Εὐριπίδειον. τὸ ε΄ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον. τὸ ς΄ Εὐριπίδειον. τὸ ζ΄ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον. τὸ η΄ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ θ΄ ἐπιχοριαμβικὸν τρίμετρον ἀκατάληκτον. διὰ τὴν ἐν ἀρχῇ τοῦ τροχαίου συζυγίαν. καὶ ἔστι Σαπφικὸν πλεονάζον μιᾷ συλλαβῇ, κατὰ τὸν ἴαμβον ἐξηλλαγμένον. τὸ ι΄ ἰαμβέλεγος λειπούσης τῆς ἀρχῆς. τὸ ια΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον· καὶ ἡ τελευταία ἀπόδοσις τὸ Χάρισιν ἐξέτεινεν.[*]()

[*]()a. Οὐκ ἀνδριαντοποιός εἰμι: φασὶν ὅτι οἱ τοῦ Πυθέου οἰκεῖοι προσῆλθον τῷ Πινδάρῳ παρακαλοῦντες ὅπως εἰς αὐτὸν γράψῃ ἐπίνικον· Πινδάρου δὲ αἰτήσαντος τρισχιλίας δραχμὰς ἔφασαν ἐκεῖνοι κάλλιον εἶναι χάλκεον ἀνδριάντα ποιῆσαι τῆς αὐτῆς τιμῆς ἢ τὸ ποίημα. χρόνῳ δὲ ὕστερον γνωσιμαχήσαντες ἐπανῆλθον τὸ αὐτὸ διδόντες· ὁ δὲ ἐξονειδίζων αὐτοὺς οὕτως ἤρξατο, καί φησι μὴ κατασκευάζειν ἔργα τὴν αὐτὴν κατέχοντα χώραν, καθὼς οἱ ἀνδριαντουργοὶ τοὺς χαλκοῦς ἀνδριάντας, ἀλλὰ τὰ ποιήματα ἅπερ πανταχόσε διϊκνεῖται, ὥστε τὴν ἀρετὴν τῶν ἐπαινεθέντων πολλοῖς εἶναι δήλην.

b. ὁ δὲ νοῦς· οὐκ εἰμί, φησίν, ἀνδριαντοποιὸς, ὥστε ἀργὰ καὶ ἀκίνητα ἐργάζεσθαι ἀγάλματα ἐπ᾿ αὐτῆς τῆς βαθμίδος ἑστῶτα διηνεκῶς καὶ οὐ δυνάμενα ἀλλαχοῦ τὴν τοῦ νικηφόρου διαβοᾶν εὐδοξίαν. ἐνδείκνυται δὲ διὰ τούτων, ὅτι οἱ λόγοι πάντων εἰσὶ βελτίους.

[*]()a. ἀλλ᾿ ἐπὶ πάσης ὁλκάδος: ὁλκὰς εἶδος φορτηγοῦ πλοίου, ἄκατος δὲ πλοίου βραχυτάτου.

b. ὁ δὲ λόγος· διὰ παντὸς οὖν πλοίου φορτηγοῦ τε καὶ μικροτέρου, ὧ γλυκεῖά μου ᾠδὴ, πορεύου ἐκβοῶσα πρὸς πάντας τὰς τοῦ Πυθέου νίκας.

τὸ δὲ νικῇ κατὰ μετάθεσιν τοῦ α εἰς η.

[*]()a. οὔπω γένυσι φαίνων τέρειναν: ἀλληγορεῖ βουλόμενος σημῆναι τὸν ἀγένειον ἀπὸ τῆς κυπριζούσης ἀμπέλου. ἡ δὲ ὀπώρα οὐκ ἔστι τῆς οἰνάνθης μήτηρ, ἀλλὰ τοὐναντίον· προανθεῖ γὰρ πρῶτον, εἶτα ὀπώρα γίνεται. χρῆται δὲ τῇ τοιαύτῃ ἀναστροφῇ συνεχῶς· ἁσυχία φιλεῖ μὲν συμπόσιον (N. IX 48)· οὐ γὰρ ἡ ἡσυχία φιλεῖ τὸ συμπόσιον, ἀλλὰ τὸ συμπόσιον τὴν ἡσυχίαν. Δίδυμος δὲ βέλτιόν φησι μὴ τὸν καρπόν, ἀλλὰ τὴν ὥραν ἀκούειν, καθ᾿ ἣν ὁ καρπὸς ὁμώνυμος πεπαίνεται. ὅτι δὲ καλοῦσι τὸν καιρὸν ὀπώραν, Ὅμηρος (ξ 384)· καὶ φάτ᾿ ἐλεύσεσθαι ἢ ἐν θέρει ἢ ἐν ὀπώρῃ. θέλει οὖν λέγειν, ὅτι οὔπω τὸν καιρὸν τοῦ γενειάσκειν ἔχων. οἰνάνθην γὰρ κατὰ μεταφορὰν τὸν ἴουλον εἴρηκε, τουτέστι τὴν πρώτην τῶν γενειάδων ἀνάφυσιν· μήτηρ δὲ τοῦ γενειάσκειν γίνεται ἡ ὥρα.

b. ὁ δὲ νοῦς· οὐδέπω ἐν τῇ γενειάδι δεικνὺς τὴν ἁπαλὴν ὥραν καὶ ὀπώραν, τουτέστιν οὐδέπω γενειάσκων.

c. τὸ δὲ σχῆμα περίφρασις ἐξ ἀλληγορίας· οὔπω τῆς ἁπαλῆς οἰνάνθης τὴν μητέρα ὀπώραν φαίνων, ὅπερ ἐστὶν ὥραν, ὡς Ὅμηρος (μ 76)· οὔτ᾿ ἐν θέρει οὔτ᾿ ἐν ὀπώρῃ, ἀντὶ τοῦ τῷ ὀπωρινῷ καιρῷ. metr. D