Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. τὰν οὐδὲ Πορφυρίων: ἣν οὐδὲ ὁ Πορφυρίων γίγας ᾔσθετο παρὰ τὸ καθῆκον ἐξερεθίζων· διόπερ καὶ ἀνῃρέθη.

b. ὁ δὲ νοῦς· ἥντινα τὴν Ἡσυχίαν ἀποστραφεὶς καὶ παρὰ τὸ δέον ἐρεθίζων οὐδὲ ὁ Πορφυρίων ἔγνω· διὸ καὶ ἀπώλετο.

[*]()κέρδος δὲ φίλτατον: ὄνησίς ἐστι τῶν διδομένων, ὅταν τις παρ᾿ ἑκόντος λαμβάνῃ, τὸ δὲ μετὰ βίας ἀγόμενον κέρδος ἀνόνητόν ἐστι. τοῦτο δὲ εἶπεν, ὅτι Πορφυρίων ἐπεχείρει βοῦς ἀποσπάσαι Ἡρακλέος ἄκοντος αὐτοῦ.

[*]()βία δὲ καὶ μεγάλαυχον: ἡ τοῦ σώματος ἰσχὺς τὸν μεγαλαυχήσαντα ἐπὶ τῇ ῥώμῃ σφάλλει τῷ χρόνῳ· ὑποδείγματι δὲ τῷ Τυφῶνι ἐχρήσατο καὶ τοῖς ἑξῆς.

[*]()δμᾶθεν δὲ κεραυνῷ: πάλιν συλληπτικῶς· οὔτε γὰρ ὁ Τυφὼς καὶ ὁ Πορφυρίων ἐκεραυνώθησαν καὶ ὑπὸ Ἀπόλλωνος ἐτοξεύθησαν, ἀλλ᾿ ὁ μὲν Τυφὼς διοβλὴς γέγονεν, ὁ δὲ Πορφυρίων ὑπὸ Ἀπόλλωνος ἐτοξεύθη. |[*]() ὁ δὲ τὸ τῷ ἑτέρῳ συμβεβηκὸς ὡς κατ᾿ ἀμφοτέρων ἔφη.

[*]()a. Ξενάρκειον ἔδεκτο: τὸν Ἀριστομένην· ἔστι γὰρ Ξενάρκους υἱός. πρὸς ὃ τὸ χ΄, καὶ ὅτι Κίρραθεν εἴρηκεν, οὗ συντελεῖται ὁ ἀγὼν ὁ ἱππικὸς ὑπὸ Δελφῶν.

b. ὁ δὲ νοῦς· ὅστις ὁ Ἀπόλλων εὐμενεῖ νόῳ ὑπεδέξατο ἐν Δελφοῖς ἐστεφανωμένον τῇ δάφνῃ τὸν Ἀριστομένην.

[*]()a. Δωριεῖ τε κώμῳ: τῷ τῶν Αἰγινητῶν ὕμνῳ· Δωριεῖς γὰρ ἀπὸ Ἄργους εἰς Αἴγιναν κατῴκησαν.[*]()

[*]()b. Δωριεῖς γὰρ, ἄποικοι ὄντες Ἀργείων.

[*]()οὐκ ἔξω Χαρίτων ἡ Αἴγινα, οὐκ ἄχαρις.[*]()

[*]()ἁ δικαιόπολις: ἡ δὲ δικαιόπολις νῆσος Αἴγινα οὐκ ἐξέπεσε τῶν Χαρίτων, θίγουσα ταῖς τῶν Αἰακιδῶν ἀρεταῖς.[*]()

[*]()δόξαν ἀπ᾿ ἀρχᾶς: ἐξ ἀρχῆς δὲ τελείαν ἔχει τὴν δόξαν ἡ Αἴγινα καὶ οὐ νῦν μόνον.

