Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()τὺ γὰρ τὸ μαλθακόν: σὺ γὰρ, ὦ Ἡσυχία, τὸ προσηνὲς καὶ ἐπιεικὲς ἔρξαι καὶ ποιῆσαι δύνασαι.
[*]()καιρῷ σὺν ἀτρεκεῖ: τουτέστιν εὐκαίρως, ὁμοδρομοῦντος τῷ καιρῷ τοῦ παθεῖν. τὸ γὰρ ἀτρεκεῖ ἀντὶ τοῦ ὁμοτρεκεῖ, ὡς ἄλοχος ὁμόλοχος.
[*]()a. τὺ δ᾿ ὁπόταν τις ἀμείλιχον: σὺ δὲ ὅταν τις ἀπροσηνῆ, οἱονεὶ ἰταμωτάτην ὕβριν καὶ ὀργὴν ἐνθῇ τῇ ἑαυτοῦ καρδίᾳ, τραχεῖα καὶ προσάντης τῇ τῶν δυσμενῶν καὶ ἀπηνῶν ἀπαντήσασα κεφαλῇ, τὴν ἀλαζονείαν αὐτῶν ἐν ἀφανειᾳ τιθεῖς. ἔθος δὲ Πινδάρῳ ἀπὸ ἑνικοῦ εἰς πληθυντικὸν καταφέρεσθαι, ὡς κἀνταῦθα· ὅταν τις, εἶτα δυσμενέων.[*]()
b. ὁ δὲ νοῦς ὅλος· σὺ, ὦ Ἡσυχία, τοὺς ἀλαζόνας καὶ ὑβριστὰς ἀφανίζεις καὶ ἀμαυροῖς.[*]()"
[*]()c. ὅταν τις ἀμείλιχον: ἐάν τις, φησὶ, ταραχώδης καὶ ὑβριστὴς γένηται, τοῦτο γάρ ἐστι τὸ, ἀμείλιχον καρδίᾳ κότον ἐνελάσῃ, ὑπαντιάξασα αὐτῷ σὺ, ὦ Ἡσυχία, τουτέστιν ἀπαντήσασα, τραχεῖα τῷ τῶν πολεμίων κράτει, ὅ ἐστι πολέμους ἐπιστήσασα, τιθεῖς αὐτοῦ τὴν ὕβριν ἐν ἄντλῳ, τουτέστι βαπτίζεις αὐτοῦ τὴν ὕβριν.
[*]()ἐν ἄντλῳ: τῷ ὕδατι καὶ ἀφανείᾳ. ὡς Ὅμηρος (ο 479)· ἄντλῳ δ᾿ ἐνδούπησε πεσοῦσ᾿ ὡς εἰναλίη κήξ.[*]()
[*]()a. τὰν οὐδὲ Πορφυρίων: ἣν οὐδὲ ὁ Πορφυρίων γίγας ᾔσθετο παρὰ τὸ καθῆκον ἐξερεθίζων· διόπερ καὶ ἀνῃρέθη.
b. ὁ δὲ νοῦς· ἥντινα τὴν Ἡσυχίαν ἀποστραφεὶς καὶ παρὰ τὸ δέον ἐρεθίζων οὐδὲ ὁ Πορφυρίων ἔγνω· διὸ καὶ ἀπώλετο.
[*]()κέρδος δὲ φίλτατον: ὄνησίς ἐστι τῶν διδομένων, ὅταν τις παρ᾿ ἑκόντος λαμβάνῃ, τὸ δὲ μετὰ βίας ἀγόμενον κέρδος ἀνόνητόν ἐστι. τοῦτο δὲ εἶπεν, ὅτι Πορφυρίων ἐπεχείρει βοῦς ἀποσπάσαι Ἡρακλέος ἄκοντος αὐτοῦ.
