Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. νόῳ δὲ πλοῦτον ἄγει: μετὰ λογισμοῦ πλουτεῖ. νόῳ γὰρ ἄγει τὸν πλοῦτον· οὐχ ὑπὸ τοῦ πλούτου εἰς ἀκρασίαν τρέπεται τὸν νοῦν, ἀλλὰ λογισμῷ κατέχει τὸν πλοῦτον ἐφ᾿ ἃ δεῖ, τῆς τε ἥβης ἀπολαύει οὔτε εἰς πλημμέλειαν οὔτε εἰς ὑπεροψίαν ἀποχρώμενος αὐτῇ.[*]()

[*]()b. ἄδικον οὔτε: οὔτε εἰς ἄδικον οὔτε εἰς ὑπερήφανον τὴν ἑαυτοῦ ἥβην δρεπόμενος, ἀντὶ τοῦ οὐ καταχρώμενος τῇ ἑαυτοῦ νεότητι πρὸς ἀλαζονείαν.[*]()

[*]()c. ὑπέροπλον ἥβαν δρέπων, σοφίαν δέ: δρεπόμενος δὲ τὴν σοφίαν καὶ καταδεδυκὼς εἰς τοὺς ταύτης μυχούς. ἐκ δὲ τούτου ὅτι ἄγαν σοφός ἐστι. ἀπὸ κοινοῦ δὲ τὸ δρέπων.[*]()

[*]()τίν τε, Ἐλέλιχθον: σοὶ δὲ, ὦ Πόσειδον, προσέρχεται καὶ προσοικειοῦται, ὃς εὗρες ἱππείαν εἴσοδον· τουτέστιν ἱππικὰς ἁμίλλας· ὅτι ἵππιος ὁ θεός. ἡ δὲ φρὴν αὐτοῦ κατὰ τὴν πρὸς τοὺς συμπότας ὁμιλίαν γλυκεῖά ἐστιν, ὥστε τὰ κηρία παραλλάσσειν καὶ παραπορεύεσθαι τῇ γλυκύτητι τῶν φρενῶν· ἀντὶ τοῦ νικᾷ τὸ μέλι.

Scholia in Pythionicarum carmen VII.

[*]()Μεγακλεῖ Ἀθηναίῳ ἵπποις Ὀλύμπια· Ἴσθμια· [Πύθια].

[*]()Τῆς ζ΄ ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἑπτά. τὸ α΄ ἰαμβικὸν τρίμετρον καταληκτικόν. τὸ β΄ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον. τὸ γ΄ σύνθετον ἐκ διμέτρου βραχυκαταλήκτου ἰαμβικοῦ καὶ πενθημιμεροῦς ἰαμβικοῦ. τὸ δ΄ προσοδιακόν. τὸ ε΄ Φερεκράτειον ἀπὸ βραχειῶν ἀρξάμενον. τὸ ς΄ δίμετρον Ἰωνικὸν καταληκτικόν. τὸ ζ΄ δίμετρον τροχαϊκὸν ὑπερκατάληκτον.

[*]()ἡ ἐπῳδὸς κώλων ἐννέα. τὸ α΄ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. τὸ β΄ τὸ αὐτὸ ὁμοίως. τὸ γ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ δ΄ τὸ αὐτὸ ὁμοίως. τὸ ε΄ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ ς΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ὅμοιον τῷ (Archil. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ η΄ χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ θ΄ ἰαμβικὸν πενθημιμερές.

[*]()Inscr.a. Γέγραπται Μεγακλεῖ Ἀθηναίῳ νικήσαντι τὴν κε΄ Πυθιάδα τεθρίππῳ. ἔστι δὲ οὗτος οὐχ ὁ τὰ Ὀλύμπια νενικηκὼς, ἀλλ᾿ ἕτερος· τὴν δὲ ἐκείνου νίκην τούτῳ προσάπτει ὁ Πίνδαρος συνήθως ἑαυτῷ. τὴν γὰρ μζ΄ ἐκεῖνος Ὀλυμπιάδα ἀναγράφεται νενικηκώς· ὁ δὲ τὴν πς΄ ἕτερος [δὲ] ἂν εἴη Μεγακλῆς τούτῳ ὁμώνυμος.[*]()

