Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ῥίζαν τρίταν: τὸ χ΄, ὅτι τὴν Λιβύην τρίτην εἶπε ῥίζαν τῆς γῆς διὰ τὸ μερίζειν τινὰς ὅλην τὴν οἰκουμένην εἰς Ἀσίαν καὶ Εὐρώπην καὶ Λιβύην.

[*]()b. εἰς ἔπαινον τοῦτο εἴληφε· τουτέστιν, ὅτι ἡ Λιβύη τρίτον ἐστὶ τῆς οἰκουμένης καθ᾿ αὑτὴν, καὶ οὐ τῇ Ἀσίᾳ συνταττομένη.

[*]()a. ὑπέδεκτο δ᾿ ἀργυρόπεζ᾿ Ἀφροδίτα: ζητεῖται, διατί καὶ ἐνταῦθα ἡ Ἀφροδίτη εὑρίσκεται συμπροπέμπουσα τὸν Ἀπόλλωνα καὶ ἐφαπτομένη τοῦ δίφρου. καὶ ἤτοι ὅτι μετέρχεται τὰ γαμήλια ἔργα ἡ θεός, ἢ ὅτι, ὡς αὐτός φησι (P. V 31), κῆπος Ἀφροδίτης ἡ Λιβύη. καὶ ἴσως διὰ τὸ ἐπέραστον τῶν χωρίων· οὐκ ἔχομεν γὰρ ἐξ ἱστορίας δεῖξαι, ὅτι ἱερὰ ἦν ἡ Λιβύη τῇ θεῷ.

b. ὁ δὲ νοῦς· ὑπεδέξατο δὲ ἡ λευκόπηχυς Ἀφροδίτη τὸν Δήλιον ξένον, τουτέστι τὸν Ἀπόλλωνα, κούφως καὶ ἠρεμαίως τῶν θείων ὀχημάτων τῇ χειρὶ αὐτῆς ἁπτομένη.

[*]()c. ἄλλως· τὴν Ἀφροδίτην φησὶ προσῆφθαι τοῦ ὀχήματος διὰ τὸ προεστάναι τὴν θεὸν τῶν γάμων· ἀλλὰ σύ γ᾿ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο (E 429).

[*]()d. ξένον δὲ ἔφη τῇ Κυρήνῃ τὸν Ἀπόλλωνα διὰ τὸ νῦν πρῶτον ἐπιδημῆσαι. διὰ τιμῆς δὲ ἄγουσι τὸν θεόν.

[*]()καί σφιν ἐπὶ γλυκεραῖς: καὶ δὴ αὐτῶν ταῖς γλυκεραῖς κοίταις ἐπέραστον ἔβαλεν αἰδῶ, κοινὸν ἁρμόζουσα τὸν μιχθέντα γάμον τῷ θεῷ καὶ τῇ τοῦ Ὑψέως κόρῃ Κυρήνῃ.

[*]()a. τουτάκις: τότε.

b. ὅστις ὁ Ὑψεὺς τῶν ἀνδρειοτάτων Λαπιθῶν βασιλεὺς ἐτύγχανεν ἐξ Ὠκεανοῦ δεύτερος κατάγων τὸ γένος. ἐξ Ὠκεανοῦ γὰρ Πηνειὸς ὁ ποταμὸς, ἀφ᾿ οὗ ἐγένετο ὁ Ὑψεύς.

[*]()a. ὅν ποτε Πίνδου: τῷ Θετταλικῷ ὄρει· Πίνδος γὰρ ὄρος Περραιβίας, ἡ δὲ Περραιβία τετράπολις τῆς Θεσσαλίας.

b. τὸ δὲ ναΐς εὐφρανθεῖσα, ἀντὶ τοῦ παννυχίσασα διὰ τὴν εὐφροσύνην. Ναΐδος δὲ καὶ Πηνειοῦ τὸν Ὑψέα Φερεκύδης (F H G I p. 72), Ἀκέσανδρος δὲ (ibid. IV p. 285) Φιλύρας τῆς Ἀσωποῦ καὶ Πηνειοῦ ἱστορεῖ τὸν Ὑψέα.

[*]()c. ὁ δὲ νοῦς· ὅντινα τὸν Ὑψέα ποτὲ ἐν ταῖς ἐξοχαῖς τῆς Πίνδου ἡ Ναῒς εὐφρανθεῖσα τῇ τοῦ Πηνειοῦ μίξει ἐγέννησε Κρέουσα Γῆς οὖσα θυγάτηρ.

