Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()τὰ δ᾿ οὐκ ἐπ᾿ ἀνδράσι κεῖται: ταῦτα δὲ οὐκ ἔστιν ἐν ἀνθρώποις, τὸ ἐκ περινοίας κτήσασθαι· τὸ δαιμόνιον δὲ ἑκάστῳ παρέχει.
[*]()δαίμων δὲ παρίσχει: ἐπεὶ προεῖπεν ὅτι ὁ δαίμων πάντα παρέχει, ἐπήγαγεν ὅτι ποτὲ μὲν ἄλλοτε ἄλλον ὑψηλὸν ποιῶν, ἄλλοτε δὲ ὑποχείριον ποιῶν καὶ οἰκτρὸν καὶ ταπεινόν.
[*]()ἄλλον δ᾿ ὑπὸ χειρῶν: ὑπὸ χειρῶν μέτρον περιφραστικῶς περὶ τὰς χεῖρας ποιεῖ, |[*]() ἀντὶ τοῦ τῇ χειρὶ αὐτοῦ καὶ τῇ ἐξουσίᾳ.
[*]()a. μέτρον καταβαίνει: ἀντὶ τοῦ καταβαίνειν ποιεῖ.
b. μεμετρημένα ἑκάστῳ τὰ κακὰ καὶ τὰ ἀγαθὰ παρέχεται, οὔποτε τῶν ἐν μονίμῳ τύχῃ κρατῶν.
[*]()a. μυχῷ τ᾿ ἐν Μαραθῶνος: ἀντὶ τοῦ ἔχεις γέρας, ἀπὸ κοινοῦ.
b. τουτέστι τὰ Παναθήναια.
[*]()c. Ἥρας τ᾿ ἀγῶν᾿ ἐπιχώριον: ὡς καὶ ἐν Αἰγίνῃ Ἡραίων ἀγομένων κατὰ μίμησιν τοῦ ἐν Ἄργει ἀγῶνος· ἄποικοι γὰρ Ἀργείων. Δίδυμος δέ φησι τὰ Ἑκατόμβαια αὐτὸν νῦν λέγειν ἐπιχώριον ἀγῶνα Αἰγινητῶν διὰ τὴν συγγένειαν.
[*]()νίκαις τρισσαῖς: σὺν ταῖς τρισὶ ταύταις νίκαις καὶ τὰ Πύθια νικήσας τέτρασι σώμασι τῶν ἀνταγωνιστῶν ἄνωθεν ἐνέπεσας, ἧττον αὐτῶν φροντίζων.
[*]()δάμασσας ἔργῳ: μετ᾿ ἔργου καὶ ἐνεργείας πολλῆς καθυπέταξας σαυτῷ.
[*]()τέτρασι δ᾿ ἔμπετες: ὡς ἄνευ κλήρου τέσσαρας παῖδας προκαλεσαμένου καὶ νικήσαντος.
[*]()τοῖς οὔτε νόστος ὁμῶς: οἷστισι τοῖς ἡττηθεῖσιν ἐκ τῆς Πυθίας ἡ ἀνακομιδὴ οὔτε ἡδεῖα οὔτε προσηνὴς ἐγένετο, οὔτε ἐλθόντων αὐτῶν ἐπὶ τὴν πατρίδα περὶ τὴν μητέρα καὶ τοὺς γονεῖς γέλως γλυκὺς χάριν ἐκίνησε τὴν ἐκ τῆς νίκης· ἐκ δὲ τοῦ ἐναντίου λύπη καὶ συμφορὰ περὶ τὸν οἶκον τῶν ἡττηθέντων γέγονεν.
[*]()a. ἐχθρῶν ἀπάοροι πτώσσοντι: ἀφωρισμένοι, κεχωρισμένοι.
