Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()τὸν ὅνπέρ ποτ᾿ Οἰκλέος: τοῦτον, φησὶ, τὸν λόγον φέρεις, ὦ Ἀριστόμενες, ὃν εἶπεν ὁ Ἀμφιάραος ἰδὼν θαρσαλέως πολεμοῦντας τοὺς Ἐπιγόνους κατὰ τῶν Θηβαίων. τί δὲ εἶπε; φυᾷ τὸ γενναῖον ἐπιπρέπει· ὅτι σῴζουσι τὴν τῶν γονέων ἀρετήν. καὶ σὺ δὲ, φησὶ, τοὺς μήτρωας ζηλοῖς τῇ ἀθλήσει.[*]()
[*]()a. ᾐνίξατο: ἀντὶ τοῦ ἀπεφθέγξατο· οὐ γὰρ αἰνιγματωδῶς εἶπε. καὶ παρ᾿ Ὁμήρῳ (Ν 374)· Ὀθρυονεῦ, πέρι δή σε βροτῶν αἰνίζομ᾿ ἁπάντων.
[*]()b. πῶς δὲ ταῦτα ὁ Ἀμφιάραός φησιν; εἰ μὴ ὅτε ζῶν κατεπόθη, κατά τινα θείαν ἐπίνοιαν προσδιελέγετο τοῖς Ἐπιγόνοις.[*]()
c. ἄλλως· ᾐνίξατο ἐπῄνεσεν εἶπε παρὰ τὸν αἶνον.
[*]()ὧ δ᾿ εἶπεν: ὁ δὲ Ἀμφιάραος τῶν Ἐπιγόνων μαχομένων εἶπε· τῇ φύσει τὸ συγγενὲς ἐκ πατέρων προθύμημα τοῖς παισὶν ἐπιπρέπει. Ὅμηρος (Ε 253)· οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι, τουτέστι συγγενικόν.[*]()
[*]()a. ἐκ πατέρων παισί: τοῖς ἐπιγόνοις ἐπιπρέπει τὸ ἐκ πατέρων.
[*]()b. πῶς ὅτι θεάμοαι σαφὲς δράκοντα; ὡς τοῦ Ἀλκμαίονος ἔχοντος ἐπὶ τῆς ἀσπίδος ἐπίσημον δράκοντα, |[*]() ὅτι ἐπιτήδειον πρὸς οἰωνοὺς τὸ ζῷον καὶ καταδῦνον εἰς τὰς ὀπὰς τῆς γῆς, κατέδυ δὲ καὶ ὁ Ἀμφιάραος, ὁ δὲ παῖς σημεῖον τῆς τοῦ πατρὸς ἔσῳζε τέχνης.[*]()
[*]()λῆμα. θεάομαι σαφές: θεωρῶ γὰρ, φησὶ, σαφῶς ἐν ταῖς Θήβαις τὸν Ἀλκμαίονα, ποικίλον δράκοντα ἐπὶ τῆς καταπληκτικῆς ἀσπίδος διακινοῦντα.
[*]()a. δράκοντα ποικίλον αἰθᾶς: τῆς λαμπρᾶς, παρὰ τὸ αἴθειν.
b. ἀντὶ τοῦ θεωρῶ τὸν Ἀλκμᾶνα διακινοῦντα ἐπὶ τῇ ἀσπίδι ἐπίσημον δράκοντα.[*]()
[*]()a. Ἀλκμᾶν᾿ ἐπ᾿ ἀσπίδος: διατί ὁ Ἀλκμαίων εἶχεν ἐπὶ τῆς ἀσπίδος δράκοντα; ὅτι ἐπιτήδειον πρὸς οἰωνοὺς τὸ ζῷον, μάντις δὲ καὶ ὁ Ἀμφιάραος· ὁ δὲ παῖς σημεῖον τῆς τοῦ πατρὸς ἔσῳζε τέχνης.
[*]()b. ἐπεὶ γηγενὲς τὸ ζῷον καὶ καταδύον εἰς τὰς ὀπὰς τῆς γῆς, κατέδυ δὲ καὶ ὁ Ἀμφιάραος.
[*]()c. ἢ καθὸ ἦν ἀπὸ Μελάμποδος. ἱστοροῦσι δὲ δύο δράκοντας διαλεῖξαι τὰς ἀκοὰς τοῦ Μελάμποδος καὶ διατρῆσαι πρὸς ἀλλήλας· διὸ καὶ δοκεῖ αἰσθάνεσθαι τῆς τῶν ἀλόγων ζῴων φωνῆς.
