Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()a. Ἀκούσατ᾿· ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας: ὁ λόγος ἤτοι ἀπὸ τοῦ χοροῦ ἐστιν ὡς ἐγκωμιάζοντος τὴν πόλιν ὡς εὔφορον, ἤτοι παρὰ τοῦ Πινδάρου πρὸς τοὺς μέλλοντας διακομίζειν τὸν ὕμνον.[*]()
b. ὁ δὲ νοῦς· ἀκούσατε· ναὶ γὰρ δὴ τῆς εὐοφθάλμου Ἀφροδίτης καὶ αὐτῶν τῶν Χαρίτων ὑπὸ τὸ χωρίον ἀναστρεφόμεθα, ἀντὶ τοῦ ἀνυμνοῦμεν τὴν Ἀκράγαντα εἰς τὸν ναὸν παραγινόμενοι τὸν τῆς ἐριβρόμου γῆς ὄντα ὀμφαλὸν, τουτέστιν εἰς τὴν Πυθῶνα.[*]()
[*]()c. ἔνιοι δὲ ἄρουραν Χαρίτων καὶ Ἀφροδίτης τὴν ποιητικὴν ἤκουσαν, ἀφ᾿ ἧς δρέπεται τὰ μέλη ὁ Πίνδαρος.[*]()
[*]()d. ἀμφιβάλλει δὲ τὰ τῆς φράσεως, καὶ οἱ μὲν Χαρίτων καὶ Ἀφροδίτας ἄρουραν τὴν Ἀκράγαντα ἀκούουσι διὰ τὸ ἐπιτερπῆ τὴν πόλιν εἶναι καὶ ἐράσμιον· οἱ δὲ τὸν Πύθιον ναόν. δύναται δὲ καὶ ἀλληγορῶν ὁ Πίνδαρος τὴν ἑαυτοῦ ποίησιν λέγειν, ὅτι ἐξ αὐτῆς ἐκαρποῦτο τὰ μέλη.
e. ὁ δὲ λόγος ἐκ τῶν χορευτῶν ἤτοι πρὸς ἀλλήλους διαλεγομένων ἢ πρὸς τοὺς ἀναληψομένους τὸ ποίημα.
f. ὁ δὲ ἦ σύνδεσμος ἀντὶ τοῦ δή κεῖται.
g. ὃ δὲ βούλεται λέγειν, τοιοῦτόν ἐστιν· ἀκούσαθ᾿, ἑλικώπιδος γὰρ δὴ Ἀφροδίτης ἄρουραν ἢ Χαρίτων ἄρουραν ἀναπολοῦμεν εἰς τὴν Πυθὼ παριόντες, ἥ ἐστιν ὀμφαλὸς τῆς γῆς.[*]()
[*]()Πυθιόνικος θησαυρὸς ὁ ὕμνος· θησαυρίζεται γὰρ παντὶ τῷ χρόνῳ.
[*]()a. ἔνθ᾿ ὀλβίοισιν Ἐμμενίδαις: οὐκ ἀπὸ φυλῆς, ὁ Ἀρίσταρχος· τοῦ κυρίου γὰρ ὄντος Ἐμμενίδου οὐκ ἂν γένοιτο Ἐμμενίδας· ἡ δὲ ποιητικὴ παρέκτασις καὶ σχηματισμοὶ ἐπὶ τῶν κυρίων πατρωνυμικῶν ἐπὶ τὰ αὐτῶν τρεπόμενα ὀνόματα, οἷον Ἡρακλείδης καὶ Ἀσκληπιάδης ἔστι μὲν σχήματι πατρωνυμικὰ, κύρια δέ τινων. |[*]() εἴ τις οὖν τὸν τοῦ Ἡρακλείδου υἱὸν πατρωνυμικῶς βούλοιτο σημῆναι, ὁμωνύμως ἂν πάλιν [πατρὸς] Ἡρακλείδην καλοίη. |[*]() Ἱππόστρατος δὲ (FHG IV p. 433) ὁ τὰ περὶ Σικελίας γενεαλογῶν φησιν, ὅτι Ἐμμενίδης καὶ Ξενόδικος Τηλεμάχου υἱοὶ, καὶ Ἐμμενίδου μὲν οἱ περὶ Θήρωνα καὶ Ξενοκράτην, Ξενοδίκου δὲ Ἱπποκράτης καὶ Κάπυς, οἳ φυγαδευθέντες ὑπὸ Θήρωνος ὕστερον Καμίκου κατέσχον τῆς Σικελικῆς πόλεως, καθ᾿ ἣν καὶ ὁ Μίνως ὑπὸ ταῖς Κωκάλου θυγατράσιν ἀπώλετο κατὰ ζήτησιν Δαιδάλου ἐλθών.
