Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()a. κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦς: ἕκαστος, φησὶ, κρύπτει τοὺς λόγους τοὺς περὶ συνουσίας. ἔοικε παρεγχειρεῖν ὁ Χείρων τὸν Ἀπόλλωνα, ἐπεὶ προεῖπεν ἐκεῖνος· ὅσια κλυτὰν χεῖρά οἱ προσενεγκεῖν;
[*]()b. ἢ οὕτως ἀποδοτέον· σὺ Ἄπολλον ἐρωτᾷς με, εἰ ὅσια κλυτὰν χεῖρά οἱ προσενεγκεῖν, |[*]() ὁ πᾶν τὸ ἐσόμενον εἰδώς· μάντις γὰρ εἶ. ἀλλ᾿ ἐπεὶ αἰσχυνόμεθα περὶ τούτων λέγειν καὶ κρυπτῶς ταῦτα ἐνεργεῖται, καὶ σὺ αἰδούμενός με ἐρωτᾷς· ἐπίστασαι γὰρ μάντις ὤν.
c. ἄλλως· τῆς περὶ τὰς γυναῖκας πειθοῦς, φησὶν, ὦ Ἄπολλον, κρυπταί εἰσι τῶν ἱερῶν συνουσιῶν αἱ κλεῖς· ἐν θεοῖς [γὰρ] καὶ ἀνθρώποις ὁμοίως ἐστὶ τοῦτο· ἀπερυθριῶν γὰρ ἡμῶν ἕκαστος αἰσχύνεται ἐκ τοῦ φανεροῦ περὶ ἀφροδισίων διαλέγεσθαι.
[*]()a. αἰδέοντ᾿ ἀμφαδόν: αἰσχύνονται γὰρ οἵ τε ἄνδρες καὶ οἱ θεοὶ τὸ πρῶτον ἐκ τοῦ φανεροῦ τῆς ἡδείας κοίτης τυχεῖν.
b. ἢ οὕτως· αἰδοῦνται, ὦ Ἄπολλον, [οἵ τε ἄνδρες καὶ οἱ θεοὶ] φανερῶς τὸν ἔρωτα λέγειν.
[*]()a. καὶ γὰρ σέ: καὶ γὰρ σὲ, ὃν οὐδὲ θεμιτὸν οὐδὲ δυνατὸν ψεύσασθαι, παρέτρεψεν ὁ προσηνής σου τρόπος ἐρωτᾶν με περὶ Κυρήνης τοῦ γένους καὶ τῆς μίξεως, καίπερ εἰδότα ἀκριβῶς πάντα.
b. ἡ αἰδὼς ἐποίησέ σε τὸν μάντιν πυνθάνεσθαι, ὃν οὐδεμία διαφεύγει ἀλήθεια, πάντα δὲ τὰ μέλλοντα προγινώσκεις.
[*]()κούρας δ᾿ ὁπόθεν γενεὰν ἐξερωτᾷς ὦ ἄνα: ὁ λόγος ἠθικός· ἐμὲ ἐρωτᾷς, ὦ δέσποτα Ἄπολλον, πόθεν τῆς κόρης ἡ γενεὰ καὶ τίνες οἱ γονεῖς; ὅστις πάντων τῶν ὑπὸ τὸν βίον οἶδας τὸ τέλος καὶ πάσας τὰς ὁδοὺς καὶ ὅσα ἐν τῷ ἔαρι φύλλα ἀναφύει.
[*]()χὥ, τι πόθεν ἔσσεται: καὶ πόθεν νῦν τὴν ἀρχὴν μέλλει λαμβάνειν, καλῶς καὶ ἀπταίστως καθορᾷς. ἀπὸ κοινοῦ, ὃς ταχὺ πάντα οἶδας καὶ δύνασαι, ἐμὲ περὶ τῶν τῆς κόρης γονέων ἐρωτᾷς;
[*]()a. εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι: εἰ δὲ χρὴ καὶ σοφῷ σοι ὄντι ἐξισωθῆναι, ἐρῶ.
