Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()ἐπεὶ γάθησεν ἐξαίρετον: γίνεται γὰρ τοῦτο, ἐπειδὰν ὑπέρμετρος χαρὰ ἐπιπέσῃ, ὥστε ἀκουσίως δακρύειν. Σοφοκλῆς (fr. 824)· χῶρος γὰρ οὗτός ἐστιν ἀνθρώπου φρενῶν, ὅπου τὸ τερπνὸν καὶ τὸ πημαῖνον φύει· δακρυρροεῖ γοῦν καὶ τὰ καὶ τὰ τυγχάνων.[*]()

[*]()a. ἤλυθον κείνου γε κατὰ κλέος: κατὰ τὴν Ἰάσονος ἐπάνοδον.

[*]()b. ἐγγὺς μὲν Φέρης: πλησίον αἱ Φεραὶ τῆς Ἰωλκοῦ· κρήνη δὲ Ὑπερηὶς ἐν Θεραῖς, |[*]() ὡς Σοφοκλῆς (fr. 825)· ὦ γῆ Φεραία, χαῖρε, σύγγονόν θ᾿ ὕδωρ Ὑπέρεια κρήνη, νᾶμα θεοφιλέστατον.

[*]()c. ἐγγὺς μὲν Φέρης: ἐγγὺς ἀντὶ τοῦ ἐγγύθεν, ἐκ τῶν σύνεγγυς τόπων, ὡς τῶν Φερῶν ἐγγὺς κειμένων τῆς Ἰωλκοῦ. Ὑπέρεια δὲ κρήνη ἐν ταῖς Φεραῖς. φασὶ δὲ ἔνιοι, ἀπὸ Ὑπέρητος αὐτὴν λαβεῖν τοὔνομα, ὡς Φερεκύδης (FHG I p. 86). φησὶ γὰρ οὕτω· Μέλας ὁ Φρίξου γαμεῖ Εὐρύκλειαν· τῶν δὲ γίνεται Ὑπέρης, ὃς ᾤκει ἐπὶ τῇ κρήνῃ τῇ ἀπ᾿ αὐτοῦ κληθείσῃ Ὑπερείῃ. καὶ κατ᾿ ἐνίους δὲ ἔκδοσις παρ᾿ Ὁμήρῳ οὕτως ἔχει (Β 711)· οἳ δὲ Φερὰς ἐνέμοντο, ἰδὲ κρήνην Ὑπέρειαν. εἶναι δέ φασι καὶ ἐν Λακωνικῇ Ὑπέρειαν κρήνην.

[*]()a. ἐκ δὲ Μεσσάνας Ἀμυθάν: ἐκ δὲ τῆς Μεσσήνης τῆς Λακωνικῆς πόλεως ὁ Ἀμυθὰν παρεγένετο. καὶ ὅτι οὗτοι Αἴσονος ἀδελφοί, καὶ Ὅμηρός πού φησι (λ 258)· τοὺς δ᾿ ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν, Αἴσονά τ᾿ ἠδὲ Φέρητ᾿ Ἀμυθάονά θ᾿ ἱππιοχάρμην.

[*]()Ἄδματος καὶ Μέλαμπος: οὖτοι ἐκείνων ἦσαν υἱοὶ, καὶ σὺν τοῖς πατράσιν αὐτῶν ἦλθον. Ἀμυθάονος γὰρ Μελάμπους, Φέρητος δὲ Ἄδμητος, ἀνεψιοὶ τοῦ Ἰάσονος.

[*]()a. ἐν δαιτὸς δὲ μοίρᾳ: ἐν δὲ τῷ συμποσιακῷ καιρῷ.

b. ἄλλως· ἐν δὲ τῇ μερίδι τῆς εὐωχίας, τουτέστιν ἐν τῷ συμποσιακῷ καιρῷ, προσηνέσι λόγοις αὐτοὺς ὁ Ἰάσων δεξιούμενος, ξένια ἁρμόζοντα κατασκευάζων, πᾶσαν εὐφροσύνην καὶ ἡδονὴν αὐτοῖς ἐξέτεινεν.

