Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()οὐ πρέπει νῷν: οὐ προσῆκον οὐδὲ δίκαιον ἡμῖν ἀμφοτέροις τοῖς τὸν χαλκὸν τιτρώσκουσι ξίφεσιν, οὔτε μὴν ἀκοντίοις τὴν μεγάλην καὶ περίσημον τῶν προγόνων βασιλείαν διαμοιράσασθαι.

[*]()a. μῆλά τε γάρ τοι ἐγὼ καὶ βοῶν ξανθὰς ἀγέλας: τὰ μὲν γὰρ πρόβατα καὶ τὰς τῶν βοῶν ἀγέλας ἀφίημι καὶ συγχωρῶ, καὶ πάντας τοὺς ἀγροὺς οὕστινας ἀφελόμενος τῶν ἐμῶν γονέων νέμῃ, τὸν σὸν πλοῦτον ἐκ τῆς ἐπικαρπίας αὔξων.

b. μῆλα δὲ νῦν καταχρηστικώτερον πᾶσαν τὴν τῶν τετραπόδων κτῆσιν ἀρχαΐζων φησί. καὶ Ὅμηρος (Ρ 550)· ἀνθρώπους ἀπέπαυσεν ἐπὶ χθονὶ, μῆλα δὲ κήδει.

[*]()ἁμετέρων τοκέων: ἀντὶ τοῦ τοκέως, τοῦ πατρός. ὁ γὰρ Αἴσων τοῦ Πελίου κατὰ μητέρα ἀδελφός.

[*]()κοὔ με πονεῖ τεὸν οἶκον: οὐκ ἀλγύνει δέ με ταῦτα τὸν σὸν οἶκον αὔξοντα.

[*]()a. ἀλλὰ καὶ σκᾶπτον: ἀπὸ κοινοῦ τὸ πονεῖ. καὶ ὁ ἀλλά ἀντὶ τοῦ δέ, ἵν᾿ ᾖ· πονεῖ δέ με τὸ σκῆπτρον καὶ ὁ θρόνος.

[*]()b. ἄλλως· ἀλλὰ καὶ τὸ σκῆπτρον τὸ τῆς μοναρχίας καὶ ὁ θρόνος τῆς μοναρχίας, ἔξωθεν τὸ, λυπεῖ με.

[*]()ᾧ ποτε Κρηθεΐδας: ᾧτινί ποτε τῷ θρόνῳ ὁ τοῦ Κρηθέως παῖς Αἴσων ἐπικαθεζόμενος ἐπ᾿ εὐθείας ἦγε τοῖς ὑπηκόοις τὰς δίκας.

[*]()a. τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας: ταῦτα μὲν οὖν χωρίς τινος ἀνίας καὶ λύπης διάλυσον τῷ δικαίῳ, μή τι νεώτερων ἡμῖν καὶ ἐπιβλαβὲς ἐξ αὐτῆς ἀνασταίη κακόν.

b. ἐὰν δὲ ᾖ ἀναστήσῃ, ἔσται ὁ νοῦς τοιοῦτος· μὴ ὁ νεωτερισμὸς ἡμῖν κακὸν ἀναστήσῃ.

[*]()c. ἄλλως· τινὲς κατὰ συναλοιφὴν θέλουσιν ἐξενηνέχθαι, ὡς παρ᾿ Ὁμήρῳ (Α 203)· ἢ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρείδαο, ἀντὶ τοῦ ἴδηαι. οὕτως οὖν ἀναστήσῃ ἀντὶ τοῦ ἀναστήσηαι.

[*]()ὣς ἄρ᾿ ἔειπεν: οὕτως εἶπεν ὁ Ἰάσων· ὁ δὲ Πελίας ἠρέμα καὶ ἡσύχως ἀνταπεκρίθη αὐτῷ.

ἔσσομαι τοιοῦτος: γενήσομαι τοιοῦτος, οἶος μηδὲν [*]() ἀναστῆσαι ἄδικον καὶ νεώτερον. ἀλλὰ ἤδη με τὸ γηραιὸν μέρος τῆς ἡλικίας περικυκλοῖ καὶ περιέχει.

[*]()a. σὸν δ᾿ ἄνθος ἥβας ἄρτι κυμαίνει: μετεωρίζεται· ἀπὸ τῶν κυμάτων ἡ μεταφορὰ. πρὸς τί δὲ ταῦτα λέγει; ἐγὼ μὲν εἰς ἐπανόρθωσιν τοῦ γένους οὐκέτι ἰσχύω τι δρᾶν γέρων ὤν· σὺ δὲ νέος ὢν δύνασαι ἀπολῦσαι τὸν ἐκ τῶν χθονίων γεγονότα κότον τῷ γένει ἡμῶν. ἴδιος δέ ἐστι καὶ ἐνταῦθα ὁ Πίνδαρος μετὰ τοῦ δέρους καὶ τὴν ψυχὴν τοῦ Φρίξου κελεύων τῷ Ἰάσονι ἐκ τῆς Αἴας ἀνακαλέσασθαι· ἐπὶ γὰρ τούτῳ μηνίειν τοὺς χθονίους δαίμονας· τῶν ἄλλων ἐπὶ μόνην τὴν κομιδὴν τοῦ δέρους αὐτὸν ἐκπεμφθῆναι λεγόντων. ὅτι δὲ τὰς ψυχὰς ἀνεκαλοῦντο τῶν ἐπὶ ταῖς ἀλλοδαπαῖς ἀποιχομένων, Ὅμηρος δηλοῖ (ι 64)· οὐδ᾿ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι, πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῧσαι.[*]()

