Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()ὧν θαλίαις ἔμπεδον: ὧν, τῶν Ὑπερβορέων, μάλιστα διηνεκῶς ταῖς εὐφημίαις καὶ εὐωχίαις χαίρει ὁ θεός.

[*]()a. χαίρει γελᾷ θ᾿ ὁρῶν: ἥδεται δὲ, φησὶν, ὁ Ἀπόλλων θεωρῶν τὴν τῶν θηρίων ἀναίρεσιν.

b. ὕβριν τὴν ἀναίρεσιν. ὕβριν δὲ αὐτὴν καλεῖ παρὰ τὰ σκιρτήματα, ἃ ἐν τῇ σφαγῇ ποιοῦνται οἱ ὄνοι.

[*]()a. ὀρθίαν κνωδάλων: ἔπαιξεν ὁ Πίνδαρος, ὡς τῶν ὄνων ὀρθιώντων, ὅτε ἱερουργοῦντο.

b. κνωδάλων, κυρίως τῶν θαλαττίων ζῴων, καταχρηστικῶς δὲ καὶ τῶν χερσαίων.

c. ἢ οὕτω· μεγάλων, διὰ τὸ τῶν ὄνων τερατῶδες τοῦ σώματος.[*]()

[*]()Μοῖσα δ᾿ οὐκ ἀποδαμεῖ: ἡ δὲ Μοῦσα οὐκ ἔστιν ἀπόδημος ἀπὸ τῶν τρόπων καὶ τῶν ἠθῶν αὐτῶν· οἷον, οὐκ εἰσὶν ἄμουσοι.

[*]()παντᾶ δὲ χοροί: πανταχοῦ εἰς τὸ τῶν Ὑπερβορέων ἔθνος παρθένων χοροὶ λύρας τε ἦχοι καὶ κτύποι καὶ τῶν αὐλῶν δὲ οἱ κτύποι κινοῦνται.

[*]()δάφνᾳ τε χρυσέᾳ: τῇ δὲ εὐφύλλῳ δάφνῃ τὰς ἑαυτῶν κεφαλὰς στεφόμενοι εὐωχοῦνται σωφρόνως καὶ συνετῶς.