b. ἄλλως· γέγραπται μὲν ἡ ᾠδὴ Μεγακλεῖ Ἀθηναίῳ ἀναφέροντι τὸ γένος εἰς Ἀλκμαίωνα τὸν γενόμενον ἄγαν πλουσιώτατον. τοῦτον γάρ φασιν ἐληλυθέναι προς Κροῖσον, τὸν δὲ συγχωρῆσαι αὐτῷ διασκευασθῆναι ὡς βούλεται, καὶ σκευὴν ἀναλαβεῖν ὁποίαν προῃρεῖτο, καὶ εἰσελθόντα εἰς τὰ βασίλεια καὶ εἰς τὰ ταμιεῖα ἀναλαβεῖν ὅσον βούλοιτο χρυσόν. ὑποδησάμενος οὖν κοθόρνους, οἵ εἰσιν ὑποδήματα Διονυσιακὰ, καὶ κόλπωμα ποιήσας ἐνεσώρευσε τῷ κολπώματι χρυσόν· ἔτι δὲ καὶ τοὺς πλοκάμους ἐνέδησεν ὑποβαλὼν αὐτοῖς καὶ τὸ στόμα. διὰ δὲ τὸ βάρος βίᾳ ἐπορεύετο· διαχυθεὶς οὖν ὁ Κροῖσος ἐπ᾿ αὐτῷ γέλωτι, ἐπί τε τῇ ὄψει καὶ τῷ γλίσχρῳ, καὶ ἕτερον αὐτῷ προσεδωρήσατο. διά τοι τοῦτο ἐπιφανέστατος κατὰ τὴν Ἀττικὴν γεγένηται, ὡς ἄγαν ὢν πλουσιώτατος. γεγόνασι δὲ ἐξ αὐτοῦ οἳ ἐκλήθησαν Ἀλκμαιωνίδαι, οἳ καὶ κατέλυσαν τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα.[*]()

[*]()a. Κάλλιστον αἱ μεγαλοπόλιες· κάλλιστόν ἐστι προοίμιον τῇ εὐρυσθενεῖ γενεᾷ τῶν Ἀλκμαιωνιδῶν αἱ μεγαλοπόλιες Ἀθῆναι, καὶ θεμέλιον τῶν ᾠδῶν τοῖς ἵπποις βαλέσθαι, καὶ ἀπὸ κοινοῦ· κάλλιστόν ἐστι προοίμιον αἱ Ἀθῆναι· |[*]() ἀντὶ τοῦ ἐπὶ τῇ νίκῃ κάλλιστόν ἐστιν ἐν τῷ ὕμνῳ ἐγκωμιάσαι τὸν νικηφόρον ἀπὸ τῶν Ἀθηνῶν.[*]()

[*]()b. ὁ λόγος· κάλλιστόν ἐστι προοίμιον τῶν Ἀλκμαιωνιδῶν αἱ Ἀθῆναι, ὥστε κρηπῖδα ὑποβαλέσθαι τοῦ ἐπαίνου τὸν ἀπὸ τῆς πατρίδος κόσμον.[*]()

[*]()εὐρυσθενῆ δὲ εἶπε τὴν γενεὰν αὐτῶν διὰ τὸ τὸν Ἀλκμαίωνα ἀνδρεῖόν τινα καὶ ἐπιφανῆ γενέσθαι· ἀφ᾿ οὗ καὶ οἱ Ἀλκμαιωνίδαι, οἳ τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα κατέλυσαν.[*]()

[*]()a. ἐπεὶ τίνα ἀκηκοέναι ἐπὶ τῇ Ἑλλάδι περιφανέστερον οἶκον οἰκοῦντα εἵπω;

[*]()b. ἄλλως· ἐπεὶ τίνα πατρίδα τίνα τε οἶκον ἐν τῇ Ἑλλάδι ἐπιφανέστερον τῶν Ἀλκμαιωνιδῶν εἰπεῖν δυνήσομαι; ἰδίως δὲ τὸ ναίων παρείληπται· ὅθεν τινὲς γράφουσι ναίοντα. ἄλλοι γράφουσιν, οἶκόν τ᾿ ἀΐων, ὅ ἐστιν ἀκούων.