[*]()b. οἷον εὐλαβοῦνται καὶ φεύγουσι τοὺς ἐχθροὺς τῇ τῆς ἥττης συμφορᾷ δακνόμενοι.[*]()
[*]()a. ὁ δὲ καλόν τι νέον: ὁ δὲ καλὸν πράξας ὑπὸ τῶν ἐλπίδων μετέωρος φέρεται.[*]()
b. ἄλλως· ὁ δὲ νεωστὶ καλὸν καταπραξάμενος καὶ νικήσας, ἀπὸ μεγάλης ἁβρότητος καὶ εὐδαιμονίας ἐκ τῶν εὐτυχηθεισῶν ἐλπίδων ὑψοῦται, ταῖς ταχείαις αὐτοῦ ἐπαιρόμενος ἀνδρείαις, ἔχων καὶ κρείττονα πλούτου τὴν φροντίδα, τουτέστι τὴν νίκην.[*]()
[*]()a. ἐν δ᾿ ὀλίγῳ βροτῶν τὸ τερπνὸν αὔξεται: λείπει τὸ χρόνῳ.
[*]()b. τουτέστι χρόνον μικρὸν αὔξει τοὺς ἀνθρώπους καὶ καταβάλλει ἡ τυχοῦσα πρόφασις. ἔξωθεν οὖν προσληπτέον τὸ χρόνῳ.
[*]()c. ἐν ὀλίγῳ δὲ χρόνῳ τὸ τῶν ἀνθρώπων ἡδὺ καὶ καλὸν εἶναι δοκοῦν αὔξεται καὶ παραμένει· οὕτω δὲ πάλιν ταχέως αὐξηθὲν τὸ ἀγαθὸν ἀφανίζεται ἀηδεῖ τινι γνώμῃ καὶ πείρᾳ σεσεισμένον καὶ νικηθέν.
[*]()ἀποτρόπῳ: τῇ παρὰ τρόπον καὶ παρὰ τὸ δέον ἐχθρᾷ γνώμῃ. [καὶ πείρᾳ σεσεισμένον καὶ νικηθὲν καὶ] οὐ κατὰ τὴν ἡμῶν δόκησιν.
[*]()a. ἐπάμεροι, τί δέ τις; τῶν ἐφημέρων ἀνθρώπων τί ἄν τις εἴποι ὅτι ἔστι τις, ἢ πάλιν ὅτι οὐκ ἔστι; ταχέως μὲν γὰρ ἔστιν εἰπεῖν, ὅτι ἐστί τις οὗτος, ταχέως δὲ ὅτι οὐδεὶς, διὰ τὴν μετάπτωσιν τῶν πραγμάτων. διὰ τοῦτο δὲ καὶ ἐπιφέρει, ὅτι σκιᾶς ὄναρ ἄνθρωποι, εὖ τῇ ἐμφάσει χρώμενος, ὡς ἄν τις εἰποι τοῦ ἀσθενοῦς τὸ ἀσθενέστερον. οὐ γὰρ οἷον ἀνθρώπου ὄναρ ἐστὶν, ἀλλὰ σκιᾶς ἀνθρώπου.
b. ἢ οὕτως· ἐπάμεροι· ὦ ἄνθρωποι, τίς ἐστιν ὁ δοκῶν εἶναι καὶ μέγας καὶ πλούσιος; τίς δὲ ὁ νομιζόμενος οὐδεὶς καὶ εὐτελής; ὀνείρατα σκιᾶς ἐσμεν οἱ ἄνθρωποι.
[*]()a. ἀλλ᾿ ὅταν αἴγλα διόσδοτος ἔλθῃ: ἀλλ᾿ ὅταν ἐκ Διὸς δεδομένη αἴγλη ἐπέλθῃ, τουτέστιν ὅταν ὁ Ζεὺς ἐπιλαμπρύνῃ, ἡδὺς ὁ βίος γίνεται τοῖς ἀνθρώποις.
