Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()a. τὸν μονοκρήπιδα: ἡ ἱστορία παρὰ Φερεκύδει (FHG I p. 87). ἔθυε τῷ Ποσειδῶνι, φησὶν, ὁ Πελίας, καὶ προεῖπε πᾶσι παρεῖναι· οἱ δὲ ἦσαν οἵ τε ἄλλοι πολῖται καὶ ὁ Ἰήσων· ἔτυχε δὲ ἀροτρεύων ἐγγὺς τοῦ Ἀναύρου ποταμοῦ, ἀσάμβαλος δὲ διέβαινε τὸν ποταμὸν, διαβὰς δὲ τὸν μὲν δεξιὸν ὑποδεῖται πόδα, τὸν δὲ ἀριστερὸν ἐπιλήθεται, καὶ ἔρχεται οὕτως ἐπὶ δεῖπνον. ἰδὼν δὲ ὁ Πελίας συμβάλλει τὸ μαντήϊον, καὶ τότε μὲν ἡσύχασε, τῇ δ᾿ ὑστεραίᾳ μεταπεμψάμενος αὐτὸν ἤρετο ὅ,τι ποιοίη εἰ αὐτῷ χρησθείη ὑπό του τῶν πολιτῶν ἀποθανεῖν· ὁ δὲ Ἰήσων, πέμψαι ἂν εἰς Αἶαν αὐτὸν ἐπὶ τῷ Ἰήσονι Ἥρη ἐς νόον βάλλει, ὡς ἔλθοι ἡ Μήδεια τῷ Πελίᾳ κακόν.[*]()
[*]()b. μονοκρήπιδα, τὸν μονοσάμβαλον· κρηπὶς γὰρ τὸ βῆμα, καὶ εἴρηται παρὰ τὴν βάσιν.[*]()
c. ἄλλως· ὅτι ἐκ τοῦ Ἀναύρου ποταμοῦ μόγις τὸ δεξιὸν πέδιλον ἔσωσεν, ἱστορεῖ καὶ Ἀπολλώνιος (I 10)· ἄλλο μὲν ἐξεσάωσεν ὑπ᾿ ἰλύος, ἄλλο δ᾿ ἔνερθε κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν. εἰσὶ δὲ καὶ Αἰτωλοὶ πάντες μονοκρήπιδες διὰ τὸ πολεμικώτατοι εἶναι. ἦν δὲ τὸ μάντευμα τοιοῦτον· [τὸν μονοκρήπιδα πάντως ἐν φυλακῇ σχεθέμεν μεγάλᾳ καὶ τὰ ἑξῆς.][*]()
[*]()ἐν φυλακῇ σχεθέμεν: ἀντὶ τοῦ φυλάσσεσθαι.
[*]()a. αἰπεινῶν σταθμῶν: ἀπὸ τῶν ὑψηλοτάτων ἐναύλων, λέγει δὲ τοῦ Χειρωνείου σπηλαίου.
[*]()b. σταθμῶν ἐς εὐδείελον: τὴν εὖ πρὸς ἑσπέραν κειμένην. ἢ τὴν διαφανῆ καὶ ἐπίσημον.
c. ὁ δὲ νοῦς· ὅταν ἀπὸ τῶν ὑψηλοτάτων ἐπαύλεων τοῦ Χείρωνος (παρὰ γὰρ αὐτῷ ἐπαιδεύθη) εἰς τὴν πρὸς τῇ ἑσπέρᾳ γῆν τῆς εὐδόξου Ἰωλκοῦ παραγένηται ξένος ὢν καὶ πολίτης.[*]()
d. τὸ δὲ σημεῖον χ΄, ὅτι σταθμοὺς τὰς κατ᾿ ἀγροὺς ἐπαύλεις ἔλεγον, καὶ ὅτι εὐδείελον τὸ εὔδηλον προσονομάζεται (ν 234)· ἦ πού τις νήσων εὐδείελος ἠέ τις ἀκτή.[*]()
[*]()a. ξεῖνος αἴτ᾿ ὦν ἀστός· καὶ ξένος ὢν καὶ πολίτης ὁ Ἰάσων, πολίτης μὲν ὅτι Ἰωλκίους εἶχε τοὺς γονεῖς, ξένος δὲ ὅτι τεχθεὶς παρὰ τῷ Χείρωνι ἀνετράφη.
b. ὁ δὲ Ἰάσων χρόνῳ παρεγένετο, δύο δόρασι θαυμαστὸς καὶ ἐκπληκτικός.
[*]()a. ἐσθὰς δ᾿ ἀμφότερόν μιν ἔχεν: ἐσθὴς δὲ διπλῆ συνεῖχεν αὐτὸν, ἥ τε τῶν Μαγνήτων ἐπιχώριος, ἁρμοζομένη τοῖς θαυμαστοῖς μέλεσι, καὶ ἡ παρὰ Χείρωνι παρδαλέα, ἣ ἔσκεπε καὶ ἀπήλεξε τοὺς φρίσσειν παρασκευάζοντας ὄμβρους.