[*]()πολλοῖσι μὲν γάρ: πολλοῖς μὲν γὰρ ἀνυμνεῖται ἀγῶσι καὶ ἐν ταῖς ὀξείαις μάχαις γενναίους καὶ πολεμικοὺς ἀγαγοῦσα ἥρωας, διαπρέπει δὲ καὶ ἐν ἀνδράσιν εὐβουλίας ἕνεκεν καὶ γνώμης.[*]()

[*]()a. εἰμὶ δ᾿ ἄσχολος ἀναθέμεν: ἀντὶ τοῦ, οὐκ εὐκαιρῶ πᾶσαν αὐτῆς τὴν ἀρετὴν ἐμπεριλαβεῖν τῷ ὕμνῳ. δεῖ γάρ με τὸν νικηφόρον ἐπαινεῖν, εὐλαβοῦμαι δὲ μὴ προσκορὴς φανῶ.[*]()

b. ἄλλως· εἰμὶ δ᾿ ἄσχολος: ἐν ἀσχολίᾳ, φησὶν, εἰμὶ καὶ οὐκ εὐκαιρῶ, ὥστε πᾶσαν τὴν τῆς Αἰγίνης μακρηγορίαν ἀναθεῖναι τῇ λύρᾳ καὶ τῷ ἡδεῖ φθέγματι, οἱονεὶ τῇ ᾠδῇ.

[*]()c. οὐκ ἔστι καιρὸς τὰ ἐγκώμια τῆς Αἰγίνης καὶ τῶν Αἰακιδῶν λέγειν, μή τις φθόνος βλάψῃ με.[*]()

d. οἱ δὲ, μὴ προσκορὴς ὀφθῶ.

[*]()a. μὴ κόρος ἐλθών: ὑπερθέμενος, φησὶ, τὸ παρεκβάσει περὶ Αἰγίνης τι εἰπεῖν, μὴ κόρος ἐπιδράμῃ μου τοῖς ποιήμασι, ὃ νῦν ἐξείληφα ἔργον, τὸ ἐν ποσί μου τρέχον, τουτέστι τὸ πρόσφατον· τί δέ ἐστι τοῦτο; ἡ νίκη· ταύτην ὑμνήσω.[*]()

[*]()a. τὸ δ᾿ ἐν ποσί μοι: τὸ νῦν παρὰ ποσί μου ὄφλημα, τοῦτο νῦν τρέχον καὶ μετὰ σπουδῆς παραγινέσθω ταχὺ παρὰ τῇ ἐμῇ γνώμῃ.[*]()

[*]()b. τὸ τρέχον ὡς ἐπὶ σταδίου τῇ μεταφορᾷ κέχρηται.[*]()

[*]()a. ἐμᾷ ποτανόν: ἢ πετόμενον, ἐπεὶ τὰ ποιήματα εἰς πᾶσαν διϊκνεῖται πόλιν, ἢ μετέωρον.[*]()

b. ἢ οὕτω· τὸ πρᾶγμα πτηνὸν καὶ τὸ χρέος γινέσθω, τουτέστι τὸ ποίημα ταῖς ἐμαῖς τέχναις, ὥστε καὶ διαπόντιον δύνασθαι εἶναι.

[*]()c. νεώτατον καλῶν: πρόσφατον· ὑπόγυος γὰρ ἡ νίκη.[*]()

[*]()a. παλαισμάτεσσι γάρ: τοῖς γὰρ παλαίσμασι τοὺς πρὸς μητρός σου θείους μεταδιώκων καὶ ζηλῶν οὔτε τὸν Ὀλυμπίᾳ Θεόγνητον νικήσαντα καταισχύνεις οὔτε τὴν Κλειτομάχου ἐν Ἰσθμοῖ νίκην, καὶ ἀπὸ κοινοῦ τὸ κατελέγχεις.[*]()

b. ὁ δὲ Κλειτόμαχος καὶ Θεόγνητος θεῖοι τοῦ νικηφόρου· Ὀλυμπιονίκης δὲ ὁ Θεόγνητος, ὁ δὲ Κλειτόμαχος Ἰσθμιονίκης. φησὶ δὲ αὐτὸν μὴ κατελέγχειν τοὺς τῆς μητρὸς ἀδελφοὺς, ἀλλὰ κατ᾿ ἴχνη τούτων βαίνειν.[*]()