[*]()ὁ δὲ τὰν εὐώλενον: ὁ δὲ Ὑψεὺς τὴν λευκόπηχυν Κυρήνην ἀνέθρεψεν. ἔσχε δὲ ταύτην ἐκ Χλιδανώπης· οὐ μόνον δὲ Κυρήνην ἔσχεν, ἀλλὰ καὶ Ἀλκαίαν.

[*]()a. παλιμβάμους: παλιμπορεύτους. αἱ γὰρ ὀρθαὶ ὑφαίνουσαι προπορεύονται καὶ πάλιν τὸν αὐτὸν πορεύονται τόπον καὶ ὑποστρέφουσιν. ὡς καὶ Ὅμηρος (A 31)· ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν.[*]()

b. ὁ δὲ νοῦς· αὕτη μὲν οὖν ἡ Κυρήνη οὔτε τὰς παλιμπορεύτους ἐφίλησε τῶν ἱστῶν ὁδοὺς οὔτε τῶν δείπνων ταῖς τέρψεσιν ἢ τῶν ἑταιρῶν τῶν οἴκου δεσποζουσῶν, ἀπὸ κοινοῦ οὐχ εἵλετο, τὰς τέρψεις.[*]()

[*]()a. δείπνων οἰκουριᾶν: οἰκοδεσποινῶν, οἱονεὶ τῶν ἤδη γεγαμημένων καὶ ἀρχουσῶν οἰκιῶν.[*]()

[*]()b. γράφεται δὲ καὶ δεῖπνον οἰκουριῶν.

[*]()ἀλλ᾿ ἀκόντεσσί τε χαλκέοις: ἀλλὰ χαλκοῖς δόρασι καὶ ξίφει μαχομένη ἐπόρθει καὶ ἀνῄρει τοὺς ἀγρίους θῆρας, πολλὴν ἡσυχίαν καὶ εἰρήνην ταῖς πατρῴαις παρέχουσα βουσίν· ἀναιρουμένων γὰρ τῶν ἀγρίων θηρῶν εὐμαρῶς καὶ ἀδεῶς τὰ ἥμερα τῶν ζῴων νέμεται.

[*]()τὸν δὲ σύγκοιτον: καὶ τὸν ἑωθινὸν δὲ ὀλίγον ἐπερχόμενον τοῖς βλεφάροις ἡδὺν ὕπνον ἀφανίζουσα καὶ ἀναλίσκουσα· ἔξωθεν τὸ ἐθήρα.[*]()

[*]()a. παῦρον ἐπὶ βλεφάροις: οἷον εἶχε περὶ θήραν ἐμμανῶς, ὡς καὶ πρὶν ἡμέρας θηρᾶν καὶ μὴ κοιμᾶσθαι τὸν ἑωθινὸν ὕπνον.

[*]()b. οἱ δὲ προστιθέντες ὅτι δι᾿ ὅλης νυκτὸς καὶ μέχρι τοῦ ἑωθινοῦ ἐθήρα, ἄτοποι. οὐ γὰρ οἷόν τε νυκτὸς σκότους ὄντος θηρᾶν, ἀλλ᾿ εἰ ἄρα, περὶ τὸν ὄρθρον.[*]()

c. ἄλλως· παῦρον ἐπὶ βλεφάροις: ὡς τὰς νύκτας ὅλας περὶ τὰ κυνηγέσια γινομένης αὐτῆς, πρὸς ὄρθρον δὲ κοιταζομένης αὐτῆς. οὗτος γάρ ἐστιν ὁ πρὸς τὴν ἕω ῥέπων ὕπνος.[*]()

[*]()a. ῥέποντα: ἀντὶ τοῦ ἐπερχόμενον.

[*]()b. ἄλλως· ὕπνον ἀναλίσκουσα: ἔξωθεν προσυπακουστέον τὸ ἐθήρα.

c. ὁ δὲ λόγος· οὕτως ἐμμανῶς εἶχε περὶ θήραν ὡς καὶ πρὸ ἡμέρας θηρᾶν καὶ μὴ κοιμᾶσθαι τὸν ἑωθινὸν ὕπνον.[*]()

[*]()κίχε νιν: κατέλαβε δὲ ἐν τῷ Πηλίῳ τότε τὴν Κυρήνην ὁ Ἀπόλλων τῷ ἰσχυρῷ ἄνευ δόρατος μόνην διαμαχομένην λέοντι. καὶ Καλλίμαχος (in Apoll. 91)· ἔνθα λέοντα Ὑψηῒς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.

