Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. πέποιθα ξενίᾳ προσανεῖ Θώρακος: Θώραξ εἷς τῶν Ἀλευαδῶν, ἑταῖρος τοῦ νικηφόρου, ὃς καὶ ἠξίωσε τὸν ποιητὴν ἐπὶ τῇ νίκῃ τοῦ ἑταίρου συντάξαι τὸν ἐπίνικον.

b. ὁ δὲ νοῦς· πεπίστευκα δὲ τῇ προσηνεῖ φιλίᾳ τοῦ Θώρακος, ὅστις τὴν ἐξ ἐμοῦ χάριν ἐπιθυμῶν τοῦτο τὸ τῶν Μουσῶν τέθριππον ἅρμα ἔζευξε· λέγει δὲ τὸν ὕμνον· ὅτι αὐτὸς ἔπεισε γράψαι τῷ νικηφόρῳ τὸν ἐπίνικον.[*]()

[*]()τόδ᾿ ἔζευξεν ἅρμα: ἀντὶ τοῦ ζευχθῆναι ἐποίησεν. ἀλληγορικῶς δὲ τὸ ποίημα ἅρμα Πιερίδων.

[*]()a. ἄγοντα προφ|ρόνως: ἀντὶ τοῦ ἀγόμενον· ἵν᾿ ᾖ· καὶ ἐμὲ αὐτὸν βουλόμενον καὶ ἑκουσίως ἀγόμενον.[*]()

b. ἄλλως· ἤτοι ἐπαγόμενός με πρὸς τὴν φιλίαν τοῦ ἀθλητοῦ ἐποίησέ με γράφειν τὸ ποίημα· ἢ τὸν ἀθλητὴν ἐπαγόμενος πρὸς τὴν φιλίαν μου ἐποίησέ με εἰς αὐτὸν γράφειν.[*]()

[*]()a. πειρῶντι δέ: τῷ δὲ ἀποπειρωμένῳ καὶ δοκιμάζοντι ὁ χρυσὸς ἐν τῇ βασάνῳ διαπρέπει καὶ τὸ ἑαυτοῦ δείκνυσιν ἀνθηρὸν τῆς ὕλης.[*]()

[*]()b. πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει: ὥσπερ, φησὶ, τῷ πειράζοντι τῇ βασάνῳ ὁ χρυσὸς πρεπτός ἐστι, τουτέστιν ἐκπρεπὴς πότερον καλὸς ἢ κίβδηλός ἐστιν, οὕτω καὶ ὁ ὀρθὸς νοῦς ἐκ τῆς πείρας δοκιμάζεται. καὶ οὗτος οὖν κράτιστος ἐξήτασται ἐν φιλίᾳ.

[*]()c. ἄλλως· [πειρῶντι δὲ καὶ χρυσός:] ἔξωθεν τὸ πείρᾳ δείκνυται.[*]()

[*]()d. βάσανος δὲ λίθος ἐστὶ Λυδία, πρὸς ἣν ὁ χρυσὸς ἀκονώμενος διαπρέπει.

e. ὁ δὲ νοῦς ὅλος· ὥσπερ ὁ χρυσὸς διὰ τῆς Λυδίας λίθου δοκιμάζεται, πείρᾳ καὶ ἔργῳ ὁ τῶν φίλων τρόπος.[*]()

[*]()ἀδελφεούς τ᾿ ἐπαινήσομεν: τοὺς δὲ τοῦ Θώρακος ἀδελφοὺς ἀγαθοὺς ὄντας ἐγκωμιάσομεν, ὅτι τοὺς τῶν Θεσσαλῶν νόμους αὔξοντες εἰς ὕψος ἐπαίρουσιν, οἱονεὶ δικαίως ἄρχοντες ἐπαίρουσι τοὺς νόμους τῇ δικαιοσύνῃ.

[*]()a. ἐν δ᾿ ἀγαθοῖσι κεῖνται: ἔνθα, ἐν τῇ Θεσσαλίᾳ, ἀγαθοῖς οὖσι τοῖς Ἀλευάδαις αἱ πατρικαὶ καὶ ἔνδοξοι κυβερνήσεις καὶ διοικήσεις ἀπόκεινται. ἐκ δὲ τούτου, καὶ οἱ νόμοι τῶν πατέρων αὐτῶν ἐν Θεσσαλίᾳ ἀπόκεινται.

[*]()b. τῷ γὰρ κεῖται ἀντὶ τοῦ κεῖνται συνήθως τῷ σχήματι κέχρηται.

[*]()c. ἢ οὕτως· οἱ ἀγαθοὶ κυβερνῶσι τὰς ἑαυτῶν πατρίδας.

[*]()τέλος Ἱπποκλέους.