[*]()βία δὲ καὶ μεγάλαυχον: ἡ τοῦ σώματος ἰσχὺς τὸν μεγαλαυχήσαντα ἐπὶ τῇ ῥώμῃ σφάλλει τῷ χρόνῳ· ὑποδείγματι δὲ τῷ Τυφῶνι ἐχρήσατο καὶ τοῖς ἑξῆς.
[*]()δμᾶθεν δὲ κεραυνῷ: πάλιν συλληπτικῶς· οὔτε γὰρ ὁ Τυφὼς καὶ ὁ Πορφυρίων ἐκεραυνώθησαν καὶ ὑπὸ Ἀπόλλωνος ἐτοξεύθησαν, ἀλλ᾿ ὁ μὲν Τυφὼς διοβλὴς γέγονεν, ὁ δὲ Πορφυρίων ὑπὸ Ἀπόλλωνος ἐτοξεύθη. |[*]() ὁ δὲ τὸ τῷ ἑτέρῳ συμβεβηκὸς ὡς κατ᾿ ἀμφοτέρων ἔφη.
[*]()a. Ξενάρκειον ἔδεκτο: τὸν Ἀριστομένην· ἔστι γὰρ Ξενάρκους υἱός. πρὸς ὃ τὸ χ΄, καὶ ὅτι Κίρραθεν εἴρηκεν, οὗ συντελεῖται ὁ ἀγὼν ὁ ἱππικὸς ὑπὸ Δελφῶν.
b. ὁ δὲ νοῦς· ὅστις ὁ Ἀπόλλων εὐμενεῖ νόῳ ὑπεδέξατο ἐν Δελφοῖς ἐστεφανωμένον τῇ δάφνῃ τὸν Ἀριστομένην.
[*]()a. Δωριεῖ τε κώμῳ: τῷ τῶν Αἰγινητῶν ὕμνῳ· Δωριεῖς γὰρ ἀπὸ Ἄργους εἰς Αἴγιναν κατῴκησαν.[*]()
[*]()b. Δωριεῖς γὰρ, ἄποικοι ὄντες Ἀργείων.
[*]()ἁ δικαιόπολις: ἡ δὲ δικαιόπολις νῆσος Αἴγινα οὐκ ἐξέπεσε τῶν Χαρίτων, θίγουσα ταῖς τῶν Αἰακιδῶν ἀρεταῖς.[*]()
[*]()δόξαν ἀπ᾿ ἀρχᾶς: ἐξ ἀρχῆς δὲ τελείαν ἔχει τὴν δόξαν ἡ Αἴγινα καὶ οὐ νῦν μόνον.
[*]()πολλοῖσι μὲν γάρ: πολλοῖς μὲν γὰρ ἀνυμνεῖται ἀγῶσι καὶ ἐν ταῖς ὀξείαις μάχαις γενναίους καὶ πολεμικοὺς ἀγαγοῦσα ἥρωας, διαπρέπει δὲ καὶ ἐν ἀνδράσιν εὐβουλίας ἕνεκεν καὶ γνώμης.[*]()
[*]()a. εἰμὶ δ᾿ ἄσχολος ἀναθέμεν: ἀντὶ τοῦ, οὐκ εὐκαιρῶ πᾶσαν αὐτῆς τὴν ἀρετὴν ἐμπεριλαβεῖν τῷ ὕμνῳ. δεῖ γάρ με τὸν νικηφόρον ἐπαινεῖν, εὐλαβοῦμαι δὲ μὴ προσκορὴς φανῶ.[*]()
b. ἄλλως· εἰμὶ δ᾿ ἄσχολος: ἐν ἀσχολίᾳ, φησὶν, εἰμὶ καὶ οὐκ εὐκαιρῶ, ὥστε πᾶσαν τὴν τῆς Αἰγίνης μακρηγορίαν ἀναθεῖναι τῇ λύρᾳ καὶ τῷ ἡδεῖ φθέγματι, οἱονεὶ τῇ ᾠδῇ.
