Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()τέμενος Κρονίδα: τὸν Νεῖλον Κρονίδαν [φησὶν], ὡς Παρμένων· Αἰγύπτιε Ζεῦ Νεῖλε. ἀναλογεῖν γὰρ τοῖς τοῦ Διὸς ὄμβροις τὸ τοῦ Νείλου ὕδωρ, καὶ ὥσπερ ἀντίστροφόν τινα τοῦτον τῷ Διῒ εἶναι.[*]()

[*]()a. ἦ ῥα Μηδείας ἐπέων στίχες: ἔφη ἡ τῆς Μηδείας στιχομυθία. συνήθως δὲ ὁ Πίνδαρος πληθυντικοῖς ἑνικὰ ἐπήνεγκεν.

b. ὁ νοῦς· οὕτως εἰρήκασιν οἱ τῆς Μηδείας λόγοι, οἱ δὲ ἰσόθεοι ἥρωες κατεπλάγησαν σιωπῇ τὴν πυκνὴν καὶ συνετὴν συμβουλὴν τῆς Μηδείας κατακούσαντες.

[*]()a. ὦ μάκαρ υἱὲ Πολυμνάστου: ὦ Ἀριστότελες. ὁ γὰρ αὐτὸς Βάττος καὶ Ἀριστοτέλης.

b. ὁ δὲ νοῦς· ὦ μακάριε υἱὲ τοῦ Πολυμνήστου Ἀριστότελες, σὲ ἐν τῷ τῆς Μηδείας λόγῳ ὁ χρησμὸς ὤρθωσε καὶ ἀπέδειξε τῆς Δελφικῆς ἱερείας αὐτομάτῳ φθόγγῳ.[*]()

[*]()a. χρησμὸς ὤρθωσε μελίσσας: τὰς περὶ τὰ θεῖα καὶ μυστικὰ μελίσσας καὶ ἑτέρωθι (fr. 158)· ταῖς ἱεραῖς μελίσσαις τέρπεται. ὅτι δὲ τὰς περὶ τὰ ἱερὰ διατελούσας καὶ Μελίσσας ἔλεγον, Μνασέας ὁ Παταρεὺς (FHG III p. 150) ἀφηγεῖται λέγων, ὡς κατέπαυσαν αὗται σαρκοφαγοῦντας τοὺς ἀνθρώπους πείσασαι τῇ ἀπὸ τῶν δένδρων χρῆσθαι τροφῇ, καθ᾿ ὃν καιρὸν καὶ Μέλισσα μία τις αὐτῶν κηρία μέλιτος εὑροῦσα πρώτη ἔφαγε καὶ ὕδατι μίξασα ἔπιε, καὶ τὰς ἄλλας δὲ ἐδίδαξε, καὶ τὰ ζῷα μελίσσας ἐξ ἑαυτῆς ἐκάλεσε, καὶ φυλακὴν πλείστην ἐποιήσατο· ταῦτα δέ φησιν ἐν Πελοποννήσῳ γενέσθαι. |[*]() ἄνευ γὰρ Νυμφῶν οὔτε Δήμητρος ἱερὸν τιμᾶται διὰ τὸ ταύτας πρώτας καρπὸν ἀποδεῖξαι καὶ τὴν ἀλληλοφαγίαν παῦσαι καὶ περιβλήματα χάριν αἰδοῦς ἐξ ὕλης ἐπινοῆσαι, οὔτε γάμος οὐδεὶς ἄνευ Νυμφῶν συντελεῖται, ἀλλὰ ταύτας πρῶτον τιμῶμεν μνήμης χάριν· ὅτι τε εὐσεβείας καὶ ὁσιότητος ἀρχηγοὶ ἐγένοντο.[*]()

[*]()b. ἄλλως· χρησμὸς μελίσσας: τῆς Δελφικῆς ἱερείας· φησὶ δὲ τῆς Πυθῶνος.

[*]()c. μελίσσας δὲ τὰς ἱερείας, κυρίως μὲν τὰς τῆς Δήμητρος, καταχρηστικῶς δὲ καὶ τὰς πάσας, διὰ τὸ τοῦ ζῴου καθαρόν.[*]()