[*]()b. ἄλλως· εἰ δὲ ἐξισωθῆναί σοι δεῖ καὶ μαντεύσασθαι, ὡς σὺ μαντεύῃ, [ἐρῶ].
[*]()ἵκεο βᾶσσαν: παραγενοῦ ταύτῃ πόσις, ταύτην τὴν βῆσσαν καὶ τὸ σπήλαιον, ἔξωθεν τὸ καταλιπών.
[*]()a. καὶ μέλλεις ὑπὲρ πόντου: μέλλεις γὰρ αὐτὴν διὰ τοῦ πόντου εἰς τὸν τοῦ Διὸς ἔξοχον κῆπον ἐνεγκεῖν. φησὶ δὲ τὴν Λιβύην.
[*]()b. Διὸς ποτὶ κᾶπον: τὴν Λιβύην Διὸς κῆπον λέγει διὰ τὸ πλησιάζειν τῇ Αἰγύπτῳ, ἣν Διὸς τέμενος οἱ ποιηταί φασιν (P. IV 56).
c. ἢ διὰ τὸ τὸν Ἄμμωνα Δία νομίζεσθαι. Ἄμμων Ὀλύμπου δέσποτα (fr. 36)· καὶ πάλιν (P. IV 66)· Διὸς ἐν Ἄμμωνος θεμέθλοις. Ἄμμωνος δὲ ἡ Λιβύη.
d. ἄλλως· πῶς Διὸς κῆπος ἡ Λιβύη; ὅτι δοκεῖ ὁ Ζεὺς ἐν Λιβύῃ Ἄμμων τιμᾶσθαι· ὥς φησι Φαῖστος ὁ τὰ Λακεδαιμονικὰ συνταξάμενος (FHG IV p. 472)· Ζεῦ Λιβύης Ἄμμων κερατηφόρε κέκλυθι μάντι.
[*]()a. ἔνθα νιν ἀρχέπτολιν: αὐτήν. ἡ γὰρ πόλις ἀπ᾿ αὐτῆς Κυρήνη κληθήσεται.
b. ἔνθα αὐτὴν, ἐπὶ τὸ ὑψηλὸν μέρος τῆς Λιβύης, δέσποιναν ἀποδείξεις, τὸν ἐκ Θήρας ὄχλον ἀναστήσας καὶ συναθροίσας.[*]()
[*]()a. ὄχθον ἐς ἀμφίπεδον: ἀμφίπεδον εἶπεν ὄχθον τὴν Κυρήνην διὰ τὸ αὐτὴν μὲν ἐπ᾿ ὄχθου ἱδρύσθαι, περὶ αὐτὴν δὲ πεδιάδα εἶναι.
b. ἀμφίπεδον δὲ, ἑκατέρωθεν πεδία ἔχοντα.[*]()
[*]()c. ἢ τὸν πανταχόθεν ὁδευόμενον τοῖς πεδίοις.
[*]()νῦν δ᾿ εὐρυλείμων: ὁ νοῦς· ἐπὶ δὲ τοῦ παρόντος αὐτὴν ἡ πλατεῖς ἔχουσα λειμῶνας Λιβύη ὑποδέξεται τὴν ἔνδοξον νύμφην ἐν τοῖς τιμίοις αὐτῆς οἴκοις μετὰ προθυμίας, ἔνθα αὐτῇ τὴν μερίδα τῆς γῆς εὐθέως κατασκευάζειν καὶ οἰκονομεῖν ἐννόμως καὶ δικαίως παράσχοι, οὔτε πολυκάρπων φυτῶν ἄμοιρον, οὔτε ἀνεπίγνωστον θηρίων, τουτέστι πολύθηρον.[*]()
[*]()ἵνα οἱ χθονὸς αἶσαν: ὅπου τῆς ἰδίας γῆς μέρος δωρήσεται ἡ Λιβύη τῇ Κυρήνῃ οὔτε φυτῶν ἀπεστερημένον οὔτε ἔξω κυνηγεσίων, ὥστε συντελεῖν ἐννόμως αὐτῇ, ὥστε συνάπτεσθαι καὶ συμβάλλεσθαι πρὸς τὴν κατασκευήν.
