Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ἀνθρώπων χαμαιγενέων: τὸ ἀνθρώπων ἥρμοζε τῷ ἔτεκεν, ὃ καὶ ἐπ᾿ ἀρσένων τίθεμεν· τὸ δὲ γυναικῶν τῷ νῦν κειμένῳ ἐξανῆκε γαστρός· ἴδιον γὰρ τῶν γυναικῶν τοῦτο.

b. πολιᾶς δὲ νῦν λέγει τῆς τιμίας, παρὰ τὸ τοῦ γήρως ἔντιμον.[*]()

[*]()μὴ ψεύδεσι καταμιάνας: λείπει ἤτοι τὸ εἶδος ἢ τὸν λόγον. μὴ μολύνας τοῖς ψεύδεσι τὴν μορφὴν καὶ τὸ εἶδος, εἰπὲ πόθεν γεγέννησαι· οἷον πρὸς τὸ εἶδος καὶ ἐλευθερίως φθέγγου.[*]()

[*]()a. φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν: φημὶ καὶ διαβεβαιοῦμαι τὴν Χείρωνος διδασκαλίαν κομίζειν, ἀντὶ τοῦ γνώσῃ διὰ τῶν λόγων οὐ ψευδόμενόν με, ὡς τοῦ Χείρωνος ἐλευθερίως αὐτὸν ἀναθρέψαντος καὶ διδάξαντος μὴ ψεύδεσθαι.

b. ἄλλως· διδασκαλία τοῦ Χείρωνος, ἡ ἀλήθεια· οἷον, οὐ ψεύσομαι ἀλλὰ τὴν ἀλήθειαν ἐρῶ, ἣν ἔμαθον παρὰ Χείρωνος δικαίου τυγχάνοντος.

[*]()ἄντροθε γὰρ νέομαι: ἔθος αὐτῷ τῶν τοπικῶν τὸ -ν- ἀφαιρεῖν. ὁ δὲ νοῦς· ἐκ γὰρ τοῦ Χειρωνίου σπηλαίου παραγίνομαι ἀπὸ τῆς Χαρικλοῦς καὶ Φιλύρας, ἔνθα με αἱ τοῦ Κενταύρου ἁγναὶ κόραι ἀνέθρεψαν.

[*]()πὰρ Χαρικλοῦς: Χαρικλὼ γυνὴ Χείρωνος, θυγάτηρ Ἀπόλλωνος ἢ ὥς τινες Πέρσου ἢ Ὠκεανοῦ, ἐξ ἧς καὶ Χείρωνος Κάρυστος. ὁ δὲ Ἡσίοδος (fr. 124) Ναΐδα φησὶ τὸν Χείρωνα γῆμαι.

[*]()εἴκοσι δ᾿ ἐκτελέσαις ἐνιαυτούς: εἴκοσι δὲ ἐκπληρώσας ἐνιαυτοὺς παρὰ Χείρωνι οὔτε ἔργον οὔτε λόγον ἐκείνοις ἀπαίδευτον εἰπὼν παρεγενόμην εἰς τὰ οἰκεῖα, τὴν ἀρχὴν καὶ βασιλείαν ἀναλαμβάνειν σπεύδων τοῦ πατρὸς Αἴσονος ὑπ᾿ ἄλλῳ νῦν οὐ κατὰ τὸ δίκαιον οὖσαν.

[*]()a. ἐντράπελον: ἀπαίδευτον, αἰσχρὸν, ὃ ἐκτρέψαιτο ἄν τις.

b. ἢ οὕτως· ἐναντίον καὶ αἰσχρὸν, ὃ ἄν τις ἐντραπείη.

[*]()a. οἴκαδ᾿ ἀρχαίαν κομίζων: παραγώγως ἐξήγαγε τὴν ἀρχὴν. ὡς καὶ Ὅμηρος (τ 73) τὴν ἀνάγκην· ἀναγκαίη γὰρ ἐπείγει.

b. ἄλλως· Χαῖρις γράφει ἀρχὰν ἀγκομίζων, ἵν᾿ ᾖ, τὴν ἀρχὴν ἀνακομιούμενος τοῦ ἐμοῦ πατρὸς, ἥτις βασιλεύεται παρὰ πάντα τὰ δίκαια. ὁ γὰρ Πελίας ἀφείλετο τὸν Αἴσονα τὴν ἀρχήν.