b. ἄλλως· ἐπειδὴ γὰρ ἐν Κόλχοις τέθνηκεν ὁ Φρίξος, κελεύει με δι᾿ ὀνείρων ἀνακαλέσασθαι αὐτοῦ τὴν ψυχὴν εἰς Θεσσαλίαν. παραγενόμενον εἰς τοὺς τοῦ Αἰήτου οἴκους, κελεύει δέ με καὶ τὸ δέρμα τοῦ κριοῦ ἀγαγεῖν, ᾧτινί ποτε ἐκ τοῦ πόντου διεσώθη καὶ ἐκ τῶν τῆς μητρυιᾶς ἀθέων βελῶν, τῶν ἐπιβουλῶν.[*]()

[*]()c. ἔθος δὲ ἦν τῶν τελευτησάντων ἐπ᾿ ἀλλοδαπῆς, εἰ καὶ μὴ τὰ σώματα εἴη παρ᾿ αὐτὰ, τὰς γοῦν ψυχὰς διά τινων μυστηρίων ἀνακαλεῖσθαι καὶ ὥσπερ συμπλεούσας εἰς τὴν πατρίδα διαπεραιοῦν. τοῦτο καὶ Ὅμηρος (l. c.) οἶδεν.

[*]()κομίξαι: ἤτοι ἀνακομίσαι ἢ ἀνακαλέσασθαι, ἢ ἐπιμελείας ἀξιῶσαι· ἡρωϊκώτερον δὲ τὸ πρότερον καὶ ἄξιον τοῦ πλοῦ.[*]()

[*]()a. ἔκ τε ματρυιᾶς ἀθέων βελέων: ἐκακώθη γὰρ διὰ τὴν μητρυιὰν ἐρασθεῖσαν αὐτοῦ καὶ ἐπεβουλεύθη. ὥστε φυγεῖν. ταύτην δὲ ὁ μὲν Πίνδαρος ἐν Ὕμνοις (fr. 49) Δημοδίκην, Ἱππίας δὲ (FHG II p. 62) Γοργῶπιν· Σοφοκλῆς ἐν Ἀθάμαντι (p. 131 N.) Νεφέλην· Φερεκύδης (FHG I p. 86) Θεμιστώ· ὃς καί φησι τῶν καρπῶν φθειρομένων ἐκ ταὐτομάτου ἐθελούσιον δοῦναι ἑαυτὸν εἰς σφαγήν. τὸ δὲ ἀθέων βελέων ἀλληγορικῶς ἀντὶ τοῦ βουλευμάτων ἢ λόγων ἢ πραγμάτων· οὐ γὰρ ἐνδόντος αὐτοῦ πρὸς ἃ ἡ μητρυιὰ παρεκάλει, ἐπιβουλευθῆναι εἰς τὰ τεθρυλλημένα.

[*]()b. ἄλλως· βελέων: τῶν ἐπιβουλῶν.

c. τὴν κατ᾿ Ἰνὼ ἱστορίαν ἐκτίθεται.

[*]()ταῦτά μοι ὁ θαυμαστὸς ὄνειρος παραγενόμενος ἔλεγεν.

[*]()μεμάντευμαι: ἐμαντευσάμην δὲ εἰς Δελφοὺς ἐλθὼν, εἰ ἐρευνητέον τι τούτων καὶ φροντιστέον, τουτέστιν εἰ πρακτέον· καὶ ὡς τάχιστα κελεύει ναῦν παρασκευάσασθαι καὶ καθέλκειν εἰς τὸν ἐπὶ Σκυθίαν ἀπόπλουν.

[*]()τοῦτον ἄεθλον: τοῦτον τὸν ἆθλον ἑκὼν ἐκτέλεσον, καί σοι προΐημι ἄρχειν καὶ βασιλεύειν τῆς Θεσσαλίας· περὶ δὲ τῶν λεγομένων καὶ τῆς ἀποδόσεως τῆς βασιλείας ὅρκος ἰσχυρὸς καὶ βέβαιος ὁ γενέθλιος ἡμῖν Ζεὺς γενέσθω. γενέθλιος δὲ ἀμφοτέροις, Πελίᾳ τε καὶ Ἰάσονι· Σαλμωνεὺς γὰρ καὶ Κρηθεὺς εἰς Δία τὸ γένος ἀνῆγον.