[*]()Ἰάσων δέγμενος: οὐχ ὡς πάντας ὑποδεδεγμένου τοῦ Ἰάσονος τοὺς περὶ Φέρητα δεῖ νοεῖν, ἀλλ᾿ ἐπειδὴ διὰ τὴν παρουσίαν αὐτοῦ ἐγένετο ὑπὸ Αἴσονος τοῦ πατρὸς ἡ ξενία τοῖς ἀδελφοῖς, διὰ τοῦτο εἶπεν αὐτὸν ὑποδέχεσθαι. ἡ γὰρ ἀναφορὰ τῆς ξενίας εἰς αὐτὸν ἀνήγετο.[*]()

[*]()a. ἀθρόαις πέντε δραπών: ἀδιαλείπτως διὰ νυκτὸς καὶ ἡμέρας τὸ ἄνθος τῆς ζωῆς ἀποδρέπων παρ᾿ αὐτοῖς, τὰ πρὸς τὴν εὐωχίαν παρεχόμενος.[*]()

b. ὁ δὲ νοῦς· ἐν πέντε ὅλαις νυξὶ καὶ ἡμέραις δρεπόμενος τὸ ἱερὸν τῆς ζωῆς ἀπάνθισμα, τὴν εὐφροσύνην, ἐξένιζε τοὺς συγγενεῖς.[*]()

[*]()c. ἄλλως· τουτέστιν ἐν θυμηδίᾳ διάγων καὶ εὐφροσύνῃ:

[*]()ἀλλ᾿ ἐν ἕκτᾳ πάντα λόγον: ἀλλ᾿ ἐν τῇ ἕκτῃ ἡμέρᾳ ὅλον τὸν λόγον τὸν σπουδαῖον ἐξ ἀρχῆς ὁ Ἰάσων τοῖς ἐγγενέσιν ἑαυτοῦ ἐκοινώσατο· οἱ δὲ ἀκούσαντες ἠκολούθησαν.

[*]()a. οἱ δ᾿ ἐπέσποντο: οἱ δὲ συνῄεσαν αὐτῷ καὶ τὴν αὐτὴν γνώμην ἀνέλαβον.

[*]()b. οἱ δὲ ἐπηκολούθησαν αὐτοῦ τῇ προαιρέσει εὐωχηθέντες.

[*]()c. αἶψα δ᾿ ἀπὸ κλισιᾶν ὦρτο: ταχέως δὲ ἀπὸ τῶν σκηνῶν σὺν τοῖς προρρηθεῖσιν ὥρμησεν ὁ Ἰάσων, καὶ δὴ παρεγένοντο εἰς τὸν τοῦ Πελίου οἶκον, σπουδαίως δὲ ἔσω τοῦ οἴκου κατέστησαν.[*]()

[*]()ἐσσύμενοι: μετὰ σπουδῆς.

[*]()a. Τυροῦς ἐρασιπλοκάμου γενεά: ὁ Πελίας. καὶ Ὅμηρος (λ 254)· ἡ δ᾿ ὑποκυσαμένη Πελίαν τέκε καὶ Νηλῆα.[*]()

b. ὁ νοῦς· ἡ δὲ τῆς Τυροῦς γέννα, τουτέστιν ὁ Πελίας, τούτων ἀκούσας καὶ αἰσθόμενος τὴν εἴσοδον, ἀπήντησεν αὐτοῖς.

[*]()πραῢν δ᾿ Ἰάσων: πραῢν δὲ ὁ Ἰάσων μαλθακῇ καὶ οὐ τραχείᾳ φωνῇ ἀποστάζων τοῦ στόματος λόγον κατεβάλλετο βάσιν καὶ ἀρχὴν τῶν σοφῶν λόγων.[*]()

[*]()ποτιστάζων ὄαρον: τὴν ὁμιλίαν.

