Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. ἐν δὲ μέσσαις φόρμιγγ᾿ Ἀπόλλων: ἐν αἷς Μούσαις ὁ Ἀπόλλων κιθάραν ἑπτάφωνον τῷ πλήκτρῳ κρούων (διὰ γὰρ τοῦ πλήκτρου ὥσπερ γλώσσης ὁ φθόγγος ἀποδίδοται) ἐξῆρχε πάσης μελῳδίας, τουτέστι νόμων μελῳδικῶν. τοῦτο δέ φησι παρὰ τὸ ὡς νομίῳ θεῷ τῷ Ἀπόλλωνι ἀνακεῖσθαι τὴν μοῦσαν.

b. τὸ δὲ διώκων ἀντὶ τοῦ συνάπτων, κιθαρίζων τῷ πλήκτρῳ. διώκειν δέ φησιν αὐτὸν, τὸ τάχος ἐμφῆναι βουλόμενος τῆς πλήξεως.

[*]()a. αἱ δὲ πρώτιστον μὲν ὕμνησαν: αἱ Μοῦσαι, φησί, πρῶτον μὲν ὕμνησαν τὸν Δία, μετὰ δὲ τὸν Δία ὕμνησαν δευτέραν τὴν Θέτιν, ἔπειτα τρίτον τὸν Πηλέα, καὶ διηγήσαντο ὅπως αὐτὸν ἡ ἁβρὰ Κρηθηῒς ἡ τοῦ Ἱππολύτου θυγάτηρ ἀνελεῖν ἐβουλήθη· ἐκ δὲ τούτου τὸ σεμνὸν αὐτοῦ ἐγκωμιάζουσαι ᾖδον.

b. ἄλλως. ἀπὸ Διὸς προοιμιαζόμεναι, φησίν, ᾖδον καὶ ὕμνουν τὴν Θέτιν. τὸ προοίμιον οὖν ἀπὸ Διὸς ἐποιήσαντο· καὶ ἀλλαχοῦ (N. II 1)· Ὅθεν περ καὶ Ὁμηρίδαι, Διὸς ἐκ προοιμίου. καὶ Ἄρατος (1)· Ἐκ Διὸς ἀρχώμεσθα.

[*]()Μαγνήτων σκοπὸν πείσαισ᾿ ἀκοίταν: τὸν Ἄκαστον τῆς Μαγνησίας τὸν ἐπίσκοπον καὶ βασιλέα. ποικίλοις οὖν, φησί, λόγοις ἀπατήσασα τὸν ἑαυτῆς ἄνδρα ἡ Κρηθηἴς ἐπεβούλευσε τῷ Πηλεῖ· τὸ δὲ πλάσμα ψεύστης ἦν λόγος, ὅτι ἄρα ἐπειρᾶτο ὀ Πηλεὺς ἐπιβουλεῦσαι τῇ κοίτῃ τοῦ Ἀκάστου καὶ μοιχεῦσαι τὴν Κρηθηΐδα· ἦν δὲ τὸ ἐναντίον· πολλὰ γὰρ αὐτὸν τὸν Πηλέα ἐκ πάσης ψυχῆς ἐλιτάνευε καὶ παραπείθειν ἐπεχείρει συνελθεῖν αὐτῇ.

[*]()a. τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι: οἱ προσάντεις λόγοι καὶ χαλεποὶ, κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ὑψηλῶν τόπων. προσάντεις οὖν οἱ ἀντίτυποι λόγοι καὶ δυσπρόσιτοι.

b. ὁ δὲ νοῦς· τούτου δὲ τὴν προαίρεσιν καὶ τὸν τρόπον ἔκνιζον καὶ ἐλύπουν οἱ ἄδικοι λόγοι, καὶ παραχρῆμα ἀπηρνήσατο αὐτὴν εὐλαβηθεὶς τὴν τοῦ ξενίου Διὸς ὀργήν· ἵνα καθόλου ἀκούσωμεν τὸ πατρός, ὡς Ὅμηρος (A 544)· πατὴρ ἀνδρῶν τε θεῶν τε· ἢ ὅτι ὁ Πηλεὺς ἔκγονος ἧν Διός.