[*]()b. ἀλλ᾿ ὅταν αἴγλα Διός: ἀλλ᾿ ὅταν αἴγλη τις καὶ φῶς ἐκ θεοῦ παραγένηται, λαμπρὸν φέγγος ἔπεστι κατὰ τῶν ἀνθρώπων καὶ προσηνὴς ὁ βίος καὶ ἡ ζωή.
c. ἐπιμέμφονταί τινες τῷ Πινδάρῳ, ὅτι ἐγκώμιον γράφων θρηνεῖ τὸν ἀνθρώπινον βίον.
[*]()a. Αἴγινα, φίλα μᾶτερ: τὸν λόγον πρὸς τὴν ἡρωίδα ἀπέστρεψεν, ἀφ᾿ ἧς καὶ ἡ νῆσος.
b. ὁ δὲ νοῦς· ὦ προσφιλεστάτη μῆτερ Αἴγινα, τὴν ὁμώνυμόν σοι πόλιν φύλασσε καὶ περίεπε σὺν ἐλευθερίᾳ, φύλασσε δὲ σὺν τῷ Διῒ καὶ τῷ βασιλεῖ Αἰακῷ καὶ τοῖς ἐξ αὐτοῦ ἥρωσιν.
c. ἢ οὕτω· τοῦτο ἐκ τοῦ χοροῦ λέγοιτο ἂν, ὥστε τὴν Αἴγιναν μητέρα τῶν χορευόντων λέγεσθαι.
d. ἐλευθέρῳ δὲ στόλῳ ἀντὶ τοῦ ἐλευθέρᾳ στάλσει ἢ στάσει καὶ σχήματι, μὴ ταττομένη ὑπ᾿ ἄλλοις.
[*]()e. Αἴγινα φίλα μᾶτερ: προσφωνεῖ τῇ ἡρωίδι.
[*]()σὺν Διῒ καὶ κρέοντι: τὸ χ΄, ὅτι ὑπερβάτως εἴρηκε σὺν Διῒ καὶ κρέοντι καὶ σὺν Αἰακῷ.
Scholia in Pythionicarum carmen IX.
[*]()Τελεσικράτει Κυρηναίῳ ὁπλιτοδρόμῳ[*]()
[*]()Τῆς ἐννάτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιε΄. τὸ α΄ ἀναπαιστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ β΄ τροχαϊκὸν τρίμετρον καταληκτικὸν, εἰς ἴαμβον καταλῆγον. τὸ γ΄ Ἀρχιλόχειον, ὅμοιον τῷ (Archil. fr. 79) Ἐρασμονίδη Χαρίλαε. τὸ δ΄ πενθημιμερὲς δακτυλικόν. τὸ ε΄ τὸ αὐτὸ τῷ γ΄, ἀλλὰ τοῦτο δωδεκάσημον, τὸ δὲ γ΄ ἑνδεκάσημον. τὸ ς΄ δίμετρον ἐπιχοριαμβικὸν ἀκατάληκτον. τὸ ζ΄ δίμετρον Ἰωνικὸν ἀπ᾿ ἐλάσσονος ἀκατάληκτον. τὸ η΄ δακτυλικὸν πενθημιμερές. τὸ θ΄ τρίμετρον δακτυλικὸν ἀκατάληκτον. τὸ ι΄ δακτυλικὸν πενθημιμερές. τὸ ια΄ τὸ αὐτὸ τῷ γ΄ καὶ ε΄. τὸ ιβ΄ δακτυλικὸν πενθημιμερές. τὸ ιγ΄ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον. τὸ ιδ΄ τὸ αὐτὸ τῷ ιγ΄. τὸ ιε΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον.
[*]()ἡ ἐπῳδὸς κώλων ἐστὶ ιδ΄. τὸ α΄ Πινδαρικόν· ἔστι δὲ ἐγκωμιολογικόν. τὸ β΄ δακτυλικὸν τρίμετρον καταληκτικόν.