[*]()a. σεμνὸν ἄντρον, Φιλυρίδα: τὸ σεμνόν σου σπήλαιον, Κένταυρε, καταλιπὼν ἐλθὲ καὶ θαύμασον τὴν ψυχὴν τῆς γυναικὸς, ὁποῖον νεῖκος ἀντὶ τοῦ ὁποίαν νίκην ἐπάγει τῇ ἑαυτῆς κεφαλῇ ἡ νεᾶνις τοῦ καμάτου ὑπερτέραν ἔχουσα τὴν ἑαυτῆς ψυχὴν, οἱονεὶ οὐ κάμνουσα πρὸς τὸ καταπαλαῖσαι τὸν λέοντα· ἀλλ᾿ οὐδὲ φόβῳ ἐχειμάσθησαν αὐτῆς αἱ φρένες.

b. αὐτὴ ἀταρβὴς οὖσα, τὴν ψυχὴν ὕπερθεν ἔχουσα τοῦ μόχθου, τουτέστιν οὐ νικωμένη τῷ μόχθῳ, οἵαν φιλοτιμίαν ἐπάγει τῇ ἑαυτῆς κεφαλῇ.

[*]()τίς νιν ἀνθρώπων τέκε: τίς δὴ αὐτὴν ἀνθρώπων ἐγέννησεν; ἀπὸ ποίας δὲ φύσεως καὶ γέννης ἀποσπασθεῖσα [καὶ γεννηθεῖσα] τῶν συμφύτων ὀρῶν τοὺς κευθμῶνας ἔχει, ἀντὶ τοῦ θηρᾷ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν κλάδων τῶν ἀποσπωμένων τῶν φυτῶν.

[*]()a. γεύεται δ᾿ ἀλκᾶς: γεύεται δὲ καὶ ἐφάπτεται ἀπείρου καὶ πολλῆς ἀνδρείας, οἷον ἰσχυρά ἐστιν. Ὅμηρος (Υ 258)· γευσόμεθ᾿ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν, ἀντὶ τοῦ πολεμήσωμεν.

b. [ἢ οὕτω·] πέρας οὐκ ἐχούσης διὰ τὸ μέγεθος.

c. τὸ δὲ ἑξῆς· ἆρα ὅσιόν ἐστι τὴν χεῖρα προσενεγκεῖν καὶ δρέψαι τὴν παρθενίαν αὐτῆς; ὁ γὰρ λόγος ἐρωτηματικὸς παρ᾿ Ἀπόλλωνος ἐν ἤθει λεγόμενος.

d. ὅσιόν ἐστι τὴν ἔνδοξον χεῖρα αὐτῇ ἐπενεγκεῖν ἆρα, καὶ ἐκ τῶν κοιτῶν ἡδεῖαν βοτάνην ἀποκεῖραι; ἀντὶ τοῦ διαπαρθενεῦσαι αὐτήν.[*]()

[*]()a. κεῖραι μελιαδέα ποίαν: τὸ σημεῖον, ὅτι μεταφορικῶς εἴρηκε τὴν ἀκμήν.[*]()

[*]()b. ἄλλως· καὶ γεννῆσαι ἐξ αὐτῆς παῖδα. τοῦτο γάρ ἐστι τὸ κεῖραι μελιηδέα ποίαν. [*]()

c. ἢ τὴν παρθενίαν.

[*]()Κένταυρος ζαμενής: ζαμενὴς νῦν ὁ συνετός. τινὲς δὲ ὁ ἰσχυρός. τὸν δὲ Ἀπόλλωνα εὐθέως ὁ συνετὸς Κένταυρος τῇ ἀγανῇ αὐτοῦ ὀφρύϊ προσηνὲς καὶ ἡδὺ γελάσας ἀνταπεκρίνατο.

[*]()a. χλαρὸν γελάσας: ἤτοι πολὺ, κεχαλασμένον· χλιδὸν γὰρ λέγουσι τὸ πλῆθος· ἢ προσηνὲς καὶ ἡδὺ, παρὰ τὸ χλιαρόν· τὰ μὲν γὰρ ἀπηνῆ τοῖς ψυχροῖς παραβάλλουσι, τὰ δὲ προσηνῆ καὶ τερπνὰ τοῖς θερμοῖς διὰ τὴν γινομένην διάχυσιν. οὕτως οὖν ἐπιπολὺ γελάσας· οὐ γὰρ ὡς οἱ σκυθρωπάζοντες συνηγμένας εἶχε τὰς ὀφρῦς.

[*]()b. ἢ οὕτω· χλαρὸν ἀντὶ τοῦ χλιαρὸν καὶ ἡδὺ κατὰ συναίρεσιν.

[*]()μῆτιν ἑάν: κατὰ τὴν ἑαυτοῦ διάνοιαν, οἱονεὶ ὑπομειδιάσας, ἵνα μὴ δῶμεν αὐτὸν πολὺ καὶ ἄκαιρον γελάσαντα.