[*]()a. ναίων ὀνυμάξαι: τινὲς ἀφαιροῦσι τὸ -ν-, γράφοντες ἀντὶ τοῦ ναίων ἀίων. ἢ τίνα οἶκον ἐπιφανέστερον τούτων ὀνομάσω. |[*]() ἕτεροι δὲ πάλιν τὸ μὲν -ν- αἴρουσι, τὸν δὲ τόνον οὕτω προφέρονται, αἰῶν᾿· ἵν᾿ ᾖ συναλοιφὴ ἀντὶ τοῦ αἰῶνι, οἷον τῷ αἰῶνι ὀνυμάξομαι, τῷ αἰῶνι παρακαταθήσομαι. ὁ δὲ Δίδυμος ἁπλούστερον ἀκούει· αὐτὸς ἐγὼ ναίων ἐν τῇ Ἑλλάδι, ἀντὶ τοῦ οἰκῶν, |[*]() τίνα ἐπιφανέστερον οἶκον ὀνυμάξομαι; οὐκ ἐξ ἀκοῆς ἀκηκοὼς, ἀλλ᾿ αὐτὸς ναίων ἐν τῇ Ἑλλάδι τίνα δυναίμην ἂν αὐτῆς ἐπιφανεστέραν ὀνομάσαι;

b. τὸ δὲ ναίων [*]() ἀντὶ τοῦ ναίοντα, ὡς καὶ Ὅμηρος (Β 350)· φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα, εἶτα ὑποβαίνων· ἀστράπτων ἐπιδέξια, ἀντὶ τοῦ ἀστράπτοντα.

[*]()πάσαισι γὰρ πολίεσιν: ἐν γὰρ πάσαις ταῖς πόλεσιν ὁ λόγος καὶ ἡ φήμη ἀναστρέφει περὶ τῶν τοῦ Ἐρεχθέως πολιτῶν, τουτέστι τῶν Ἀθηναίων· οἱονεὶ πᾶσα πόλις θαυμάζει τὰς Ἀθήνας καὶ τὰς ἀνδραγαθίας τῆς πόλεως.[*]()

[*]()a. Ἄπολλον, οἳ τεόν τε δόμον: οἵτινες οἱ Ἀλκμαιωνίδαι, ὦ Ἄπολλον, ἐν τῇ ἐξοχωτάτῃ Πυθῶνι τὸν σὸν οἶκον θαυμαστὸν κατεσκεύασαν.[*]()

b. Ἄπολλον, οἳ τεόν τε δόμον: οἱ μὲν, ὅτι διὰ τὸν ὕμνον καὶ τὴν νίκην ἐπιφανέστερον ἐποίησαν τὸν τοῦ Ἀπόλλωνος νεὼν, οἱ δὲ παρὰ τὴν ἱστορίαν. λέγεται γὰρ ὅτι τὸν Πυθικὸν νεὼν ἐμπρησθέντα, ὥς τινές φασιν, ὑπὸ τῶν Πεισιστρατιδῶν οἱ Ἀλκμαιωνίδαι φυγαδευθέντες ὑπὸ τῶν Πεισιστρατιδῶν ὑπέσχοντο ἀνοικοδομήσειν, καὶ δεξάμενοι χρήματα καὶ συναγαγόντες δύναμιν ἐπέθεντο τοῖς Πεισιστρατίδαις, καὶ νικήσαντες μετ᾿ εὐχαριστηρίων πλειόνων ἀνῳκοδόμησαν τῷ θεῷ τὸ τέμενος, ὡς Φιλόχορος (FHG I p. 395) ἱστορεῖ, εὐξάμενοι πρότερον τῷ θεῷ.[*]()

[*]()ἄγοντι δέ με: ἀντὶ τοῦ ἄγουσι δέ με καὶ προτρέπονται ἐπὶ τὸν ὕμνον, ὦ Μεγάκλεες, αἱ ὑμῶν νῖκαι καὶ τῶν προγόνων, πέντε μὲν ἐν Ἰσθμῷ γενόμεναι, μία δὲ ἐξοχωτάτη ἐν τῇ Ὀλυμπίᾳ· δύο δὲ ἐκ Δελφῶν.

[*]()Διὸς Ὀλυμπιάς: οὐ νενίκηκεν οὗτος Ὀλύμπια, ἀλλὰ ἄλλοι ὁμώνυμοι τούτου· ἕνεκα δὲ τοῦ ἀπολαμπρῦναι αὐτὸν καὶ τὴν προγονικὴν τούτῳ ἀνατίθησι νίκην.

