Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()Κάδμου κόραι: ὦ Κάδμου κόραι, Σεμέλη μὲν τῶν Ὀλυμπίων θεῶν σύνοικε, Ἰνὼ δὲ Νηρεΐδων, παραγίνεσθε σὺν τῇ μητρὶ τοῦ ἀριστογόνου Ἡρακλέους, φησὶ δὲ τῇ Ἀλκμήνῃ· παραγίνεσθε, ὦ ἡρωΐδες, εἰς τὴν Μελίαν καὶ τῶν τιμίων τριπόδων εἰς τὸν ἄδυτον ἀνθρώποις θησαυρόν, τὴν Μελίαν ἀκούομεν. τὸ δὲ ἄδυτον πρὸς τὸ ἄγαν σεπτόν.

[*]()ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ: ἴτε εἰς τὸν ἄδυτον, ὅς ἐστι χρυσέων τριπόδων θησαυρός. πυκνῶς δὲ τίθησιν ὁ Πίνδαρος κατὰ τὸ ἀρσενικὸν τὸν ἄδυτον. προσκαλεῖται δὲ τὰς Θήβησιν ἡρωΐδας εἰς τὸ Ἰσμήνιον ἥκειν, ἐν ᾧ τὸ τοῦ Τηνέρου ἱερόν ἐστι χρηστήριον. τριπόδων δὲ εἶπε θησαυρὸν τὸ Ισμήνιον διὰ τὸ αὐτόθι πολλοὺς ἀνακεῖσθαι τρίποδας· οἱ γὰρ Θηβαγενεῖς ἐτριποδοφόρουν ἐκεῖσε. ἡ δὲ Μελία Ἰσμηνοῦ ἀδελφὴ ὑπὸ Ἀπόλλωνος φθαρεῖσα καὶ γεννήσασα Τήνερον, ἀφ᾿ οὗ ἐν Θήβαις Τηνερικὸν πεδίον.

[*]()πὰρ Μελίαν χρυσέων: Μελία Ὠκεανοῦ θυγάτηρ, ἐξ ἦς καὶ Ἀπόλλωνος Τήνερος ὁ μάντις, ὃς παρ᾿ Ἰσμηνῷ τῷ ποταμῷ ἐμαντεύετο. καὶ αὐτόθι μαντεῖόν ἐστιν, ὃ Ἰσμήνιον καλεῖται, ἔστι δὲ καὶ πηγὴ ὁμώνυμος τῇ ἡρωΐδι.

[*]()ὃν περίαλλ᾿ ἐτίμασεν: ὅντινα τὸν ἄδυτον θησαυρὸν ὁ Ἀπόλλων ἐξόχως ἐτίμησε καὶ ὠνόμασεν αὐτὸν Ἰσμήνιον μαντεῖον, καὶ ἀληθέστατον θῶκον ὄντα τὸν ἄδυτον θησαυρὸν, τουτέστι τὸ Ἰσμήνιον μαντεῖον, ἀληθῆ τῶν μαντευμάτων καθέδραν.

[*]()a. ὦ παῖδες Ἁρμονίας: Σεμέλη καὶ Ἰνὼ, ἃς κατὰ τὸ προοίμιον ἐκάλεσεν.

[*]()b. ἔνθα καὶ νῦν ἐπίνομον: εἰς τὸ Ἰσμήνιον καλεῖ συνέρχεσθαι τὸν ἐπίνομον τῶν ἡρωΐδων στρατόν.

c. ἐπίνομον δὲ στρατὸν εἶπε τὰς ἐπινεμομένας καὶ ἐποπτευούσας τὰς Θήβας.

d. ἢ ἐπίνομον τὸν σύννομον ταῖς Θήβαις, τὸν ἐπὶ τοῦ αὐτοῦ νομοῦ καὶ τῆς αὐτῆς ἐπινομῆς.

e. τίς δὲ καλεῖ; ἤτοι ὁ Ἀπόλλων καλεῖ διὰ τὴν νίκην, ἢ καὶ ἡ Μελία, ὅπερ καὶ βέλτιον· θήλεια γὰρ θηλείας εὐλόγως συγκαλεῖ.

f. ὁ δὲ νοῦς· καὶ νῦν ἐνταῦθα, ἐπὶ τοῦ παρόντος, τῶν ἐντοπίων ἡρωΐδων συνηθροισμένων τὸ πλῆθος προσκαλεῖται προσελθεῖν ἤτοι ὁ νικηφόρος ἢ ὁ Ἀπόλλων, ἢ ἡ Μελία, ὃ καὶ βέλτιον· |[*]() θήλεια γὰρ οὖσα εἰκότως τὰς ἡρωΐδας προσκαλεῖται.

[*]()a. ὄφρα Θέμιν ἱεράν: εἰς τοῦτο συγκαλεῖται, ἵνα ὑμνήσωσι τὴν Θέμιν καὶ τὴν Πυθώ.

[*]()b. Θέμιδος ἦν τὸ χρηστήριον, ὅθεν καὶ τὸ θεμιστεύειν.

c. ἄλλως· ὅπως ἂν τὴν ἱερὰν Θέμιν καὶ τὴν Πυθῶνα καὶ τὸν ὄντα ὀμφαλὸν τῆς γῆς ὑμνήσητε σὺν παννυχίσι, χάριν κατατιθέμεναι ταῖς ἑπταπύλοις Θήβαις καὶ τῷ τῆς Κίρρας ἀγῶνι.