[*]()b. ἄλλως· ἠμφίεστο γὰρ δύο σχήματα, τό τε παρὰ Χείρωνι καὶ τὸ Μαγνήτων, καὶ ἡ μὲν ἦν στολὴ, ἡ δὲ παρὰ Χείρωνι δορὰ παρδάλεως.
[*]()φρίσσοντας ὄμβρους: οὐκ αὐτοὺς φρίσσοντας, ἀλλὰ φρίσσειν ποιοῦντας. καὶ Ὅμηρος (Z 132)· ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας, οὐκ αὐτοῦ μαινομένου, ἀλλὰ τοῦ μανιοποιοῦ. καὶ χλωρὸν δέος (H 479), τὸ χλωροποιόν. διὸ καὶ τὸ σημεῖον.[*]()
[*]()οὐδὲ κόμαν πλόκαμοι: οὐδὲ τὴν πρώτην κόμην εἰς ἀπαρχὴν τοῖς θεοῖς ἐκείρατο, ἀλλ᾿ ὡς Ἀχιλλεὺς νέος ἦν πρωτοκόμης (Ψ 144)· |[*]() Σπερχεῖ᾿, ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς. καὶ παρ᾿ Αἰσχύλῳ (Choeph. 6)· πλόκαμον Ἰνάχῳ θρεπτήριον, τὸν δεύτερον δὲ τόνδε πενθητήριον, Ὀρέστης φησὶ τῷ Ἀγαμέμνονι. τὰς γὰρ πρώτας κόμας τοῖς ποταμοῖς οἱ ἀρχαῖοι ἀπεκείροντο, σύμβολον τοῦ ἐξ ὕδατος εἶναι πάντων τὴν αὔξησιν.
a. τάχα δ᾿ εὐθὺς ἰών: ὁ νοῦς· ταχέως δὲ εὐθὺ [*]() πορευόμενος τῆς ἑαυτοῦ γνώμης τῆς ἀφόβου καὶ ἀταράχου ἔστη διάπειραν λαμβάνων. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι καὶ πολλοῦ ὄχλου ὄντος ἐν τῇ πόλει πρὸς παρρησίαν ὅλον ἑαυτὸν παρεσκεύαζεν.
b. ἄλλως· εὐθύς: [ἀντὶ τοῦ εὐθέως. ἢ] ἐπ᾿ εὐθείας πορευθείς. τὸ δὲ σφετέρας οὐχ ὑγιῶς· ἔδει γὰρ ἑᾶς· περὶ ἑνὸς γὰρ ὁ λόγος.
[*]()a. γνώμας ἀταρβάκτοιο: οἷον πρὸς παρρησίαν ὅλον ἑαυτὸν παρεσκεύαζε.
b. τὸ δὲ σημεῖον χ΄, ὅτι ἀταρβήκτοιο εἶπεν ἀντὶ τοῦ ἀκαταπλήκτου. καὶ ὅτι γνώμας ἀντὶ τοῦ διανοίας.
c. τὸ δὲ ἑξῆς· ἐστάθη ἐν ἀγορᾷ πλήθοντος ὄχλου.
[*]()a. τὸν μὲν οὐ γίνωσκον: τοῦτον μὲν οὗν νεωστὶ τῇ Μαγνησίᾳ ἐπιδημήσαντα οἱ ἐνοικοῦντες οὐκ ἐγίνωσκον. b. ὀπιζομένων: ἐπιστρεφομένων εἰς αὐτὸν καὶ τοὺς ὦπας ἐπιβαλλόντων.
c. ἢ οὕτως· ἐπεὶ ὄπις ἐστὶν ἡ τοῦ μέλλοντος ἐπιστροφὴ, τὸ ἐσόμενον ὕστερον προλαβών τις εἶπεν.
d. ἢ ὀπιζομένων. τῶν τοὺς θεοὺς πρὸ ὀφθαλμῶν ἐχόντων καὶ εὐλαβῶν.
[*]()a. οὔτι που οὗτος Ἀπόλλων: ἐχρήσατο τῷ λόγῳ πάνυ κεκολασμένως τὸ οὔτι προσθεὶς, καὶ ἔδωκε διὰ μὲν τὸ κάλλος ὅμοιον εἶναι τοῖς θεοῖς τὸν Ἰάσονα, διά γε μὴν τὸ τῆς φύσεως φθαρτὸν ἀμφιβάλλων ἀπαρνεῖται.
b. ὁ δὲ νοῦς· οὐδαμῶς οὗτός ἐστιν ὁ Ἀπόλλων. οὐδὲ μὴν ὁ ἱππικώτατος Ἄρης ὁ πόσις τῆς Ἀφροδίτης. τοῦτο δέ φησι διὰ τὸ ἄγαν ἀνθηρὸν καὶ ὡραῖον τοῦ Ἰάσονος. χαριέστατα δὲ παρέλαβεν Ἄρεα καὶ Ἀπόλλωνα.