[*]()ὁ δ᾿ εὖ φράσθη: ὁ δὲ Ζεύς, φησίν, ἐφράσθη, ἀντὶ τοῦ ἔγνω, καὶ ἀντὶ τῆς σωφροσύνης ἐπένευσεν αὐτῷ καὶ παρέσχεν ὥστε λαβεῖν γυναῖκα τὴν Θέτιν.

[*]()a. γαμβρὸν Ποσειδάωνα πείσαις: πείσας ὁ Ζεὺς σύγγαμβρον αὐτῷ γενέσθαι τὸν Ποσειδῶνα· ὁ μὲν γὰρ τὴν Θέτιν, ὁ δὲ τὴν Ἀμφιτρίτην ἔγημεν. Αἰγαὶ δὲ νῆσός ἐστι πρὸς τῇ Εὐβοίᾳ, καὶ ἀπὸ ταύτης τὸ πέλαγος Αἰγαῖον προσαγορεύεται. ἀπὸ τῶν Αἰγῶν οὖν φησι τὸν Ποσειδῶνα συνεχῶς ἐπὶ τὸν Ἰσθμὸν πορεύεσθαι. ὅτι δὲ Ποσειδῶνος ἱερὰ αὕτη, φησὶ καὶ Ὅμηρος (Θ 203)· οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ᾿ ἀνάγουσι πολλά τε καὶ χαρίεντα. διατί δὲ ὠνόμασε νῦν τὸν Ἰσθμόν; ὅτι οἰκεῖός τις ἦν τοῦ Πυθέου, εἰς ὃν αὕτη ἡ ᾠδὴ γέγραπται, Εὐθυμένης, ὃς ἐνίκησεν Ἴσθμια.

b. ὁ δὲ νοῦς· πείσας σύγγαμβρον αὐτῷ γενέσθαι τὸν Ποσειδῶνα, ὅστις συνεχῶς ἀπὸ τῶν Αἰγῶν ἐπὶ τὸν τῶν Κορινθίων ἰσθμὸν φοιτᾷ, ὅπου δὴ μάλιστα αἱ συνεταὶ τῶν Κορινθίων τάξεις ὑποδέχονται τὸν θεὸν μετὰ βοῆς τῶν αὐλῶν, ὅτε δὴ καὶ διαφιλονεικοῦσιν ἀγωνιζομένοις σώμασιν ἀνδρείαν· ἴσως ἐν τοῖς Ἰσθμικοῖς ἀγῶσι· τότε δὲ ἑκάστου δείκνυται καὶ διακρίνεται τὸ συγγεννηθὲν θράσος ἐπὶ πάντων τῶν τελουμένων ἔργων.

[*]()c. τὸν ἐσόμενον οὖν τοῦ Πηλέως σύγγαμβρον.

[*]()a. ἔνθα μιν εὔφρονες ἶλαι: ἶλαι αἱ τάξεις καὶ αἱ συστροφαὶ τῶν νέων αἱ ἐν χορῷ γινόμεναι· ὅθεν καὶ εἰλαπίναι.

b. ὅπου αὐτὸν αἱ ἶλαι τῶν κωμαζόντων μετὰ τὰς νίκας εὔφρονες οὖσαι, τουτέστιν εὐφραντικαὶ, ἐκδέχονται μετὰ αὐλῶν· ὄπου γὰρ κῶμοι, ἐκεῖ ἐστιν εὐφροσύνη. εἶτα ἐποίσει, διὰ τί τοῦ Ἰσθμοῦ ἐμνήσθη.

[*]()a. τὺ δ᾿ Αἰγίνᾳ θεᾶς, Εὐθύμενες: ὁ Εὐθυμένης οἰκεῖος τοῦ Πυθέου.

b. ὁ δὲ νοῦς· σὺ δὲ, ὦ Εὐθύμενες, ἐν τῇ Αἰγίνῃ προσερχόμενος ἐν τοῖς ἀγῶσι τῆς θεᾶς Νίκης ἠδυνήθης πολλῶν ὕμνων τυχεῖν. τοῦτο δέ φησι διὰ τὸ εἶναι αὐτὸν παγκρατιαστήν.