[*]()a. συντελέθειν: συντελεῖν, κατασκευάζειν, ἢ οἰκονομεῖν.
[*]()b. ἄλλως· συντελοῦσαν αὐτῇ ἐν ταῖς νομαῖς καὶ νεμήσεσι, συναύξουσαν αὐτῇ καὶ τὰς φυτείας καὶ τὰ κυνηγέσια. ἔνθηρος γὰρ ἡ Λιβύη.
[*]()φυτῶν νήποινον: κυρίως μὲν τὸν ἀνεκδίκητον, νῦν δὲ τὸν ἄμοιρον καὶ ἄπειρον.
[*]()τόθι παῖδα τέξεται: ὁ νοῦς· ἐν τῇ Λιβύῃ ἡ Κυρήνη τέξεται παῖδα [λέγει δὲ] τὸν Ἀρισταῖον, ὅντινα ὁ ἔνδοξος Ἑρμῆς ἀνελὼν καὶ λαβὼν παρὰ τῆς μητρὸς οἴσει καὶ δώσει τρέφειν Ὥραις, καὶ Γῇ δώσει ὡς προμάμμῃ τῆς μητρὸς τοῦ παιδός. ἡ γὰρ Κρέουσα ἡ Ναϊὰς Γῆς παῖς οὖσα ἔτεκε τὸν Ὑψέα τὸν πατέρα τῆς Κυρήνης.
[*]()Ὥραισι καὶ Γαίᾳ: καλῶς τῇ Γῇ δίδωσιν, ἐπεὶ καὶ ἐκ Γῆς δίδωσι καταφέρειν τὸ γένος· Γῆς γὰρ Κρέουσα, ἧς Ὑψεὺς, οὗ Κυρήνη, ἧς Ἀρισταῖος.
[*]()ταὶ δ᾿ ἐπιγουνίδιον: αἱ δὲ Ὧραι καὶ ἡ Γῆ ἐπὶ τοῖς ἑαυτῶν γόνασι θεῖσαι τὸν Ἀρισταῖον καὶ θαυμάσασαι τὸ βρέφος ἐνστάξουσι τοῖς χείλεσι νέκταρ καὶ ἀμβροσίαν, καὶ ποιήσουσιν αὐτὸν ἀθάνατον ὥσπερ Ζῆνα καὶ Ἀπόλλωνα· ἵνα τὸ ὥσπερ ἔξωθεν ὑπακούσωμεν.[*]()
[*]()a. θησάμεναι βρέφος αὐταῖς: δι᾿ ἑαυτῶν.
b. ἢ οὕτως· τοῖς ὄμμασιν.
[*]()ἁγνὸν Ἀπόλλωνα: τὸν Ἀρισταῖόν τινες Ἀπόλλωνα, τινὲς δὲ καὶ Ἀγρέα. |[*]() ἔστι δὲ τοῦ μέλιτος εὑρετὴς, ὃ δὴ τῆς ἀθανασίας δέκατον μέρος ᾠήθησαν εἶναι.[*]()
[*]()a. χάρμα φίλοις: θρέψουσι δὲ αὐτὸν τοῖς ἀνθρώποις χαρὰν καὶ ὄφελος, ἀκόλουθον ὄντα τῶν προβάτων. πρὸ γὰρ τοῦ γενέσθαι Ἀρισταῖον τὰ πρόβατα ὀπάονας οὐκ εἶχεν.
b. ἄλλως· ἀκίνητον τῶν προβάτων ἀκόλουθον αὐτὸν θήσονται, τοῖς δὲ αὐτὸν Ἀρισταῖον καλεῖν, καὶ ἀπὸ κοινοῦ τὸ θήσονται.