[*]()a. χαίρω τι, τὸ δ᾿ ἄχνυμαι: Ἀρίσταρχος, συμβεβηκέναι αὐτῷ τι σύμπτωμα περὶ τὴν νίκην ταύτην· ὅθεν καί φησι τὸ μὲν χαίρειν, τὸ δὲ ἄχνυσθαι, φθόνου τινὸς παρακειμένου τοῖς καλοῖς ἔργοις· οὕτω μέντοι γε γίνεσθαι παραμονίμους τὰς εὐτυχίας, ἐπὰν ἔχωσί τι κρᾶμα καὶ δυστυχήματος. ἔοικε δὲ τὸ περὶ τὴν Ἱπποκράτους τελευτὴν περὶ τοῦτον τὸν καιρὸν ἀπηντηκέναι, εἰς ὃν καὶ θρῆνον γράφει ὁ Πίνδαρος· ἦν δὲ ὁ Ἱπποκράτης συγγενὴς τοῦ νικηφόρου.

[*]()b. ἄλλως· ἐπὶ τῇ νῦν εὐτυχηθείσῃ νίκῃ χαίρω, ἄχνυμαι δὲ διὰ τὸν Ἱπποκράτην.

[*]()τὰ καὶ τά: ἀντὶ τοῦ ἀγαθὰ καὶ κακά. βεβαίαν δέ φησι τὴν εὐδαιμονίαν εἶναι, ὅταν τῇ πολλῇ εὐπραγίᾳ παρέπηταί τι φαῦλον. τοιοῦτόν ἐστι τὸ παρ᾿ Ὁμήρῳ (θ 63)·

[*]()τὸν πέρι Μοῦσ᾿ ἐφίλησε, δίδου δ᾿ ἀγαθόν τε κακόν τε· ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ᾿ ἡδεῖαν ἀοιδήν.

Scholia in Pythionicarum carmen VIII.

[*]()Ἀριστομένει Αἰγινήτῃ παλαιστῇ νικήσαντι Πύθια.[*]()

[*]()Τῆς ὀγδόης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐννέα. τὸ α΄ ὅμοιον τῷ (Arch. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ β΄ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. τὸ γ΄ Ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ δ΄ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ε΄ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ς΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ἰαμβικον δίμετρον ὑπερκατάληκτον. τὸ η΄ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ θ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον.

[*]()ἡ ἐπῳδὸς κώλων ἕνδεκα. τὸ α΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ β΄ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ γ΄ ἰαμβικὸν πενθημιμερές. τὸ δ΄ περιοδικόν· ἢ λέγεται διπλοῦς τροχαῖος, ὑπερκατάληκτον. τὸ ε΄ Ἰωνικὸν δίμετρον ἀπὸ μείζονος βραχυκατάληκτον. τὸ ς΄ τὸ αὐτὸ ὁμοίως. τὸ ζ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ η΄ Γλυκώνειον.

τὸ θ΄ Γλυκώνειον. τὸ ι΄ ἀναπαιστικὸν δίμετρον καταληκτικόν. τὸ ια΄ ἰθυφαλλικόν.

[*]() Inscr. Γέγραπται ἡ ᾠδὴ Ἀριστομένει Αἰγινήτῃ παλαιστῇ νικήσαντι τὴν λε΄ Πυθιάδα.[*]()

[*]()a. ἰδίᾳ Αἰγινήταις ἦσαν στάσεις περὶ τὸν τῆς νίκης τοῦ Ἀριστομένους καιρόν· διὸ καὶ οἰκείως τὴν Ἡσυχίαν κατεύχεται, ποιητικώτατα δὲ τὴν ἡσυχίαν τῆς δικαιοσύνης ἔφη παῖδα εἶναι, ᾗ καὶ ἐκ τῶν ἐναντίων τῆς ἀδικίας τὸν θόρυβον.[*]()

[*]()b. Φιλόφρον Ἡσυχία: τὴν Ἡσυχίαν κατακαλεῖται διὰ τὸ νεωστὶ λελύσθαι τὰ Περσικά. δύναται δὲ καὶ ἁπλῶς λέγειν ὁ Πίνδαρος ὡς περὶ εὐνομουμένων τῶν Αἰγινητῶν. καὶ ἐπαινεῖ τὴν ἡσυχίαν ὡς μεγιστόπολιν· ὅπου γὰρ ἡσυχία, καὶ εἰρήνη. εἰρήνη δ᾿ ἀνὰ γῆν κουροτρόφος (Hes. O. D. 228).