τὸ γ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ πενθημιμερὲς δακτυλικόν. τὸ ε΄ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ς΄ Ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ ζ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ θ΄ Ἰωνικὸν δίμετρον καταληκτικὸν ἀνακλώμενον. τὸ ι΄ Πινδαρικὸν παρὰ τὸ πρῶτον Σαπφικὸν καὶ ἰαμβέλεγος. τὸ ια΄ ἰαμβέλεγος μετατεθεικὼς τὴν πρώτην ἐπὶ τὴν τελευταίαν συλλαβήν. τὸ ιβ΄ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον. τὸ ιγ΄ δακτυλικὸν πενθημιμερές. τὸ ιδ΄ ὅμοιον τῷ ια΄.
[*]() Inscr.a. Γράφει τῷ προειρημένῳ τὴν ᾠδὴν νικήσαντι κη΄ Πυθιάδα. ἐνίκησε μέντοι καὶ στάδιον τὴν λ΄ Πυθιάδα, οὐ φαίνεται δὲ ὁ Πίνδαρος ταύτης τῆς νίκης μνημονεύων, ἴσως ὅτι φθάσας τῆς εἰκοστῆς ὀγδόης ἔγραψεν.
b. ἄλλως· γράφεται Τελεσικράτει Κυρηναίῳ νικήσαντι τὴν κη΄ Πυθιάδα ὁπλίτῃ, τῇ δὲ λ΄ στάδιον· παρὸ δὴ οὐ μνημονεύει τῆς ἐν τῷ σταδίῳ νίκης. τούτου δὲ ἀνάκειται ἐν Δελφοῖς ἀνδριὰς ἔχων κράνος. ἐκ προγόνων δέ ἐστι δρομεύς· Ἀλεξίδαμον γάρ φησιν αὐτοῦ εἶναι πρόγονον Λίβυν, ἐλθόντα ἐπὶ τὴν Ἀνταίου θυγατέρα καὶ ἀγωνισάμενον. πολλοὶ δὲ ταύτης μνηστῆρες.[*]()
[*]()a. ὁ νοῦς· βούλομαι τὸν Πυθιονίκην Τελεσικράτην ἐγκωμιάζων σὺν ταῖς βαθυζώνοις Χάρισιν ἀνυμνεῖν, εὐδαιμονέστατον ἄνδρα, στέφανον καὶ δόξαν ὄντα τῆς ἱππικῆς Κυρήνης.[*]()
b. χαλκάσπιδα, ὅτι σὺν ἀσπίσι χαλκαῖς τὸν ὁπλίτην ἔτρεχον δρόμον.[*]()
[*]()a. τὰν ὁ χαιτάεις: εἰς τὴν ἡρωίδα, ἀφ᾿ ἧς τοὔνομα ἔλαβεν ἡ πόλις Κυρήνη, μετάγει τὸν λόγον. ἀπὸ δὲ Ἠοίας Ἡσιόδου τὴν ἱστορίαν ἔλαβεν ὁ Πίνδαρος, ἧς ἡ ἀρχή (fr. 128)· ἢ οἵη Φθίῃ Χαρίτων ἄπο κάλλος ἔχουσα Πηνειοῦ παρ᾿ ὕδωρ καλὴ ναίεσκε Κυρήνη.
b. ὁ δὲ νοῦς· ἥντινα τὴν Κυρήνην ὁ κομήτης Ἀπόλλων ἐκ τῶν ὑψηλῶν τοῦ Πηλίου κόλπων ἥρπασε καὶ ἤνεγκε χρυσῷ δίφρῳ, τὴν θηρευτικὴν καὶ ἀγρευτικὴν παρθένον.
[*]()c. ἀνεμοσφαράγων: τῶν ψόφον ἀποτελούντων ἐκ τοῦ ἀνέμου.
[*]()τόθι νιν πολυμήλου: ἔνθα αὐτὴν τῆς πολυπροβάτου καὶ εὐκάρπου γῆς ἔθηκε δέσποιναν, καὶ οἰκεῖν θάλλουσαν καὶ γαυριῶσαν τὴν ἐπέραστον τρίτην μοῖραν τῆς ἠπείρου γῆς, τουτέστι τὴν Λιβύην.