b. ὁ δὲ νοῦς· ἔνθα, ἐν τῇ Πυθῶνι, τοῖς εὐδαίμοσιν Ἐμμενίδαις καὶ τῇ Ἀκράγαντι καὶ τῷ Ξενοκράτει ὁ ὑπὲρ τῆς τῶν ἵππων νίκης Πυθιόνικος θησαυρὸς, τουτέστιν ὁ ὕμνος ἕτοιμος καὶ πρόχειρος ἵσταται καὶ ἀνάκειται ἐν τῇ πολυχρύσῳ Ἀπολλωνίᾳ νάπῃ τῇ Πυθοῖ.
[*]()c. ἢ οὕτως· ἔνθα, ἐν τῷ ναῷ τῷ ἐν Πυθοῖ. ἐκεῖ γὰρ ἡ Ἀπολλωνία νάπη, περὶ ἧς ἐν Παιᾶσιν εἴρηται (fr. 69). |[*]() ἔνιοι δὲ νάπην τὸ πεδίον ἤκουσαν, ἐν ᾧ οἱ ἱππικοὶ ἀγῶνες ἐτελοῦντο.
[*]()ποταμίαν εἶπε τὴν Ἀκράγαντα διὰ τὸ ὁμωνυμεῖν τῷ ποταμῷ.
[*]()a. Ἀπολλωνίᾳ νάπᾳ: τινές φασιν εἰς τρεῖς μοίρας διῃρῆσθαι τοὺς Δελφούς· καὶ τούτων ἡ μὲν λέγεται ὑπάτη, ἡ δὲ μέση, ἐν ᾗ ἐστι καὶ αὐτὴ ἡ καλουμένη νάπη.
[*]()b. Ἀπολλωνίαν νάπην τὴν Πυθῶνα λέγει ἐνταῦθα.
[*]()a. τὸν οὐ χειμέριος ὄμβρος: τὸν ὕμνον, ὃν καὶ θησαυρὸν εἶπεν.[*]()
[*]()b. ἄλλως· ὁ νοῦς· ὅντινα τὸν ὕμνον οὔτε ὁ χειμὼν τῆς μεγαλοήχου νεφέλης ἀπηνὴς στρατὸς ἐπελθὼν οὔτε ἄνεμοι ταῖς πνοαῖς τύπτοντες καὶ στρέφοντες τῇ πολυφόρῳ χεράδι ἄξουσι καὶ ἐμβαλοῦσιν εἰς τὰ βάθη τῆς θαλάσσης.[*]()
[*]()ἐριβρόμου νεφέλας στρατός: τὸν ὄμβρον φησὶ, σκληρᾷ μεταφορᾷ χρησάμενος διθυραμβωδῶς, παρόσον πολλῶν νεφῶν εἰς ταὐτὸ συναγομένων ῥήγνυνται οἱ ὄμβροι. τὸν οὖν τῶν ὕμνων θησαυρὸν ὑπ᾿ οὐδενὸς ἀπαχθήσεσθαι, οὔτε ὑπὸ ὄμβρου οὔτε ὑπὸ ἄλλου τινός.[*]()
[*]()a. παμφόρῳ χεράδι: τῷ κοπρώδει φορυτῷ. κυρίως ἡ ἐκ τῆς χαράδρας ἀκαθαρσία. |[*]() Ὅμηρος (Φ 319)· εἰλύσω ψαμάθοισιν, ἅλις χεράδος περιχεύας.