[*]()c. οὐκ ἔστι καιρὸς τὰ ἐγκώμια τῆς Αἰγίνης καὶ τῶν Αἰακιδῶν λέγειν, μή τις φθόνος βλάψῃ με.[*]()
d. οἱ δὲ, μὴ προσκορὴς ὀφθῶ.
[*]()a. μὴ κόρος ἐλθών: ὑπερθέμενος, φησὶ, τὸ παρεκβάσει περὶ Αἰγίνης τι εἰπεῖν, μὴ κόρος ἐπιδράμῃ μου τοῖς ποιήμασι, ὃ νῦν ἐξείληφα ἔργον, τὸ ἐν ποσί μου τρέχον, τουτέστι τὸ πρόσφατον· τί δέ ἐστι τοῦτο; ἡ νίκη· ταύτην ὑμνήσω.[*]()
[*]()a. τὸ δ᾿ ἐν ποσί μοι: τὸ νῦν παρὰ ποσί μου ὄφλημα, τοῦτο νῦν τρέχον καὶ μετὰ σπουδῆς παραγινέσθω ταχὺ παρὰ τῇ ἐμῇ γνώμῃ.[*]()
[*]()a. ἐμᾷ ποτανόν: ἢ πετόμενον, ἐπεὶ τὰ ποιήματα εἰς πᾶσαν διϊκνεῖται πόλιν, ἢ μετέωρον.[*]()
b. ἢ οὕτω· τὸ πρᾶγμα πτηνὸν καὶ τὸ χρέος γινέσθω, τουτέστι τὸ ποίημα ταῖς ἐμαῖς τέχναις, ὥστε καὶ διαπόντιον δύνασθαι εἶναι.
[*]()a. παλαισμάτεσσι γάρ: τοῖς γὰρ παλαίσμασι τοὺς πρὸς μητρός σου θείους μεταδιώκων καὶ ζηλῶν οὔτε τὸν Ὀλυμπίᾳ Θεόγνητον νικήσαντα καταισχύνεις οὔτε τὴν Κλειτομάχου ἐν Ἰσθμοῖ νίκην, καὶ ἀπὸ κοινοῦ τὸ κατελέγχεις.[*]()
b. ὁ δὲ Κλειτόμαχος καὶ Θεόγνητος θεῖοι τοῦ νικηφόρου· Ὀλυμπιονίκης δὲ ὁ Θεόγνητος, ὁ δὲ Κλειτόμαχος Ἰσθμιονίκης. φησὶ δὲ αὐτὸν μὴ κατελέγχειν τοὺς τῆς μητρὸς ἀδελφοὺς, ἀλλὰ κατ᾿ ἴχνη τούτων βαίνειν.[*]()
[*]()a. αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις: φατρία ἐν Αἰγίνῃ Μιδυλιδῶν ἀπὸ Μιδύλου προγόνου ἐπιδόξου γεγονότος. αὐτὸς δ᾿ ἐν ἄλλοις (fr. 190)· ἁ Μιδύλου δ᾿ αὐτῷ γέννα, φησί. μαρτυρεῖ δὲ καὶ Ὅμηρος (Ν 354)· ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ᾿ ἴα πάτρη, ἀντὶ τοῦ φατρία. τῷ οὖν σῷ γένει τοῖς Μιδυλίδαις δόξαν προσέθηκας.
b. ὁ δὲ νοῦς· τῶν δὲ Μιδυλιδῶν τὴν φατρίαν αὔξων τὸν λόγον φέρεις ἐκεῖνον, ὃν εἶπέ ποτε Ἀμφιάραος, ἡνίκα ἐθεάσατο ἐν ταῖς ἑπταπύλοις Θήβαις παραμένοντας τοὺς υἱοὺς τῶν ἑπτὰ ἐπὶ Θήβας, |[*]() ὅτε ἀπὸ τοῦ Ἄργους τὴν δευτέραν ἐπάνοδον ἐπανῆλθον οἱ Ἐπίγονοι.