Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. Ἀλεύα τε παῖδες: ἤτοι καθόλου οἱ Θεσσαλοὶ ἀπὸ Ἀλεύα τοῦ βασιλεύοντος, ὡς καὶ Σισυφίδαι οἱ Κορίνθιοι ἀπὸ Σισύφου· ἢ Ἀλεύα παῖδες οἱ ὄντες ἑταῖροι τῷ Ἱπποκλέᾳ. b. ὁ δὲ νοῦς· ἀλλά με ἡ Πυθὼ καὶ τὸ Πελινναῖον καὶ τοῦ Ἀλεύα οἱ παῖδες ἀπύειν παρακελεύονται καὶ ὑμνεῖν· ἢ βοᾷ καὶ προσκαλεῖται· θέλοντές με τὴν ἔνδοξον καὶ ἐγκωμιαστικὴν τῶν χορευόντων ἐπ᾿ αὐτὸν τὸν Ἱπποκλέα ἄγειν φωνήν.[*]()

[*]()ἐπικωμίαν ἀνδρῶν: τῶν κωμασόντων ἀνδρῶν.

[*]()γεύεται γὰρ ἀέθλων: καὶ γὰρ ἐπιδόξων γεύεται ἄθλων καὶ μεταλαμβάνει νικηφόρος γεγονώς· |[*]() ὡς νεωστὶ δὲ κατιόντος εἰς τοὺς ἀγῶνας ταῦτά φησιν.

[*]()a. στρατῷ τ᾿ ἀμφικτυόνων: ἐν δὲ τῷ τῶν ἀμφικτυόνων καὶ περιοίκων ὄχλῳ καὶ συνόδῳ ἡ Πυθὼ αὐτὸν ἄριστον τῶν διαυλοδρόμων παίδων ἀνηγόρευσε, ἀντὶ τοῦ εἰς Πύθια δίαυλον ἐνίκησε.

b. διαυλοδρομᾶν δὲ ἀπὸ τῆς διαυλοδρόμης εὐθείας· οἱ διαυλοδρόμαι, τῶν διαυλοδρομῶν καὶ τροπῇ Δωρικῇ διαυλοδρομᾶν.[*]()

c. Παρνάσσιος μυχός: ἡ Πυθὼ [*]() |[*]() ἀνεκήρυξε διαυλοδρόμην ὑπερέχοντα τῶν παίδων.

d. ἢ καὶ περισπαστέον [*]() |[*]() διαυλοδρομᾶν, ἵν᾿ ᾖ τῶν διαυλοδρομῶν.