[*]()τάν ποτε Ζεὺς ὤπασεν: ἥντινά ποτε βασιλείαν ὁ Ζεὺς ἐχαρίσατο τῷ Αἰόλῳ καὶ τοῖς αὐτοῦ παισίν. ἡ δὲ γενεαλογία οὕτω· Προμηθέως Δευκαλίων, οὗ Ἕλλην, οὗ Αἴολος, οὗ Κρηθεὺς καὶ Ἀθάμας καὶ Σαλμωνεύς· καὶ Κρηθέως μὲν παῖς Αἴσων, Αἴσονος δὲ Ἰάσων· Σαλμωνέως δὲ Τυρὼ, ἧς καὶ Ποσειδῶνος Πελίας καὶ Νηλεύς.

[*]()πεύθομαι γάρ μιν Πελίαν ἄθεμιν: κατακούω δὲ τὸν ἄδικον Πελίαν ταῖς ἀνοήτοις πεισθέντα φρεσὶ τῶν ἡμετέρων γονέων ἀποσυλῆσαι τὴν βασιλείαν.

[*]()a. λευκαῖς πιθήσαντα φρασίν: λευκὰς εἶπε φρένας κατὰ τὸ ἐναντίον ταῖς παρ᾿ Ὁμήρῳ μελαίναις, ἃς ἐκεῖνος ἀπὸ τῶν ἐν βάθει διαφαινομένων ὑδάτων κατὰ μεταφορὰν ὠνόμασε. τὰ μὲν γὰρ ἐπιπόλαια τῶν ὑδάτων διαυγῆ καὶ λευκὰ, τὰ δὲ ἐν βάθει μέλανα· διόπερ τὰς μὲν ἐπιπολαίους λευκὰς φρένας εἶπε, τὰς δὲ ἐν βάθει μελαίνας Ὅμηρος.

[*]()b. ἄλλως· σημειωτέον ὅτι τὰς κενὰς οὕτως εἶπεν.

[*]()a. ἁμετέρων ἀποσυλᾶσαι: Χαῖρις γράφει ἁμετέρων, καὶ περισπᾷ τὸ ἀρχεδικᾶν, ἵν᾿ ᾖ, τῶν ἡμετέρων πατέρων τῶν ἀρχεδικῶν ἀποσυλῆσαι αὐτὸν πεύθομαι. ἐὰν δὲ ἀρχεδίκαν, τὴν ἀρχὴν, ἣν κατὰ δίκην, τουτέστι κατὰ τὸ δίκαιον εἶχον οἱ ἐμοὶ γονεῖς. βιάζεται δὲ μεταγράφων. προτέταχε γὰρ τὴν ἀρχήν· ἱκόμαν οἴκαδε ἀρχαίαν κομίζων· διόπερ ἀκολούθως ἐπήνεγκεν· ἁμετέραν ἀποσυλῆσαι. ἐὰν δὲ περισπωμένως ἀναγινώσκωμεν ἀρχεδικᾶν, οὐκ ἐκκόπτει ἡ γραφή· ἔσται γὰρ ὁ λόγος τοιοῦτος· τὴν ἡμετέραν ἀρχὴν τῶν ἀρχεδικῶν μου γονέων πεύθομαι τὸν Πελίαν ἀποσυλῆσαι.

[*]()b. ἄλλως· ἀρχεδικᾶν ἐὰν περισπωμένως, τῶν δικαίων βασιλέων· ἐὰν δὲ βαρυτόνως ἀρχεδίκαν, ἀρχεδίκην, ἵν᾿ ᾖ· τὴν ἐξ ἀρχῆς βασιλείαν. ἣν εἶχον δικαίως.

[*]()a. τοί μ᾿ ἐπεὶ πάμπρωτον εἶδον: οἵτινές με γονεῖς, ἐπειδὴ τεχθεὶς τὸ πρῶτον φῶς ἐθεασάμην, τοῦ ἀδικωτάτου βασιλέως δεδοικότες τὴν ὕβριν, φροντίδα καὶ λύπην πένθιμον ὥσπερ τετελευτηκότος μου ἐν τοῖς οἴκοις θέμενοι σὺν θρήνῳ γυναικείῳ λαθραίως ἔπεμπον, ἐνδήσαντες σπαργάνοις πορφυροῖς, κοινωνὸν τὸ τῆς νυκτὸς σκότος τοῦ μηχανήματος ἐσχηκότες. καὶ δεδώκασί με ἀνατρέφειν τῷ Χείρωνι.