[*]()a. ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ: ὁ δὲ τῷ προτέρῳ πάθει καμὼν καὶ τὸν στρατὸν ἀπολέσας Ἄδραστος νῦν κρείσσονος οἰωνοῦ ἐνέχεται ἀγγελίᾳ· νικήσει γὰρ τῇ μάχῃ, τὸ δὲ κατὰ τὸν ἴδιον οἶκον ἐναντίως πράξει. πρότερον μὲν γὰρ ἐσώθη μόνος, κατὰ δὲ τὴν δευτέραν στρατείαν πάντων σωθέντων, αὐτὸς μόνος τὸν υἱὸν ἀπέβαλεν Αἰγιαλέα, ὥς φησιν Ἑλλάνικος (FHG I p. 47) λέγων ἐν Γλίσαντι τὴν συμβολὴν γεγενῆσθαι.
b. ἢ οὕτως· ὁ δὲ καμὼν Ἄδραστος τῇ προτέρᾳ συμφορᾷ, νῦν βελτίονος ἔχεται τύχης, τῇ τοῦ ὄρνιθος ἀγγελίᾳ καὶ κλῃδόνι. οἰωνιστὴς γὰρ ὁ Ἀμφιάραος.
[*]()τὸ δὲ οἴκοθεν ἀντία πράξει: ἐναντίως τοῖς πᾶσι τὰ κατὰ τὸν οἶκον πράξει· μόνος γὰρ τὸν παῖδα ἀπολέσει. |[*]() ἐν γὰρ τῇ πρώτῃ στρατείᾳ οἱ μὲν ἄλλοι ἓξ στρατηγοὶ ἀπώλοντο, ἐν δὲ τῇ δευτέρᾳ, ὅτε οἱ Ἐπίγονοι, μόνος ὁ Ἀδράστου παῖς Αἰγιαλεὺς ἀπώλετο. οὕτω καὶ ἐξ αὐτοῦ φασιν Ἀδράστειαν κληθῆναι τὴν Νέμεσιν.
[*]()μόνος γὰρ ἐκ Δαναῶν: μόνος γὰρ τῶν Ἑλλήνων τοῦ Θηβαίου στρατοῦ τελευτήσαντος τοῦ υἱοῦ τὰ ὀστᾶ συναγαγὼν καὶ συλλέξας ἀφίξεται εἰς τὸ Ἄργος σὺν τῷ στρατοπέδῳ ἀβλαβεῖ καὶ περισωθέντι.
[*]()a. ἰστέον ὅτι Ἄβας ὁ Λυγκέως ᾤκησε τὸ Ἄργος, εἶτα μετέστη εἰς Εὔβοιαν. ὅτι δὲ Λυγκέως Ἄβας, ἐξ ἐκείνου δῆλον (trag. fr. adesp. 454)· σφαγὰς δὲ Δαναοῦ παρθένων Λυγκεὺς φυγών Ἄβαντα φύει διάδοχον τυραννίδος.
[*]()b. ἄλλως· Ἄβας πατὴρ Ταλαοῦ, ἐξ οὗ ὁ Ἄδραστος.
[*]()a. τοιαῦτα μὲν ἐφθέγξατ᾿ Ἀμφίαρηος: ὡς ἀπὸ τοῦ χοροῦ τὸ πρόσωπον μιμουμένου τοῦ νενικηκότος. ταῦτα δὲ εἴρηκεν ὡς ὑπάρχοντος ἡρῴου καὶ γειτνιῶντος τῇ τοῦ νικηφόρου οἰκίᾳ, προσυποτίθεται δὲ ὅτι καὶ ὑπήντησε πορευομένῳ εἰς τὸν ἀγῶνα καὶ τῆς μαντείας ἐφήψατο καὶ αὐτὸς ὢν μάντις. ἐμφαίνει δὲ διὰ τούτων, ὅτι ἐγεγόνει τις μαντεία περὶ τῆς νίκης αὐτοῦ.
b. ἄλλως· ἐφηδόμενος δὲ καὶ αὐτὸς τὸν Ἀλκμάονα στεφανῶ τῇ ᾠδῇ. ὅτι δή μοι ὁ τούτου πατὴρ Ἀμφιάραος γείτων ἐστὶ καὶ φύλαξ τῶν ἐμῶν κτημάτων, καὶ ὅτι ἀπιόντι εἰς τὸν τῆς γῆς ὀμφαλὸν, τουτέστιν εἰς τὴν Πυθῶνα, ἀπήντησε καὶ τῶν μαντευμάτων ἐφήψατο τοῖς συγγεννηθεῖσιν αὐτῷ τυχὸν [δὲ λέγει συγγόνοις τέχναις].
