Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ταχὺ δ᾿ ἄγκυραν: ἐπειδὴ κωλύει τὰς ναῦς ἐξοκέλλειν ἐπὶ τὰς πέτρας· οἷον ἀλέξησιν τῆς πέτρας, ὅπως σώσῃ τὴν πρῴραν ἀπὸ τῆς πέτρας.[*]()

[*]()b. ἄλλως· ἐπιτιμᾷ ἑαυτῷ ὁ Πίνδαρος ὡς πολλῇ χρησαμένῳ τῇ παρεκβάσει, καὶ τροπικῶς προάγεται τὸν λόγον ὡς ἐπὶ νεώς.[*]()

c. παῦσον τὴν κώπην, ταχέως δὲ τὴν ἄγκυραν ἀπὸ τῆς πρῴρας τῇ γῇ κατέρεισον καὶ κάθες, οὖσαν τὴν ἄγκυραν βοήθημα καὶ ἀλέξημα τῆς χοιράδος πέτρας.

[*]()a. χοιράδος ἀλκάν: χοιράδες λέγονται πέτραι αἱ ὕφαλοι, ὑφ᾿ ὧν καχλάζει τὸ κῦμα καὶ λανθάνειν αὐτὰς ὑποκειμένας παρασκευάζει, ὥστε λανθάνειν προσπλεούσας τὰς ναῦς.

b. τὸ δὲ πρῴραθεν, ὅτι ἐκ τῆς πρῴρας καθίενται αἱ ἄγκυραι εἰς τὴν θάλασσαν.[*]()

[*]()a. ἔλπομαι δ᾿ Ἐφυραίων: σφόδρα ἐζητήθη, τίνας νῦν τοὺς Ἐφυραίους φησίν· ὁ μὲν γὰρ Ἀγέστρατος τοὺς Κορινθίους φησίν· Ἔφυρα γὰρ ἡ Κόρινθος, ὡς καὶ Ὅμηρος (Ζ 152)· ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο· καὶ ἀποδίδωσι τὴν διάνοιαν οὕτως, ὅτι νικήσει ὁ νικηφόρος Ἴσθμια καὶ ὑπὸ τῶν Κορινθίων ἀνυμνηθήσεται. γελοῖον δέ. τί γὰρ μᾶλλον, εἴπερ εὔχεται, μὴ τὸν Ὀλυμπιακὸν εὔχεται ἀγῶνα νικήσειν; τινὲς δὲ Ἐφυραίους τοὺς ἐν Θεσπρωτίᾳ ἤκουσαν, ἧς καὶ Ὅμηρος μνημονεύει (Β 659)· τὴν ἄγετ᾿ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος. ὁ δὲ Πίνδαρος ἀμφὶ Πηνειόν φησιν αὐτούς· δῆλον δὲ δήπουθεν, ὡς ὁ Πηνειὸς τῆς Θεσσαλίας ἐστὶ, καὶ φαίνεται, ὅτι Ἐφυραίους οὔτε τοὺς ἐν Θεσπρωτίᾳ οὔτε τοὺς Κορινθίους φησί· ῥητέον οὖν, ὅτι τοὺς Κρανωνίους. Κρανὼν δὲ πόλις Θεσσαλίας· Θεσσαλὸς δὲ καὶ ὁ νικηφόρος. οὕτω δὲ πρότερον οἱ Κρανώνιοι Ἐφυραῖοι ἐκαλοῦντο. μαρτυρεῖ δὲ τούτῳ Κινέας. φησὶ γὰρ ἔρχεσθαι αὐτὸν ὑπὸ τῷ Κρανῶνι, καὶ ἐλθεῖν ἐπὶ τὸν τῆς Ἱπποδαμείας γάμον ἐν Πίσῃ. εἶτα ἐκεῖ καταστρέψαντα τὸν βίον οἱ Θεσσαλοὶ τὴν Ἔφυραν καλουμένην πόλιν, εἰς τιμὴν τοῦ τεθνηκότος, Κρανῶνα μετωνόμασαν.

b. ἄλλως· ἔλπομαι δ᾿ Ἐφυραίων: ἐλπίζω δὲ τῶν Κρανωνίων τῶν περὶ τὸν Πηνειὸν ποταμὸν τὴν ἐμὴν ἡδεῖαν ᾠδὴν ᾀδόντων, ἔτι καὶ πλέον τὸν Ἱπποκλέα ἕνεκεν τῶν στεφάνων σὺν ταῖς ᾠδαῖς θαυμαστὸν καὶ ἐπίδοξον ἐν τοῖς ὁμήλιξι θεῖναι καὶ ἀποδεῖξαι, καὶ ἐν τοῖς πρεσβυτέροις ἀνδράσι καὶ [ἐν] ταῖς νεωτέραις παρθένοις φροντίδα καὶ μέριμναν, ἀπὸ κοινοῦ θησέμεν.[*]()

[*]()c. φατρία παρὰ Θεσσαλοῖς ἡ τῶν Ἐφυραίων. οἱ δὲ, ὅπερ κάλλιον, τοὺς Κρανωνίους ἤκουσαν· ἡ γὰρ Κρανὼν τὸ πρότερον Ἔφυρα ἐκαλεῖτο, τὸ ὕστερον δὲ μετωνομάσθη Κρανὼν ἀπό τινος βασιλεύσαντος Κρανῶνος καὶ ἀναιρεθέντος ὑπὸ Οἰνομάου μνηστευσαμένου τὴν Ἱπποδάμειαν.[*]()

[*]()a. καὶ γὰρ ἑτέροισιν ἑτέρων ἔρως: οὐ γὰρ πάντες τῶν αὐτῶν ἐπιθυμοῦμεν· οὗτος τοῦ ἀθλεῖν ἐφρόντισε καὶ ἐπεθύμησεν· αἱ δὲ παρθένοι διὰ τοὺς ἐμοὺς ὕμνους φροντίδα ἕξουσιν.[*]()

b. ἄλλως· ὁ λόγος· καὶ γὰρ ἄλλοις τισὶ τῶν ἀνθρώπων ἄλλων πραγμάτων ἔρως ὑπεκίνησε τὰς φρένας. |[*]() καὶ οὗτος οὖν ἠράσθη τοῦ ἀθλεῖν.[*]()

[*]()a. τῶν δ᾿ ἕκαστος ὀρούει: τὴν μέριμνάν τις, περὶ ἧς ἕκαστος φροντίζει, τελειώσας ὑπὸ τὸν καιρὸν ἐκεῖνον προσηνῶς διάγει.

b. ἄλλως· ὡς ἂν δέ τις ὁρμᾷ καὶ ἐπιθυμῇ, τυχὼν τῆς παρὰ πόδας ἐπιθυμίας, ἡδίστην ἂν σχοίη τὴν μέριμναν, οἱονεὶ ἀμέριμνος λοιπόν ἐστιν.

[*]()τὰ δ᾿ εἰς ἐνιαυτόν: τὰ δὲ μετ᾿ ἐνιαυτὸν μέλλοντα προγνῶναι ἄδηλον καὶ ἀδύνατόν ἐστιν.[*]()