[*]()σύνθεσιν ταύταν: ταύτην τὴν συνθήκην τῶν ὅρκων καὶ τῆς βασιλείας πρὸς ἑαυτοὺς ἐπαινέσαντες διεχωρίσθησαν.

[*]()ἀτὰρ Ἰάσων: ὁ δὲ Ἰάσων αὐτὸς παρώξυνε τὸν ὄντα καὶ δόξαντα πλοῦν εἰς Σκυθίαν ἀναφανεροῦν πανταχοῦ.[*]()

[*]()a. τάχα δὲ Κρονίδαο: ταχέως δὲ οἱ τοῦ Κρόνου παιδὸς Διὸς τρεῖς παῖδες τὸν ἀριθμὸν, οἱ ἀκοπίαστοι κατὰ τὴν μάχην, παρεγένοντο. καὶ ἐκ μὲν Ἀλκμήνης Ἡρακλῆς, ἐκ δὲ Λήδας οἱ Διόσκουροι. πάλιν δὲ συλληπτικῶς ἐχρήσατο τῷ τρόπῳ. φαίνεται γὰρ Ἡρακλῆς Ἀλκμήνης καὶ Λήδας υἱὸς κατὰ τὸ ἀδιαχώριστον τοῦ λόγου· ἀλλὰ προσήκει ὑποδιαιροῦντας ἑκάστῳ τὸ οἰκεῖον τῆς γενέσεως προσάπτειν.[*]()

[*]()b. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς: πάντας Σοφοκλῆς ἐν ταῖς Λημνιάσι τῷ δράματι (fr. 354) καταλέγει τοὺς εἰς τὸ Ἀργῷον εἰσελθόντας σκάφος, καὶ ὁ Αἰσχύλος ἐν Καβείροις (p. 31 N.). ὁ δὲ Πίνδαρος συσταλῆναι τὸν Ἡρακλέα τοῖς Ἀργοναύταις φησὶν, ὡς δὲ ἐν Μυσίᾳ ἐξῆλθεν ἐφ᾿ ὕδρευμα, κατελείφθη παρὰ τῶν Ἀργοναυτῶν· οἱ δὲ νεώτεροι, διὰ τὸ κατὰ τὴν εἰρεσίαν ἄπειρον αὐτὸν εἶναι καὶ συντρίβειν τὰς κώπας, |[*]() ὡς καὶ Ἀπολλώνιος (I 1167)· δὴ τότ᾿ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκούς μεσσόθεν ἄξεν ἐρετμόν. οἱ δὲ. ὅτι ἐφ᾿ οὗ ἃν ἐκαθέσθη μέρους, ἐκεῖ ἡ ναῦς ἔκλινεν.[*]()

[*]()Ἀλκμήνας: τὸ χ΄, ὅτι τὸ χωρὶς συμβεβηκὸς τῷ Ἡρακλεῖ [τῷ τῆς Ἀλκμήνης] καὶ ἐπὶ τῶν Διοσκούρων κοινῶς εἴρηκεν· οἱ μὲν γὰρ Διὸς καὶ Λήδας, ὁ δὲ Ἀλκμήνης μόνος.

[*]()a. δοιοὶ δ᾿ ἀνέρες, Ἐννοσίδα γένος: δύο δὲ ἄνδρες παρεγένοντο ἐκ Ποσειδῶνος ἔχοντες τὸ γένος, τὴν ἑαυτῶν αἰδεσθέντες δύναμιν, τουτέστιν οὐκ ἀνάξια τῆς ἑαυτῶν ἀνδρείας λογισάμενοι· καὶ ὁ μὲν Περικλύμενος ἐκ Πύλου, ὁ δὲ Εὔφημος ἐκ Ταινάρου, ὅ ἐστιν ἀκρωτήριον τῆς Λακωνικῆς, παρεγένοντο. πάλιν συλληπτικώτερον· οὐ γὰρ ἀμφότεροι ἀπὸ Ταινάρου καὶ Πύλου, ἀλλ᾿ ὁ μὲν Περικλύμενος [ἐκ Χλωρίδος] ἐκ Πύλου στέλλεται, ὁ δὲ ἐκ Ταινάρου ὁ Εὔφημος, ὡς αὐτὸς προεῖπεν.

[*]()b. ἄλλως· καὶ ἐνταῦθα συλληπτικῶς. Περικλύμενος γὰρ Νηλέως καὶ Χλωρίδος ἐκ Πύλου, Εὔφημος δὲ ἐκ Ταινάρου.

[*]()c. πῶς δὲ Ἐννοσίδα εἶπε τοὺς δύο; Νηλέως γὰρ ὁ Περικλύμενος, ὁ δὲ Νηλεὺς Ποσειδῶνος υἱός· ὁ δὲ Εὔφημος Ποσειδῶνος ἐκ Ταινάρου, υἱωνὸς δὲ ὁ Περικλύμενος ἐκ Πύλου.