Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. νόσοι δ᾿ οὔτε: οὔτε νόσοι τῇ ἱερᾷ αὐτῶν γενεᾷ οὔτε ὀλέθριον γῆρας μέμικται, μόχθων δὲ καὶ μάχης μακράν εἰσι, τὴν παρὰ τὸ δίκαιον ἐκφεύγοντες ὕβριν.

b. οἱονεὶ οὐκ ἄδικα πράττοντες καὶ μέμψιν ὑφίστανται παρὰ θεῶν.

[*]()a. πόνων δὲ καὶ μαχᾶν ἄτερ: ἐφ᾿ οἷς οὔτε νεμεσῶσιν αὐτοῖς οἱ θεοὶ, ἀλλὰ φυγόντες τὴν ὑπὲρ τὸ δίκαιον νέμεσιν οἰκοῦσι χωρὶς πόνων.

b. οὐ γὰρ ἀδικοῦσιν ἀλλήλους, ἀλλὰ πεφεύγασι τὴν διὰ τὸ παρὰ τὸ δίκαιόν τι πράσσειν νέμεσιν, τουτέστι μέμψιν.[*]()

[*]()a. ὑπέρδικον Νέμεσιν: ὅτι ὑπερδικαιοῖ καὶ κολάζει τοὺς ἀδικοῦντας ἡ Νέμεσις.[*]()

[*]()b. θρασείᾳ δὲ πνέων καρδίᾳ: τῇ γενναίᾳ δὲ πνευστιῶν ψυχῇ ὁ Περσεὺς εἰς αὐτοὺς παρεγένετο, εἰς δὲ τὸ τῶν μακαρίων ἀνδρῶν ἔθνος παραγινομένῳ αὐτῷ προκαθηγεῖτο ἡ Ἀθηνᾶ.[*]()

[*]()a. ἔπεφνέ τε Γοργόνα: ἡ ἱστορία ἐστὶ τοιαύτη. ὅτε ὁ πάππος Ἀκρίσιος ἀποκυήσασαν τὸν Περσέα τὴν Δανάην λάθρα ᾔσθετο, τότε ἐνείρξας αὐτὴν εἰς κιβωτὸν μετὰ τοῦ παιδὸς καθῆκεν εἰς τὸ πέλαγος, καὶ προσηνέχθη ἡ κιβωτὸς Σερίφῳ τῇ νήσῳ, ἧς Πολυδέκτης ἐβασίλευε. καί ποτε ἀνδρωθέντος αὐτοῦ καὶ ἑστιωμένου παρὰ τῷ Πολυδέκτῃ, παρ᾿ ἑτέρων ἕτερα εἰσφερόντων εἰς τὸν ἔρανον αὐτὸς τὴν τῆς Γοργόνος κεφαλὴν ὑπέσχετο· ὁ δὲ Πολυδέκτης εὔκαιρον πρόφασιν λαβὼν τὴν ὑπόσχεσιν ἀπῄτει αὐτὸν καὶ ἐξήλαυνε τῆς νήσου πρὸς τὸ κομίσαι τὴν κεφαλήν· ἤρα γὰρ τῆς μητρὸς αὐτοῦ. ὁ δὲ ἀπελθὼν καὶ τεμὼν τῆς Γοργόνος τὴν κεφαλὴν εἰσήνεγκεν εἰς τὸν ἔρανον, καὶ πάντας ἀπελίθωσε τοὺς ἐν τῷ συμποσίῳ καὶ αὐτὸν δὲ τὸν Πολυδέκτην.

b. ἄλλως· ἀνεῖλε μὲν τὴν Γοργόνα . . . . . . πῶς δὲ εἰς Ὑπερβορέους ἦλθεν ὁ Περσεὺς ἐπὶ τῷ ἀποτεμεῖν τὴν κεφαλὴν τῆς Γοργόνος; οἱ γὰρ Ὑπερβόρεοι πρὸς τοῖς Ἐρυθραίοις μέρεσι καὶ Ἀρκτῴοις οἰκοῦσιν, αἱ δὲ Γοργόνες κατὰ μέν τινας ἐν τοῖς Αἰθιοπικοῖς, ἅ ἐστι πρὸς ἀνατολὴν καὶ μεσημβρίαν, κατὰ δέ τινας ἐπὶ τῶν περάτων τῆς Λιβύης, ἅ ἐστι πρὸς δύσιν. ὅτι δὲ αἱ Γοργόνες οὐκ εἰσὶ πρὸς Ἄρκτους, δῆλον· οὐδεὶς γὰρ ἱστόρησεν.

[*]()a. δρακόντων: λείπει ἡ μετά, ἵν᾿ ᾖ μετὰ δρακόντων.

b. νασιώταις δὲ τοῖς Σεριφίοις· ἡ δὲ Σέριφος νῆσος περὶ Αἴγιναν.[*]()

[*]()a. ἐμοὶ δὲ θαυμάσαι: οὔτε θαυμάσιον οὔτε ἄπιστον οὐδὲν ἐμοὶ φαίνεται τῶν ὑπὸ θεῶν γινομένων. Ὅμηρος (κ 306)· θεοὶ δέ τε πάντα δύνανται.[*]()

b. ἄλλως· ἐμοὶ δὲ ὥστε θαυμάσαι οὐδὲν εἶναι ἄπιστον φαίνεται θεῶν καταπραξαμένων.[*]()