a. Δελφίδος αὐτομάτῳ κελάδῳ: ἤτοι αὐτοκελεύστῳ· [*]() οὐ γὰρ κατὰ ἐπίταγμα τῶν χρησμῳδουμένων ἡ προφῆτις τοὺς χρησμοὺς ἐκφέρει, ἀλλ᾿ ἐπιπνοίᾳ· ἢ τῷ μὴ ἐκ συντάξεως φερομένῳ, ἀλλ᾿ ἀπαυτοματιζομένῳ· καὶ ἰδίως· οὐκ ἐρωτηθεῖσ᾿ ὑπὸ τοῦ Βάττου περὶ τῆς ἀποικίας, ἀλλὰ περὶ τῆς φωνῆς· ἔνθεν δὴ καὶ αὐτώρης ὁ τρίπους. Καλλίμαχος (fr. 264)· αὐτώρης ὅτε τοῖσιν ἐπέφραδε. καὶ τότε αὐτώρης ἡ μάντις λέγεται, ὅταν μὴ βουλομένου τινὸς, περὶ ὅτου ἥκει μαντευσόμενος, ἀπαυτοματίσῃ. |[*]() τοιοῦτον οὖν ἐστι καὶ τὸ αὐτομάτῳ κελάδῳ. ὃν προήκατο οὐδενὸς πυθομένου.

[*]()b. ἄλλως· αὐτομάτῳ κελάδῳ· παρόσον ἐκ ταὐτομάτου ἔχρησεν ἡ Πυθία περὶ τῆς ἀποικίας, τοῦ Βάττου περὶ φωνῆς ἐρωτῶντος.

[*]()ἅ σε χαίρειν: ἥτις σε περὶ τῆς κακοφωνίας καὶ τραχείας φωνῆς ἀνερωτῶντα τίς παρὰ θεῶν λύσις γένοιτο, χαίρειν τρὶς προσειποῦσα εἱμαρμένον βασιλέα διὰ τῶν χρησμῶν ἀπέφηνε τῇ Κυρήνῃ.

[*]()φωνᾶς ἀνακρινόμενον: ἀνερευνῶντα. τίς ἔσται τῆς φωνῆς ποινὴ, τουτέστιν ἀπόλυσις· ἐπεὶ ἡ ποινὴ ἀπολύσεως ἕνεκεν γίνεται.

[*]()ποινὰ τίς: ἀμοιβὴ ἢ λύσις.

[*]()a. ἦ μάλα δή: ὁ νοῦς· ναὶ δὴ λίαν καὶ ἐπὶ τοῦ παρόντος, ὥσπερ ἐν τῇ τοῦ φοινικοῦ καὶ ἀνθηροῦ ἔαρος ἀκμῇ καὶ ὥρᾳ, ἀπὸ κοινοῦ θάλλει τὸ μέρος καὶ τὸ ἄνθος, οὕτω καὶ ἐν τούτοις τοῖς παισὶν ὄγδοον μέρος ὢν θάλλει καὶ βλαστᾷ ὁ Ἀρκεσίλαος.

[*]()b. τὸ μετά συντακτέον τῷ παισί.

[*]()a. τούτοις ὄγδοον: τὰ ῥηθέντα ὑπὸ τῆς Πυθίας νῦν θάλλει ὡς ἐν ἔαρι ἐπὶ τοῦ ὀγδόου γένους. ὄγδοος γὰρ Ἀρκεσίλαος |[*]() ἀπὸ Βάττου τοῦ πρώτου, ᾧ γράφει νῦν ὁ Πίνδαρος.

[*]()b. ἄλλως· μετὰ τοὺς ἀπὸ Εὐφήμου ἑπτακαίδεκα καὶ νῦν ὁ Ἀρκεσίλαος ὄγδοός ἐστιν.

[*]()c. παισί: τοῖς Κυρηναίοις.

[*]()a. τῷ μὲν Ἀπόλλων: τῷ Ἀρκεσιλάῳ.

[*]()b. τῷ μὲν Ἀπόλλων: τούτῳ μὲν τῷ Ἀρκεσιλάῳ ὅ τε Ἀπόλλων καὶ ἡ Πυθὼ ἐκ τῆς ἱπποδρομίας δόξαν καὶ μνήμην ἐκ πάντων τῶν περιοίκων δεδώκασιν.

[*]()ἀμφικτυόνων: ἀμφικτύονες καλοῦνται οἱ ἀγωνοθέται τῶν Πυθίων ἐκ δώδεκα ἐθνῶν τῆς Ἑλλάδος ὄντες.