[*]()a. ἐν δὲ Νάξῳ φαντὶ θανεῖν: ἐν δὲ τῇ εὐδαίμονι Νάξῳ φασὶ τεθνηκέναι τὸν τῆς Ἰφιμεδείας παῖδα Ὦτον καὶ σὲ, ὦ τολμηρότατε Ἐφιάλτα. Ἰφιμεδείας δὲ καὶ Ἀλωέως γεγόνασι παῖδες Ὦτος καὶ Ἐφιάλτης. οὗτοι δὲ ἀσεβῶς διετέθησαν περὶ τὴν Ἄρτεμιν, καί ποτε εἰς ἔλαφον ἑαυτὴν ἡ θεὸς μεταποιήσασα θηρεύουσιν αὐτοῖς κατὰ τὴν Νάξον ἐν μέσῳ ὤφθη. οἱ δὲ κατατοξεύειν τὴν ἔλαφον ὑπολαμβάνοντες ἔλαθον ἀλλήλους τιτρώσκοντες. τούτους οὖν ἐπὶ τοῦ ἐκτραπέλου τοῦ Ἰάσονος σώματος παρείληφεν.
b. ἄλλως· ἐν τῇ Νάξῳ τεθνήκασιν οἱ Ἀλωεῖδαι, οἱ καλοὶ ἐκεῖνοι. μέμφεται δὲ Χαῖρις ἐπὶ τῇ παραλήψει τῶν Ἀλωειδῶν· ἀρκεῖ γὰρ ὁ Ἀπόλλων καὶ ὁ Ἄρης. θεοῖς μὲν γὰρ εἰκάζομέν τινας, ἀνθρώποις δὲ ὑπερφυέσι καὶ τερατώδεσιν οὐκέτι. ὅτι δὲ εὐπρεπὴς ἦν ὁ Ἰάσων, δῆλον ἐκ τοῦ καὶ τὴν Ἥραν κατά τινας αὐτῷ ἐπιμανῆναι.
[*]()a. καὶ μὰν Τιτυόν: ἀλλὰ μὴν τὸν Τιτυὸν τὸ τῆς Ἀρτέμιδος βέλος ἐθήρευσε καὶ ἀνεῖλεν ἐκ τῆς ἀνικήτου βελοθήκης ὁρμώμενον. ἀκύρως δὲ τὸν Τιτυὸν ἐνταῦθα παρατίθησι τερατώδη ὄντα τὸ σῶμα καὶ ἄλλως ἀσεβῆ.
b. ἄλλως· ὁ μὲν Τιτυὸς μέγας ἦν, καλὸς δὲ οὕ. ὅτι δὲ ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος ἐτελεύτησε, Φερεκύδης (FHG I p. 71) φησίν.
[*]()ὄφρα τις τᾶν ἐν δυνατῷ: τοξευθεὶς, φησὶν. ὁ Τιτυὸς ὑπὸ τῆς Ἀρτέμιδος καὶ ἀναιρεθεὶς παράδειγμα τοῖς μετὰ ταῦτα γέγονεν, ὅπως ἄν τις τῶν δυνατῶν ἐπιθυμιῶν ὀρέγηται.
[*]()τοὶ μὲν ἀλλάλοισιν: τοιαῦτα μὲν οἱ κατὰ τὴν ἀγορὰν Μάγνητες ὄντες ἀλλήλοις διαλεγόμενοι ἔλεγον.
[*]()a. προτροπάδαν: ἀντὶ τοῦ ἐπτοημένως.
b. ὁ δὲ νοῦς· ἐν δὲ τοῖς ἡμιόνοις καὶ τῇ ἐνδόξῳ ἀπήνῃ ἐπτοημένως παρεγένετο σπεύδων ὁ Πελίας.[*]()
[*]()c. ἢ προτροπάδην τὸ προτετραμμένος ἐπ᾿ εὐθείας.
[*]()a. τάφε δ᾿ αὐτίκα: ἐξεπλάγη δὲ ἰδὼν τὸν μονοκρήπιδα. ὡς κατ᾿ αὐτοῦ τι δράσοντος τοῦ Ἰάσονος, καὶ τοῦ χρησμοῦ νῦν ἀποτελουμένου.[*]()
b. πέδιλον δὲ νῦν εἶπε τὴν κρηπῖδα· πάντα γὰρ τὰ τοῖς ποσὶ περιειλούμενα πέδιλα καλεῖται.[*]()
[*]()c. ἄλλως· εὐθέως δὲ κατεπλάγη θεασάμένος τὸ ἄγαν αὐτῷ διὰ τὸν χρησμὸν εὔγνωστον ὑπόδημα τοῦ Ἰάσονος τῷ δεξιῷ αὐτοῦ περικείμενον ποδί.
[*]()ἀρίγνωτον: τὸ ἄγαν αὐτῷ διὰ τὸν χρησμὸν εὔγνωστον.