b. χερὰς δὲ ὁ μετὰ ἰλύος καὶ λίθων συρφετός. |[*]()
c. τὸ δὲ τυπτόμενοι ἀντὶ τοῦ τύπτοντες.
[*]()d. φάει δὲ πρόσωπον: ἔξωθεν προσληπτέον εἰς τὸν πλήρη λόγον ἔχων· ἔχων τὸ πρόσωπον ἐν φωτὶ καθαρῷ, τουτέστι λελαμπρυσμένος τῷ προσώπῳ καὶ ἐπιφανὴς ὢν ὁ θησαυρός.
e. ὁ δὲ Θρασύβουλος υἱός ἐστι Ξενοκράτους, (16 B) ἐπιστατεῖ δὲ, ὡς εἰκὸς, τῶν ἱππικῶν ἀγώνων, παρὸ δὴ καὶ προσδιαλέγεται αὐτῷ ὁ Πίνδαρος.[*]()
f. ἢ οὕτως· ὁ νοῦς· ὁ δὲ τῶν ὕμνων ἐν καθαρῷ φωτὶ λελαμπρυσμένος τὸ πρόσωπον θησαυρὸς τῷ σῷ πατρὶ Ξενοκράτει, ὦ Θρασύβουλε, κοινὴν τῷ γένει σου τοῖς πολυθρυλλήτοις τῶν ἀνδρῶν λόγοις ἀπαγγελεῖ τὴν ἐπίδοξον τοῦ ἅρματος νίκην τὴν εὐτυχηθεῖσαν ἐν Δελφοῖς. |[*]() ἡ γὰρ Κρίσα τῶν Δελφῶν.[*]()
[*]()πατρὶ τεῷ, Θρασύβουλε: ὦ τοῦ Ξενοκράτους παῖ. τοῦτον δὲ ὡς φιλοπάτορα καὶ προεστῶτα τῆς ἱππικῆς ἐπαινεῖ, οὐχ ὥς τινες ἐβουλήθησαν, ἡνίοχον. ὁ γὰρ ἡνίοχος Νικόμαχός ἐστιν, ὡς ἐκ τῶν Ἰσθμιονικῶν (II 22) δῆλός ἐστιν.[*]()
[*]()λόγοισι θνατῶν: φανερὸν ὅτι ὁ Θρασύβουλος υἱὸς Ξενοκράτους. τὰς γὰρ Χείρωνος ὑποθήκας αὐτῷ διὰ τοῦτο λέγει, ἐπειδὴ τὰς περὶ πατέρων εὐσεβείας περιέχει.[*]()
[*]()a. σύ τοι σχέθων νιν: ὁ νοῦς· σὺ τοίνυν, Θρασύβουλε, δεξιῶς καὶ ἀληθῶς ἄγεις τὴν ἐντολὴν καὶ παραίνεσιν, ἥν ποτε ἐν τοῖς ὄρεσι μονωθέντι τῷ Ἀχιλλεῖ τὸν τῆς Φιλύρας υἱὸν Χείρωνα εἰπεῖν φασιν, ἐξαιρέτως μὲν τὸν μεγαλόφωνον καὶ ἀστραπῶν καὶ κεραυνῶν δεσπότην Δία παρὰ τοὺς ἄλλους θεοὺς τιμᾶν καὶ σέβεσθαι, ταύτης δὲ τῆς τιμῆς τῆς πρὸς τοὺς θεοὺς μὴ στερίσκειν τῶν γεγεννηκότων [τοὺς] τὸν εἱμαρμένον βίον, [ἐφ᾿ ὧν ζῶσι χρόνων, μετιόντας]. καὶ ἔστιν ἡ ἀπόδοσις τοιαύτη· οὕτω καὶ σὺ, Θρασύβουλε, περὶ τοὺς θεοὺς καὶ τοὺς γονεῖς φυλάττεις τὴν εὐσέβειαν.
b. ἐπιδέξια: ἐπιδεξίως.
