Scholia in Pindarum Nemean Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.
[*]()Θεανδρίδαισι δ᾿ ἀεξιγυίων ἀέθλων: φατρία τις ἀπό τινος Θεάνδρου προγόνου ἐνδόξου τῶν περὶ Τιμάσαρχον, ᾧ γέγραπται ἡ ᾠδή. ἦλθον οὖν κῆρυξ, φησίν, ἕτοιμος τοῖς Θεανδρίδαις τῶν αὐξόντων τὰ σώματα ἄθλων, τούς τε ἐν Ὀλυμπίᾳ συνθεὶς ἄθλους καὶ τοὺς ἐν Ἰσθμοῖ καὶ Νεμέᾳ.
[*]()ἔνθα πεῖραν ἔχοντες: ἔνθα τοῖς ἀγῶσιν ἀπόπειραν λαβόντες, καὶ γνῶσιν τῆς ἀγωνίας σχόντες οὐδέποτε ἄνευ στεφάνων εἰς τὴν οἰκείαν ἐληλύθασι, τῶν ἔνδοξον καρπὸν φερόντων· στεφάνων.
[*]()a. πάτραν νιν ἀκούομεν: τὴν πατρίδα σου ταύτην ἀκούομεν, φησί, τὴν τῶν Θεανδριδῶν, ὦ Τιμάσαρχε, προέχουσαν τοῖς τῶν ᾠδῶν ἐπινίκοις. τὸ γὰρ πρόπολον ἔμμεναι, τουτέστι προυπάρχουσαν εἶναι.
b. ὀ δὲ νοῦς· τοιγαροῦν ἀκούομεν, ὦ Τιμάσαρχε, τὴν πατρίδα τὴν σὴν τοῖς ὕμνοις τοῖς ἀπὸ τῆς ὑμετέρας νίκης θεραπεύεσθαι καὶ εἶναι ὑπηρέτιν τῶν ὑμετέρων νικῶν.
a. εἰ δέ τοι μάτρῳ μ᾿ ἔτι Καλλικλεῖ: μήτρως ὁ [*]() τῆς μητρὸς ἀδελφός.
b. ὁ δὲ λόγος· εἰ δὲ τῷ σῷ ὕμνῳ κελεύεις ἔτι με θεῖναι στήλην πρὸς πάροδον καὶ μνησθῆναι τοῦ πρὸς μητρός σου θείου Καλλικλέους, μνησθήσομαι.
c. ἢ οὕτως· εἰ δὲ δὴ καὶ τῷ Καλλικλεῖ τῷ πρὸς μητρός σου θείῳ κελεύεις ἔτι στήλην τινὰ ἀναστῆσαι τῆς Παρίου λίθου λευκοτέραν, προσληπτέον ἔξωθεν τὸ ποιήσω, τουτέστι λαμπρῶς ὑμνήσω κἀκεῖνον. τοῦτο δὲ εἴρηκεν ὡς διστάσεως γεγονυίας ἐν ἀρχῇ, ὅτι μνησθήσεται διὰ τῆς ᾠδῆς τοῦ Καλλικλέους. φησίν. ἀλληγορικῶς δὲ τὸ ποίημα στήλην λέγει. Πάριος δὲ λίθος ἐστὶν ὁ καλούμενος λύγδινος.
[*]()a. ὁ χρυσὸς ἑψόμενος αὐγὰς ἔδειξεν ἁπάσας: τουτέστιν ὡς τὸν χρυσὸν ποιεῖ τὸ πῦρ διαυγέστερον, οὕτω τοὺς ἀγαθοὺς ἄνδρας ὁ ὕμνος διαφανεστέρους καὶ τοῖς βασιλεῦσιν ἴσους ποιεῖ.
b. τουτέστιν οὕτω λάμπει, ὤσπερ οἱ ἀγαθοὶ ὑμνούμενοι λάμπουσιν.
[*]()κεῖνος ἀμφ᾿ Ἀχέροντι ναιετάων: ἐκεῖνος ὁ Καλλικλῆς, φησίν, εἰ καὶ τέθνηκεν ἤδη, τῆς ἐμῆς εὐφημίας τυγχανέτω· ὡς τετελευτηκότος δὲ αὐτοῦ, εὕρημα ἐχέτω, φησί, τὴν ἐμὴν γλῶσσαν εἰς τὸν ὕμνον αὐτοῦ τὴν ὑμνοῦσαν, τοῦτο γάρ ἐστι κελαδῆτιν.
[*]()a. ἵν᾿ ἐν ἀγῶνι: ὡς νενικηκότος αὐτοῦ τοῦ Καλλικλέους Ἴσθμια τοῦτό φησιν· ξηροῖς γὰρ σελίνοις ἐστέφοντο κἀκεῖ.
b. ὁ δὲ νοῦς· ὅτι ἐν τῷ τοῦ Ποσειδῶνος ἀγῶνι τῷ Ἰσθμικῷ ἐστέφθη παρὰ τῶν Κορινθίων Καλλικλῆς.
[*]()a. τὸν Εὐφάνης ἐθέλων: ὅντινα Καλλικλέα καὶ ὁ Εὐφάνης |[*]() ὁ πρεσβύτερος τῶν σῶν προγόνων, ὦ Τιμάσαρχε, ᾤσει καὶ ὑμνήσει, δηλαδὴ ὡς ἀποθανόντα ἀποθανών· ὡς ὅτι καὶ ἐν ᾅδου εἰσὶν οἱ θαυμάζοντες τοὺς ἀρίστους, καὶ ὅτι αἴσθησίς ἐστιν ἐν αὐτοῖς.
b. ἢ οὕτως· ὁ Εὐφάνης οὗτος ἐκ τοῦ αὐτοῦ γένους Τιμασάρχῳ παλαίτερός τις καὶ τῶν σοφῶν καὶ τῶν συγγραψάντων ἐπαίνους. λέγεται δὲ πάππος εἶναι τοῦ νικηφόρου πρὸς μητρός.
c. ἢ οὕτω· τοῦτο ἐπιπεφώνηκεν ὡς τοῦ Εὐφάνους καὶ Καλλικλέους ἡλικιωτῶν ὄντων. διό φησιν· ἐκεῖνος ὁ ἡλικιώτης ᾄσεται καὶ ὑμνήσει τὸν Καλλικλέα, τοὺς δὲ ἄλλους ὑμνήσουσιν οἱ ἡλικιῶται· |[*]() τουτέστι σὲ οἱ ἡλικιῶται ὑμνήσουσι, τὸν δὲ Καλλικλέα ὁ Εὐφάνης.