[*]()ἀπὸ δ᾿ αὐτὸν δώσω: ἀποδώσω δὲ αὐτὸν ἐγὼ ταῖς Μούσαις, ἀντὶ τοῦ ὑμνήσω νενικηκότα· ἀνυμνήσω δὲ καὶ τὸ χρυσοῦν δέρας. ζητεῖται δὲ, δι᾿ ἣν αἰτίαν καὶ Ἰάσονος ἐμνήσθη καὶ τοῦ εἰς Σκυθίαν ἀπόπλου· καί φαμεν ὅτι Ἀρκεσίλαος εἰς Εὔφημον ἀνάγει τὸ γένος τὸν τὴν βῶλον ὑποδεξάμενον καὶ συσταλέντα τοῖς Ἀργοναύταις.[*]()

[*]()a. χρύσεον νάκος κριοῦ: κατὰ κοινοῦ τὸ Μοίσαισι δώσω.[*]()

[*]()b. διὰ τί δὲ συγκαταπέπλοχε ταῖς εἰς τὸν Ἀρκεσίλαον ᾠδαῖς τὰ περὶ τὸν πλοῦν τῶν Ἀργοναυτῶν τὸν ἐπὶ τὸ χρυσοῦν δέρος τοῦ κριοῦ; ὅτι τὸ γένος τῶν περὶ τὸν Ἀρκεσίλαον τὴν ἀρχὴν εἶχεν ἀπὸ Εὐφήμου, ᾧ καὶ ἡ βῶλος ἐδόθη.[*]()

[*]()c. μετὰ γὰρ κεῖνο πλευσάντων Μινυᾶν: ἐπ᾿ ἐκεῖνο γὰρ τὸ δέρος.

d. ὁ δὲ νοῦς· ἐπὶ γὰρ τοῦτο τὸ δέρος πλευσάντων τῶν Ἀργοναυτῶν θεῖαι τιμαὶ τοῖς Κυρηναίοις ἐφυτεύθησαν.[*]()

[*]()πλευσάντων Μινυᾶν: τῶν Μινυῶν· φησὶ δὲ τῶν Ἀργοναυτῶν, ὅτι οἱ πλείους αὐτῶν εἰς Μινύαν τὸν Ποσειδῶνος καὶ Τριτογενείας τῆς Αἰόλου τὸ γένος ἀνῆγον. καὶ Ἀπολλώνιός φησιν (I 230)· ἐπεὶ Μινύαο θυγατρῶν οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ᾿ αἵματος εὐχετόωντο.

[*]()σφισίν: αὐτοῖς, τοῖς Κυρηναίοις τοῖς εἰς Θήραν τὴν ἀποικίαν στειλαμένοις.

[*]()a. τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας: ὁ λόγος ἐρωτηματικὸς πρὸς τὴν Μοῦσαν· τίς γὰρ ἀρχὴ τοῦ πλοῦ; ποῖος δὲ κίνδυνος ἐν τοῖς ἰσχυροτάτοις τοῦ ἀδάμαντος ἔδησεν ἥλοις; τουτέστι ποία ἰσχυρὰ καὶ κινδυνώδης ἀνάγκη παρώρμησε τοὺς Ἀργοναύτας; εἶτα Ὁμηρικῷ ζήλῳ μετὰ τὴν ἐρώτησιν ἐπάγει τὸ αἰτιον· μεμοιραμένον ἦν τὸν Πελίαν ἐκ τῶν ἄγαν διαφανῶν Αἰολιδῶν τελευτῆσαι τὸν βίον, ἢ καὶ γνώμαις ἢ καὶ πράξεσιν ἀκαταμαχήτοις καὶ σκληραῖς.

[*]()b. ἄλλως· χρῆται ὁ ποιητὴς ζήλῳ Ὁμηρικῷ· μετὰ γὰρ τὴν πρὸς τὴν Μοῦσαν ἐρώτησιν τὴν αἰτίαν ἐπάγει. |[*]() ἄρχεται δὲ τῆς ἱστορίας, δι᾿ ἣν ἔπλευσαν οἱ Ἀργοναῦται.

[*]()c. θέσφατον δὲ μεμοιραμένον. χρησμῳδηθέν.

[*]()ἐξ ἀγαυῶν Αἰολιδᾶν: Αἰολίδης ὁ Ἰάσων· Αἴσονος γὰρ τοῦ Κρηθέως [γίνεται] τοῦ Αἰόλου υἱός· ἔνθ᾿ ἦτοι πρῶτον Τυρὼ ἴδον εὐπατέρειαν, ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι· φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο (λ 235)· εἶτα τὸ ἑξῆς· τοὺς δ᾿ ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν Αἴσονά τ᾿ ἠδὲ Φέρητα (λ 258).

[*]()Ἦλθε δέ οἱ κρυόεν: ἦλθε δὲ καὶ ἀνεδόθη τὸ φρικτὸν τοῦτο μάντευμα τῷ συνετῷ αὐτοῦ θυμῷ, τὸ κατὰ τὸν μέσον ὀμφαλὸν ῥηθὲν [τουτέστι κατὰ τὸ Δελφικὸν χρηστήριον τὸ ἐν μέσῳ τῆς οἰκουμένης] τῆς εὐδένδρου γῆς· λέγει δὲ τῆς Πυθῶνος.

[*]()ῥηθὲν ματέρος: τῆς γῆς.