[*]()c. νιν: αὐτὴν, τὴν ἐντολήν.
[*]()ὀρφανιζομένῳ ἤτοι χωριζομένῳ ἢ ὀρφανῷ γονέων ὄντι παρὰ τῷ Χείρωνι. τὰς δὲ Χείρωνος ὑποθήκας Ἡσιόδῳ ἀνατιθέασιν, ὧν ἡ ἀρχή (fr. 170)· εὖ νῦν μοι τάδ᾿ ἕκαστα μετὰ φρεσὶ πευκαλίμῃσιν φράζεσθαι· πρῶτον μὲν, ὅταν [εἰς σὸν] δόμον εἰσαφίκηαι, ἔρδειν ἱερὰ καλὰ θεοῖς αἰειγενέτῃσιν.[*]()
[*]()a. ἐγένετο καὶ πρότερον: ἐγένετο καὶ τοπαλαιὸν, φησὶ, γενναῖος ὁ Ἀντίλοχος, τὸ φρόνημα τοῦτο φέρων τὸ περὶ τοὺς πατέρας εὐσεβὲς καὶ δίκαιον, ὅστις ὁ Ἀντίλοχος ὑπεραπώλετο τοῦ πατρὸς τὸν δεινὸν τῶν Αἰθιόπων ὑπομείνας βασιλέα Μέμνονα.[*]()
[*]()b. τοῦ δεῖν περὶ τοὺς πατέρας σπουδαῖον εἶναι παράδειγμα τὸν Ἀντίλοχον παρήγαγεν.[*]()
[*]()Νεστόρεον γὰρ ἵππος ἅρμα: τὸ γὰρ δὴ τοῦ Νέστορος ἅρμα ὁ ἵππος ἐνεπόδιζε τρωθεὶς τοῖς τοῦ Ἀλεξάνδρου βέλεσι. μέμνηται τούτου καὶ Ὅμηρος, ἔνθα φησί (Θ 86)· σὺν δ᾿ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ. ὅτι δὲ ὑπὲρ τοῦ πατρὸς ἐτελεύτα ὁ Ἀντίλοχος, κεφαλαιωδέστερον εἶπε (δ 188)· τόν ῥ᾿ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός.
[*]()ὁ δ᾿ ἔφεπεν: ὁ δὲ Μέμνων ἐπεδίωκε καὶ μεθ᾿ ὁρμῆς διεκίνει τὸ δόρυ.
[*]()a. Μεσσανίου δὲ γέροντος: Μεσσήνιον τὸν Νέστορά φασιν οὗτοι, ὅσοι ὑπέλαβον τὴν Πύλον τῆς Μεσσήνης εἶναι, ἀλλ᾿ οὐχὶ τῆς κατὰ τὴν Ἀρκαδίαν Τριφυλίας. ὁ μέντοι Ὅμηρος οἶδεν ὑποτεταγμένην τῇ Λακωνικῇ τὴν Μεσσήνην. φησὶ γάρ (φ 13. 15)· δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας· τὼ δ᾿ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν.
b. ὁ δὲ νοῦς· τοῦ δὲ Μεσσηνίου γέροντος ταραχθεῖσα ἡ φρὴν ἐβόα τὸν παῖδα.