[*]()a. βουλῶν τε καὶ πολέμων ἔχοισα κλεῖδας: οὕτω κατὰ τὸ αὐτοφυλακτικόν· ἐν ᾗ βουλαί εἰσι· πολέμων δὲ, ἵνα διακλείῃ αὐτοὺς καὶ ἀπείργῃ.[*]()

b. ὁ δὲ νοῦς· ὦ Ἡσυχία φιλοφρονητικὴ καὶ μεγίστη ἐν ταῖς πόλεσιν οὖσα, τῆς Δικαιοσύνης θυγάτηρ, εἰρήνης τε καὶ πολέμων καὶ βουλευτηρίων ἔχουσα τὰς μεγάλας κλεῖς.[*]()

c. ὦ μεγιστόπολι: ἤτοι ὅτι μεγίστας ἀποτελεῖ τὰς πόλεις ἀστασιάστους οὔσας, ἢ ὅτι αὐτὴ μέγα ἐν ταῖς πόλεσιν ἰσχύει.

[*]()ἔχοισα κλαῖδας: τῆς μὲν εἰρήνης κατὰ τὸ φυλακτικὸν, ἐν ᾗ καὶ βουλαί εἰσιν· ἀπὸ δὲ πολέμων ἵνα διακλείῃ.

[*]()Πυθιόνικον: ἀντὶ τοῦ παρὰ Ἀριστομένους δέχου τὴν Πυθικὴν νίκην αὐτοῦ.

[*]()τὺ γὰρ τὸ μαλθακόν: σὺ γὰρ, ὦ Ἡσυχία, τὸ προσηνὲς καὶ ἐπιεικὲς ἔρξαι καὶ ποιῆσαι δύνασαι.

[*]()καιρῷ σὺν ἀτρεκεῖ: τουτέστιν εὐκαίρως, ὁμοδρομοῦντος τῷ καιρῷ τοῦ παθεῖν. τὸ γὰρ ἀτρεκεῖ ἀντὶ τοῦ ὁμοτρεκεῖ, ὡς ἄλοχος ὁμόλοχος.

[*]()a. τὺ δ᾿ ὁπόταν τις ἀμείλιχον: σὺ δὲ ὅταν τις ἀπροσηνῆ, οἱονεὶ ἰταμωτάτην ὕβριν καὶ ὀργὴν ἐνθῇ τῇ ἑαυτοῦ καρδίᾳ, τραχεῖα καὶ προσάντης τῇ τῶν δυσμενῶν καὶ ἀπηνῶν ἀπαντήσασα κεφαλῇ, τὴν ἀλαζονείαν αὐτῶν ἐν ἀφανειᾳ τιθεῖς. ἔθος δὲ Πινδάρῳ ἀπὸ ἑνικοῦ εἰς πληθυντικὸν καταφέρεσθαι, ὡς κἀνταῦθα· ὅταν τις, εἶτα δυσμενέων.[*]()

b. ὁ δὲ νοῦς ὅλος· σὺ, ὦ Ἡσυχία, τοὺς ἀλαζόνας καὶ ὑβριστὰς ἀφανίζεις καὶ ἀμαυροῖς.[*]()"

[*]()c. ὅταν τις ἀμείλιχον: ἐάν τις, φησὶ, ταραχώδης καὶ ὑβριστὴς γένηται, τοῦτο γάρ ἐστι τὸ, ἀμείλιχον καρδίᾳ κότον ἐνελάσῃ, ὑπαντιάξασα αὐτῷ σὺ, ὦ Ἡσυχία, τουτέστιν ἀπαντήσασα, τραχεῖα τῷ τῶν πολεμίων κράτει, ὅ ἐστι πολέμους ἐπιστήσασα, τιθεῖς αὐτοῦ τὴν ὕβριν ἐν ἄντλῳ, τουτέστι βαπτίζεις αὐτοῦ τὴν ὕβριν.

[*]()ἐν ἄντλῳ: τῷ ὕδατι καὶ ἀφανείᾳ. ὡς Ὅμηρος (ο 479)· ἄντλῳ δ᾿ ἐνδούπησε πεσοῦσ᾿ ὡς εἰναλίη κήξ.[*]()