[*]()a. παῖ Ποσειδᾶνος Πετραίου: Πετραῖος τιμᾶται Ποσειδῶν παρὰ Θεσσαλοῖς, ὅτι διατεμὼν τὰ ὄρη τὰ Θετταλικὰ, φημὶ δὴ τὰ Τέμπη, πεποίηκε δι᾿ αὐτῶν ἐπιτρέχειν τὸν ποταμὸν, πρότερον διὰ μέσης τῆς πόλεως ῥέοντα καὶ πολλὰ τῶν χωρίων διαφθείροντα. |[*]() καὶ Καλλίμαχος (h. in Del. 105)· φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων. οἱ δὲ, ὅτι ἐπί τινος πέτρας κοιμηθεὶς ἀπεσπερμάτισε, καὶ τὸν θορὸν δεξαμένη ἡ γῆ ἀνέδωκεν ἵππον πρῶτον, ὃν ἐπεκάλεσαν Σκύφιον.

[*]()b. ἄλλως· ἐπίθετον Ποσειδῶνος ὁ Πετραῖος. φασὶ δὲ καὶ ἀγῶνα διατίθεσθαι τῷ Πετραίῳ Ποσειδῶνι, ὅπου ἀπὸ τῆς πέτρας ἐξεπήδησεν ὁ πρῶτος ἵππος· διὸ καὶ Ἵππιος ὁ Ποσειδῶν.

c. ἄλλως· ὦ τοῦ Πετραίου Ποσειδῶνος παῖ, αἱ μὲν τῶν ἀνθρώπων φρένες ταχύτεραι μὲν ἐπαινέσαι καὶ ἀνελέσθαι τὸ παρὰ τὸ δίκαιον κέρδος· καίτοι ἑρπόντων ἐκ τῆς ἀδικίας πρὸς τὴν ἑξῆς τραχεῖαν ὁδὸν, ὅμως τὸ κέρδος τοῦ δικαίου προκρίνουσιν.

[*]()a. ἐντὶ μὲν θνατῶν φρένες ἕως πρὸς ἐπίβδαν: ἐπίβδαι κυρίως καλοῦνται αἱ ἐχόμεναι τῶν ἑορτῶν ἡμέραι, αἱ μεθέορτοι, ἐπιβάδες τινὲς οὖσαι, οἷον ἐπαγόμεναι τῇ ἑορτῇ. τινὲς δέ φασι παρεμβεβλῆσθαι τὸ βῆτα· τὰς γὰρ ἐπὶ δαιτὶ λέγουσιν ἐπίβδας, ὡς τὴν σίδην σίβδην. καὶ ἔασον ἔβασον. οἱ δὲ, μετῆχθαι ἀπὸ τῶν ἐπιβδαλλομένων προβάτων· βδάλλοντες γὰρ οἱ ποιμένες ἄπαξ αὖθις ἐπιβδάλλουσι. νῦν δὲ σημαίνει τὸ μέλλον καὶ τὸ μετὰ ταῦτα.

[*]()b. ὁ δὲ λόγος· αἱ τῶν ἀνθρώπων φρένες πρὸς τραχεῖαν ἑρπόντων ἐπίβδαν, ὡς ἄν τις εἴποι, καίπερ τοῖς τοιούτοις μετὰ τὴν παροῦσαν εὐφροσύνην τοῦ κέρδους τραχείας ἐπιούσης ἐπίβδης, ἢ καίπερ τοῦ τοιούτου πράγματος τοῦ ἀδίκου ἢ ἐπικερδοῦς τραχεῖαν ἔχοντος τὴν ἐπίβδαν, τουτέστι τὴν μετὰ ταῦτα ἀπόλαυσιν οὐ τερπνὴν ἔχοντος.[*]()

[*]()c. τὸ δὲ ἐπίβδας τὰς μεθεόρτους φασὶν, οἱονεὶ τὰς ἐπιβαινούσας ἡμέρας τῇ πανηγύρει. νῦν δὲ τὸν μετὰ ταῦτα χρόνον δηλοῖ.[*]()