c. ἄλλως· καὶ Πίνδαρος τὸν Νέστορα ἐκ τῆς Μεσσηνιακῆς Πύλου φησὶν εἶναι. τριῶν γὰρ ὄντων τῶν ἐν Πελοποννήσῳ Πύλων εἷς μέν ἐστιν ὁ περὶ τὸν Ἀλφειὸν ποταμὸν ἐν Ἤλιδι Πύλος, ὃν καὶ ὑφ᾿ Ἡρακλέος πεπορθῆσθαί [φασιν]· ἕτερος δὲ ὁ Τριφυλιακὸς Πύλος, ἐν ᾧ ὁ Ἀμαθόεις ποταμός· τρίτος ἐν Μεσσήνῃ περὶ τὸ Κορυφάσιον. |[*]() εἰσὶ δὲ οἵ φασι τοὺς τρεῖς Πύλους περὶ τὸ Κορυφάσιον ὑπὸ τὸν Νηλέα εἶναι· δοκεῖ δὲ τῷ Διδύμῳ ἐκ τοῦ Τριφυλιακοῦ Πύλου εἶναι τὸν Νέστορα, ἔνθα καὶ Ἀμαθόεις ἐστὶ ποταμὸς καθ᾿ Ὅμηρον.
[*]()a. χαμαιπετὲς δ᾿ ἄρ᾿ ἔπος: εὐτελές. μάταιον.[*]()
b. ὁ δὲ λόγος· οὐ μάταιον δὲ τὸν λόγον ἑαυτοῦ ἔρριψεν. ὑπομείνας γὰρ ὁ θαυμαστὸς Ἀντίλοχος ἠγόρασε τῷ μὲν ἰδίῳ θανάτῳ τὴν τοῦ πατρὸς ἀνακομιδὴν καὶ ζωὴν, ἔδοξε δὲ ἐν τοῖς ἀρχαιοτέροις πρῶτος γεγονέναι.[*]()
[*]()θεῖος ἀνήρ: ὁ Ἀντίλοχος, ὅτι δὴ ὑπ᾿ ὀφθαλμοῖς ἔχων καὶ προορώμενος τὸ δεινὸν ὅμως ὑπὲρ πατρὸς μετὰ προθυμίας ἀπέθανεν.
[*]()a. ἐδόκησέ τε τῶν πάλαι: ἔδοξε τοῖς ἀρχαίοις πρῶτος γεγονέναι πρὸς τὸν πατέρα φιλόστοργος ἐν τοῖς ὁπλοτέροις.
b. τὸ δὲ ἑξῆς· τῶν πάλαι ἔργον τελέσας πελώριον ἐν τῇ γενεᾷ τῶν ὁπλοτέρων ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν ἐδόκησεν.[*]()
[*]()a. τῶν δὲ νῦν καὶ Θρασύβουλος: τῶν δὲ ἀνθρώπων τῶν καθ᾿ ἡμᾶς ὁ Θρασύβουλος πρὸς τὴν τοῦ πατρὸς ἑαυτοῦ στάθμην καὶ ὀρθότητα μάλιστα βαίνει, οἱονεὶ τὸν πατέρα αὐτοῦ τιμᾷ.
b. τὸ δὲ πάτρῳ, τῷ πρὸς πατρὸς θείῳ Θήρωνι. ἐπερχόμενος οὖν πρὸς τὴν τοῦ θείου ἀγλαΐαν, καὶ κατὰ τὸν κόσμον ἴσον ἑαυτὸν ἀπέδειξεν.
c. ἢ οὕτως· ἀντὶ τοῦ πάτρωϊ ποιητικῶς. τὸν γὰρ Θήρωνα λέγειν θέλει τὸν ἀδελφὸν Ξενοκράτους.
d. τῶν δὲ καθ᾿ ἡμᾶς ἀνθρώπων Θρασύβουλος τὴν πρὸς τοὺς πατέρας ἑαυτοῦ στάθμην εὐθεῖαν ἔχει εὔνοιαν. πρὸς τὴν στάθμην δὲ τὰ πάντα εὐθύνεται.