Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()Ὀλβία Λακεδαῖμον: ὦ εὐδαιμονεστάτη Λακεδαῖμον καὶ μακαρία Θεσσαλία· ἐν γὰρ ἀμφοτέραις ἐξ ἑνὸς πατρὸς τοῦ γενναίου Ἡρακλέους τὸ γένος βασιλεύει.

[*]()ἀριστομάχου ἐπιθετικῶς· τοῦ Ἡρακλέους τοῦ ἀρίστου κατὰ τὰς μάχας.

[*]()τί κομπέω: οἱ μὲν ὅτι κομπῶ, ἀλλόκοτον νῦν λέγω, εἶτα ἡ μέση· κατὰ τὸν δέοντα καιρὸν κομπῶ. οἱ δὲ οὕτως ὑφ᾿ ἕν· τί κομπῶ καὶ φλυαρῶ παρὰ τὸν δέοντα καιρὸν, ἵνα τὴν κατά ἀντὶ τῆς παρά λάβωμεν.

[*]()a. ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον: Πελινναῖον πολις τοῦ νικηφόρου.[*]()

[*]()b. Πελινναῖον πόλις Θεσσαλίας, ἀφ᾿ ἧς καὶ τὸ ἐν Χίῳ ὄρος ἐκλήθη.[*]()