[*]()a. ἀλλ᾿ ἐμὲ χρή: ἀλλὰ προσήκει ἐμὲ καὶ σὲ ἀφεμένους τῶν ἀγανακτήσεων συντιθέναι εἰς τὸ λοιπὸν τοῦ βίου τὴν εὐδαιμονίαν.[*]()

b. θεμισσαμένους: δικαίως διακρίναντας τοὺς τρόπους ἐκτελεῖν τὴν λοιπὴν εὐδαιμονίαν.[*]()

[*]()εἰδότι τοι ἐρέω: γινώσκοντί σοι λέγω· μία μήτηρ ἠ Ἐνάρεα τῷ τε Κρηθεῖ καὶ τῷ Σαλμωνεῖ, ἐν δὲ τρίταις γοναῖς ἐξ ἐκείνων φυτευθέντες ἡμεῖς τὴν χρυσῆν δύναμιν τοῦ ἡλίου ὁρῶμεν, τουτέστιν ἐν ζῶσι διάγομεν.[*]()

[*]()a. μία βοῦς: καταχρηστικώτερον τὴν τοκάδα φησὶ, τουτέστι τὴν μητέρα. λέγεται δὲ μήτηρ Κρηθεῖ καὶ Σαλμωνεῖ Ἐνάρεα.

b. ἄλλως· μία βοῦς μεταφορικῶς μία γυνή. (252 B) ἰδίως δὲ οὐκ ἀπὸ ἀνδρογενείας εἴληφεν ἀπὸ τοῦ Αἰόλου. ἀλλ᾿ ἀπὸ τῆς γυναικός· εἰ μὴ ἄρα ὅτι οἱ πάπποι ἀλλήλοις ὁμογάστριοι, ὅ τε Κρηθεὺς καὶ ὁ Σαλμωνεὺς, ὁ μὲν Αἴσονος, ὁ δὲ Πελίου.

c. ἀντὶ τοῦ, ἓν ἔχομεν γένος. καὶ Ἡσίοδος (fr. 7)· Αἰολίδαι δ᾿ ἐγένοντο θεμιστοπόλοι βασιλῆες, Κρηθεὺς ἠδ᾿ Ἀθάμας καὶ Σίσυφος αἰολομήτης, Σαλμωνεύς τ᾿ ἄδικος καὶ ὑπέρθυμος Περιήρης.

[*]()Σαλμωνέως Τυρὼ, Τυροῦς Πελίας. τρίτος οὖν ἀπὸ Σαλμωνέως ὁ Πελίας. ὁ δὲ Ἰάσων καὶ αὐτὸς οὕτω τρίτος· Κρηθεύς ἐστι Σαλμωνέως ἀδελφὸς, Κρηθέως δὲ Αἴσων, Αἴσονος δὲ Ἰάσων, τρίτος ἀπὸ Κρηθέως. ὁ μὲν οὖν Πελίας ἀπὸ Σαλμωνέως κατὰ μητέρα ἀριθμούμενος, Ἰάσων δὲ κατὰ πατέρα ἀπὸ Κρηθέως.

[*]()a. Μοῖραι δ᾿ ἀφίσταντ᾿ εἴ τις ἔχθρα πέλει: ἐὰν δέ τις ἔχθρα ὁμογόνοις γεννηθῇ, ὥστε καλύπτειν τὴν αἰδῶ καὶ ἀποκρύπτειν, τουτέστι μὴ αἰδεῖσθαι, τοῦ τοιούτου πράγματος ἀφίστανται αἱ Μοῖραι· ὡς ἄν τις εἴποι, οὐκ εὐμοιροῦσιν, οὐκ ἀγαθῇ μοίρᾳ χρῶνται.

b. ὁ δὲ Χαῖρις προστιθεὶς τὸ ῑ γράφει ἀφίσταιντο, ἵν᾿ ᾖ εὐκτικὸς ὁ λόγος· ἀφίσταιντο αἱ Μοῖραι, εἰ μέλλοι ἐν τῷ γένει ἡμῶν διαφορὰ γίνεσθαι, ὥστε ἀναίδειαν προστραπῆναι. καὶ οὐκ ἀπιθάνως ὁ Χαῖρις.