Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()αὐτὰν στᾶσε κοσμήσας: ἔστησεν αὐτὴν πρὸς τῇ ἐσχάτῃ γραμμῇ τοῦ δρόμου, τοῦτο ἄκρον καὶ τέλος διατάξας, τὴν στάσιν τῆς παρθένου. ἐχάρασσον δὲ γραμμήν τινα, ἣν ἀρχὴν καὶ τέλος εἶχον οἱ ἀγωνιζόμενοι. |[*]() ὅθεν καὶ παροιμία· μὴ κίνει γραμμήν.[*]()

[*]()a. ἔνθ᾿ Ἀλεξίδαμος: οὗτος πρόγονος ἦν τοῦ νικηφόρου, ὡς προείπομεν.

[*]()b. ἄλλως· Ἀλεξίδαμος ἦν ὁ νικήσας χάριν τῆς Λίβυος θυγατρός.

c. τὸ δὲ ἔφυγεν οὐ κυρίως· οὐ γὰρ ἐδίωκέ τις· ἀλλὰ τὸ τάχος βούλεται παραστῆσαι, |[*]() παρόσον οἱ διωκόμενοι ἐπιτείνουσι τὸν δρόμον.

[*]()d. ἐνταῦθα ὁ Ἀλεξίδαμος, ἐπειδὴ τὸν ταχὺν δρόμον ἐξέφυγε καὶ ἐνίκησε, τὴν ἔνδοξον παρθένον τῆς χειρὸς τῇ ἑαυτοῦ χειρὶ λαβὼν ἤγαγεν εἰς τὸν τῶν ἱππικῶν Λιβύων στρατόν.

[*]()ἱππευτᾶν νομάδων: τῶν Λιβύων· ὅτι ὑποδύντες τὴν γῆν οἱ πλείους αὐτῶν οἰκοῦσιν· ἢ καὶ παρὰ τοῦτο οὕτω καλούμενον ἔθνος. ἐκ τούτου δὲ δῆλον, ὅτι ὁ Ἀνταῖος οὐκ ἔστιν· οὗτος γὰρ ἦν κατὰ τοὺς χρόνους Ἡρακλέους· πρὸ δὲ τοῦ Ἡρακλέους οὐδεὶς ἦν ἀγὼν, ὁ δὲ Ἀλεξίδαμος ἱστορεῖται προνενικηκέναι.

[*]()a. πολλὰ δὲ φύλλα καὶ στεφάνους οἱ περὶ αὐτὸν ἑστῶτες ἔρριπτον, πολλὰ δὲ πτερὰ νίκης καὶ πρὸ τοῦ ἀγῶνος ἔλαβε, ἀντὶ τοῦ πολλοὺς καὶ ἄλλους ἀγῶνας ἐνίκησε.

b. πτερὰ δὲ νίκης, περιφραστικῶς τὴν νίκην.