[*]()b. ἄλλως· οἱ γονεῖς οἱ ἐμοὶ. ὅτε ἐγεννήθην. δείσαντες τὴν ὕβριν τοῦ ἡγεμόνος Πελίου, ὑποθέντες τεθνηκέναι με καὶ κηδεύειν. μετὰ κωκυτοῦ γυναικῶν ὡς ἐκφορὰν τελοῦντες κρύφα καὶ νύκτωρ ἐξέπεμψαν πρὸς τὸν Χείρωνα, ἵνα μηδὲν πάθω ὑπὸ τοῦ Πελίου.

[*]()a. νυκτὶ κοινάσαντες: τῇ νυκτὶ κοινωνήσαντες κατὰ τὴν ὁδὸν, ἀντὶ τοῦ νυκτός με κατακρύψαντες.

[*]()b. Κρονίδᾳ: τῷ Χείρωνι· ἐκ γὰρ Κρόνου καὶ Φιλύρας ἐστί.

c. τὸ δὲ τράφεν κατὰ Δωριέων ἔθος ἀποβολῇ τοῦ ῑ.

[*]()a. ἀλλὰ τούτων μὲν κεφάλαια λόγων ἴστε: ἀλλὰ τούτων μὲν τῶν λόγων τὰ κεφάλαια καὶ τὸ πέρας γινώσκετε, τῶν δὲ ἱππικῶν μοι πατέρων τοὺς οἴκους μηνύσατε, ὦ ἔντιμοι πολῖται.[*]()

[*]()b. κεφάλαια λόγων: τὰ μείζονα καὶ τὰ καίρια.

[*]()λευκίππων πατέρων: εὐεπίφορος ὁ Πίνδαρος λευκίππους καλεῖν (fr. 202)· λευκίππων Μυκηναίων προφᾶται. [*]()

[*]()Αἴσονος γὰρ παῖς ἐπιχώριος ὑπάρχων οὐκ εἰς ξένην ἥκω γῆν.[*]()

[*]()a. φὴρ δέ με θεῖος Ἰάσονα κικλῄσκων προσηύδα: παρὸ ἰατρὸς ἦν. τὸν ἐκτραφέντα ὑπ᾿ αὐτοῦ φερωνύμως Ἰάσονα ἐκάλεσε παρὰ τὴν ἴασιν.

b. ὁ δὲ νοῦς· ὁ Κένταυρος δέ με Ἰάσονα ἐκάλει. . . . καὶ θῆρα μὲν διὰ τὴν συμβολὴν τοῦ σώματος καὶ τὴν φύσιν, θεῖον δὲ ἤτοι παρὰ τὴν δικαιοσύνην ἢ παρὰ τὸν τεκόντα Κρόνον.

[*]()a. ὣς φάτο: οὕτως εἶπε· τοῦτον δὲ. τὸν Ἰάσονα, εἰσελθόντα ἐγνώρισαν οἱ τοῦ πατρὸς ὀφθαλμοί. καὶ ἅμα τῇ γνώσει ἀπὸ τῶν καταγεγηρακότων βλεφάρων ἀνεβράσθη δάκρυα, ἐπειδὴ κατὰ τὴν ἑαυτοῦ ψυχὴν ἐξαιρέτως καὶ ὑπερβεβλημένως ἥσθη.[*]()

[*]()b. ἄλλως· εἰσελθόντα δὲ αὐτὸν ἔγνω ὁ πατήρ. πῶς δὲ δυνατὸν τὸν ὑπὸ τὴν γένεσιν ἐν σπαργάνοις ἐκτεθέντα, νῦν δὲ τετελειωμένον κατὰ τὴν ἡλικίαν, ἐπιγινώσκεσθαι παρὰ τοῦ πατρός; δεῖ οὖν ὑπονοεῖν ὅτι διὰ χρόνου τινὸς ὁ Αἴσων ἐπισκεψόμενος τὸν υἱὸν λεληθότως ἐπορεύετο πρὸς τὸν Κένταυρον· αὐτὸς γὰρ ἐξέθετο ὅπως ἐκτραφῇ· διὸ καὶ ἐγνώρισεν αὐτὸν εἰς τὴν ἰδίαν κατελθόντα.[*]()

[*]()a. ἐκ δ᾿ ἄρ᾿ αὐτοῦ πομφόλυξαν: ἀνεβράσθησαν. ὡς ἐπὶ τῶν ζεστῶν ὑδάτων ἔφη.

b. ἢ οὕτως· κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ἀναζεόντων ὑδάτων· τοιοῦτος γὰρ ἦχος γίνεται ἀπὸ βρασμοῦ. τὸ δὲ σημεῖον χ΄, ὅτι ἐκ τοῦ παρεπομένου ἀντὶ τοῦ ἐδάκρυσεν.