[*]()γείτων ὅτι μοι: τῇ Ἀριστομένους οἰκίᾳ παρίδρυτο Ἀλκμάονος ἡρῷον, ἴσως δὲ καὶ τῇ αὐτοῦ μαντείᾳ χρησάμενος ἐπὶ τὸν ἀγῶνα ἐπορεύθη καὶ ἐνίκησεν.
[*]()a. κτεάνων φύλαξ ἐμῶν: ἐπεὶ οἱ ἀπὸ τοῦ χοροῦ Αἰγινῆταί εἰσιν.
[*]()b. ἐπεὶ ἐκ προγόνων ἦν μάντις, διὰ τοῦτο εἶπε συγγόνοισι.
[*]()τὺ δ᾿ ἑκαταβόλε: σὺ δὲ, ὦ Ἄπολλον, τὸν πάντας δεχόμενον ἐν τῷ Πυθῶνι νεὼν εὐδόξως διανέμων τοῦτο μὲν τὸ μέγιστον κλέος τῆς νίκης αὐτόθι ἐν τῷ Πυθῶνι παρέσχες, ἐν Αἰγίνῃ δὲ πρὸ τοῦ ἐνίκησε τὰ Δελφίνια Ἀπόλλωνος ἀγῶνα.
[*]()τόθι χαρμάτων: ὡς τοῦ Ἀριστομένους, πρὶν λαβεῖν τὰ Πύθια, νενικηκότος ἐν οἴκῳ, τουτέστιν ἐν Αἰγίνῃ ἀγῶνα ἱερὸν Ἀπόλλωνος πένταθλον. ἄγεται δὲ ἐν Αἰγίνῃ Δελφίνια Ἀπόλλωνι.
[*]()σὺν ἑορταῖς ὑμαῖς: ταῖς σαῖς, καὶ πλεονάζει τούτῳ ὁ Πίνδαρος. τιμᾶται δὲ σφόδρα ἐν Αἰγίνῃ Ἀπόλλων καὶ Ἄρτεμις.
a. ἑκόντι δ᾿ εὔχομαι νόῳ: σοὶ δὲ, ὦ Ἄπολλον, εὔχομαι ἐφορᾶν σε ἕκαστον τῶν ποιημάτων, ὅσα κατά τινα ἁρμονίαν ἐπέρχομαι καὶ γράφω.
[*]()b. ἄλλως· ἤτοι διαβεβαιοῦμαι, ἢ εὔχομαί σοι, ὦ Ἄπολλον, καθ᾿ ἁρ|μονίαν πρὸς πάντα ἔρχεσθαι πράγματα, οἷον πρὸς μηδὲν πλημμελῶς ἔρχεσθαι.
[*]()a. κώμῳ μὲν ἁδυμελεῖ: τῷ μὲν χορῷ ἡμῶν δικαιοσύνη παρέστηκε, τουτέστιν οὐ ψευδόμεθα οἷς λέγομεν περὶ τοῦ Ἀριστομένους.
b. ἢ οὕτως· δικαίως κωμάζεται ὁ Ἀριστομένης καὶ ἐπιτηδείως· ἀγαθὸς γάρ ἐστι. τὴν δὲ τῶν μετὰ ταῦτα ἐπιστροφὴν παρὰ τῶν θεῶν εὔχομαι ἀνεπίφθονον ἐπὶ ταῖς ὑμετέραις τύχαις γενέσθαι. ὁ δὲ Ξενάρκης πατὴρ τοῦ νικηφόρου.
[*]()a. εἰ γάρ τις ἐσλὰ πέπαται: εἰ γάρ τις, φησὶν, ἀγαθὰ κέκτηται μὴ σὺν πολλῷ πόνῳ ἀλλὰ ῥᾳδίως, τοῖς πολλοῖς τῶν ἀνθρώπων δοκεῖ σοφὸς ὢν ἐν ἄφροσι τὸν ἑαυτοῦ βίον κορύσσειν, τουτέστιν αὔξειν, ταῖς ὀρθοβούλοις ἑαυτοῦ ἐπιτεχνήσεσιν.
b. ἢ οὕτως· εἴ τις ἄνευ πόνου ἀγαθόν τι περιεκτήσατο, τοῦτον οἱ πολλοὶ τῶν ἀφρόνων δοκοῦσι σοφὸν εἶναι, |[*]() καὶ τοῦτο ἐκ τῆς σοφίας δοκεῖ οὕτω περιπεποιῆσθαι. ἐγὼ δέ φημι τοῦτο ἐν θεῷ εἶναι, καὶ ἔστι τὸ δαιμόνιον αἴτιον τῆς κτήσεως.
c. πέπαται δέ, ἀντὶ τοῦ κέκτηται. καὶ Ὅμηρος (Δ 433)· πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ, ἀντὶ τοῦ πλουσίου.