[*]()a. αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις: φατρία ἐν Αἰγίνῃ Μιδυλιδῶν ἀπὸ Μιδύλου προγόνου ἐπιδόξου γεγονότος. αὐτὸς δ᾿ ἐν ἄλλοις (fr. 190)· ἁ Μιδύλου δ᾿ αὐτῷ γέννα, φησί. μαρτυρεῖ δὲ καὶ Ὅμηρος (Ν 354)· ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ᾿ ἴα πάτρη, ἀντὶ τοῦ φατρία. τῷ οὖν σῷ γένει τοῖς Μιδυλίδαις δόξαν προσέθηκας.

b. ὁ δὲ νοῦς· τῶν δὲ Μιδυλιδῶν τὴν φατρίαν αὔξων τὸν λόγον φέρεις ἐκεῖνον, ὃν εἶπέ ποτε Ἀμφιάραος, ἡνίκα ἐθεάσατο ἐν ταῖς ἑπταπύλοις Θήβαις παραμένοντας τοὺς υἱοὺς τῶν ἑπτὰ ἐπὶ Θήβας, |[*]() ὅτε ἀπὸ τοῦ Ἄργους τὴν δευτέραν ἐπάνοδον ἐπανῆλθον οἱ Ἐπίγονοι.

[*]()τὸν ὅνπέρ ποτ᾿ Οἰκλέος: τοῦτον, φησὶ, τὸν λόγον φέρεις, ὦ Ἀριστόμενες, ὃν εἶπεν ὁ Ἀμφιάραος ἰδὼν θαρσαλέως πολεμοῦντας τοὺς Ἐπιγόνους κατὰ τῶν Θηβαίων. τί δὲ εἶπε; φυᾷ τὸ γενναῖον ἐπιπρέπει· ὅτι σῴζουσι τὴν τῶν γονέων ἀρετήν. καὶ σὺ δὲ, φησὶ, τοὺς μήτρωας ζηλοῖς τῇ ἀθλήσει.[*]()

[*]()a. ᾐνίξατο: ἀντὶ τοῦ ἀπεφθέγξατο· οὐ γὰρ αἰνιγματωδῶς εἶπε. καὶ παρ᾿ Ὁμήρῳ (Ν 374)· Ὀθρυονεῦ, πέρι δή σε βροτῶν αἰνίζομ᾿ ἁπάντων.

[*]()b. πῶς δὲ ταῦτα ὁ Ἀμφιάραός φησιν; εἰ μὴ ὅτε ζῶν κατεπόθη, κατά τινα θείαν ἐπίνοιαν προσδιελέγετο τοῖς Ἐπιγόνοις.[*]()

c. ἄλλως· ᾐνίξατο ἐπῄνεσεν εἶπε παρὰ τὸν αἶνον.

[*]()ὧ δ᾿ εἶπεν: ὁ δὲ Ἀμφιάραος τῶν Ἐπιγόνων μαχομένων εἶπε· τῇ φύσει τὸ συγγενὲς ἐκ πατέρων προθύμημα τοῖς παισὶν ἐπιπρέπει. Ὅμηρος (Ε 253)· οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι, τουτέστι συγγενικόν.[*]()

[*]()a. ἐκ πατέρων παισί: τοῖς ἐπιγόνοις ἐπιπρέπει τὸ ἐκ πατέρων.

[*]()b. πῶς ὅτι θεάμοαι σαφὲς δράκοντα; ὡς τοῦ Ἀλκμαίονος ἔχοντος ἐπὶ τῆς ἀσπίδος ἐπίσημον δράκοντα, |[*]() ὅτι ἐπιτήδειον πρὸς οἰωνοὺς τὸ ζῷον καὶ καταδῦνον εἰς τὰς ὀπὰς τῆς γῆς, κατέδυ δὲ καὶ ὁ Ἀμφιάραος, ὁ δὲ παῖς σημεῖον τῆς τοῦ πατρὸς ἔσῳζε τέχνης.[*]()