Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. λίσσομαι, νεῦσον, Κρονίων: ὁ νοῦς· καθικετεύω σε, ὦ Κρόνου παῖ Ζεῦ, ἐπίνευσον, ὅπως ὅ τε τῶν Φοινίκων καὶ ὁ τῶν Καρχηδονίων καὶ Τυρσηνῶν θόρυβος ἥσυχον καὶ εἰρηναῖον ἔχοι τὸν οἶκον· ἐπίνευσον δὲ θεασάμενος τὴν πρὸ τῆς Κύμης ναυμαχίαν.

[*]()b. ἄλλως· χαριέστατα ἐκ τοῦ θορύβου τὴν τῶν βαρβάρων ἀκοσμίαν ὑπεστήσατο, ὡς καὶ Ὅμηρος (Δ 436)· ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει.

[*]()c. ἄλλως· Τυρσηνοὶ καὶ Καρχηδόνιοι, οἵ εἰσι Φοινίκων ἄποικοι, διεμάχοντο πρὸς Κυμαίους· μελλόντων οὖν ἄρδην ἀπόλλυσθαι τῶν Κυμαίων, Ἱέρων συμμαχήσας τοὺς μὲν Κυμαίους διέσωσε, τῶν δὲ Τυρσηνῶν τοὺς πλείστους ἀπώλεσε. κατεύχεται οὖν ὁ Πίνδαρος εἰρηνικὰ καὶ ἀστασίαστα μένειν λοιπὸν τὰ πράγματα Καρχηδονίοις καὶ Σικελιώταις.

[*]()οἷα Συρακοσίων: ὁποῖα γὰρ ὑπὸ τῷ ἄρχοντι καὶ βασιλεῖ τῶν Συρακουσίων Ἱέρωνι ἀναιρεθέντες πεπόνθασιν οἱ Καρχηδόνιοι καὶ Τυρσηνοί· ὅστις ὁ Ἱέρων ἀπὸ τῶν ταχειῶν νεῶν ἐνέβαλε τῇ θαλάσσῃ πᾶσαν τὴν ἡλικίαν.

[*]()a. Ἑλλάδ᾿ ἐξέλκων βαρείας: ἔνιοι μὲν Ἑλλάδα τὴν ἐν Σικελίᾳ ἤκουσαν, ἔνιοι δὲ Ἑλλάδα τὴν Ἀττικήν. ἱστορεῖται γάρ τι τοιοῦτον, ὅτι Ξέρξου μέλλοντος στρατεύειν ἐπὶ τὴν Ἑλλάδα πρέσβεις ἦλθον πρὸς Καρχηδονίους κελεύοντες πλεῖν ἐπὶ Σικελίαν καὶ τοὺς τὰ τῶν Ἑλλήνων φρονοῦντας καταστρέφεσθαι, καὶ οὕτως ὁρμᾶν ἐπὶ τὴν Πελοπόννησον. οἱ μὲν οὖν Καρχηδόνιοι ὑπήκουσαν. κατὰ δὲ τὸν αὐτὸν χρόνον πρὸς Ἱέρωνα πρέσβεις ἦλθον παρ᾿ Ἀθηναίων ἀξιοῦντες συμμαχεῖν τοῖς Ἕλλησιν· οἷς ὑπήκουσαν οἱ περὶ τὸν Γέλωνα, καὶ κατασκευασάμενοι διακοσίας ναῦς καὶ δισχιλίους ἱππέας καὶ μυρίους πεζοὺς τὸν τῶν Καρχηδονίων στόλον κατεναυμάχησαν κατὰ τῆς Σικελίας ὁρμῶντα, ὥστε καὶ τοὺς Σικελιώτας καὶ τοὺς ἄλλους Ἕλληνας ἐλευθερῶσαι.

[*]()b. ἄλλως· ἔνιοι μὲν Ἑλλάδα τὴν Σικελίαν ἤκουσαν, τινὲς δὲ Ἑλλάδα τὴν Ἀττικήν. εἰκὸς δὲ ταῖς Ἐφόρου ἱστορίαις ἐντυχόντα τὸν Πίνδαρον, ἐξηκολουθηκέναι αὐτὸν αὐτῷ. ἱστορεῖ γὰρ Ἔφορος (FHG I p. 264) τοιοῦτον, ὅτι παρασκευαζομένου Ξέρξου τὸν ἐπὶ τῇ Ἑλλάδι στόλον, πρέσβεις παραγενέσθαι πρὸς Γέλωνα τὸν τύραννον ἱκετεύοντας εἰς τὸν τῶν Ἑλλήνων σύλλογον ἐλθεῖν· ἐκ δὲ Περσῶν καὶ Φοινίκων πρέσβεις πρὸς Καρχηδονίους, προστάσσοντας ὡς πλεῖστον δέοι στόλον εἰς Σικελίαν βαδίζειν καταστρεψομένους τοὺς τὰ τῶν Ἑλλήνων φρονοῦντας πλεῖν ἐπὶ Πελοπόννησον. ἀμφοτέρων δὲ τὸν λόγον δεξαμένων, καὶ τοῦ μὲν Ἱέρωνος συμμαχῆσαι τοῖς Ἕλλησι προθυμουμένου, τῶν δὲ Καρχηδονίων ἑτοίμων ὄντων συμπρᾶξαι τῷ Ξέρξῃ, Γέλωνα διακοσίας εὐτρεπίσαντα ναῦς καὶ δισχιλίους ἱππεῖς καὶ πεζοὺς μυρίους κατακοῦσαι στόλον Καρχηδονίων καταπλεῖν ἐπὶ Σικελίαν καὶ διαμαχησάμενον μὴ μόνον τοὺς Σικελιώτας ἐλευθερῶσαι, ἀλλὰ καὶ σύμπασαν τὴν Ἑλλάδα. |[*]() εἰκὸς οὖν ταύτῃ τῇ ἱστορίᾳ ἐντετυχηκέναι τὸν Πίνδαρον.[*]()

[*]()a. αἱρέομαι: αἱροῦμαι καὶ ἀποδέχομαι, φησὶ, τὴν παρὰ Σαλαμῖνος καὶ Ἀθηναίων χάριν καὶ μισθόν, ὅτι ἐκινδύνευσαν ὑπὲρ πάσης τῆς Ἑλλάδος.

[*]()b. ἄλλως· λαμβάνω καὶ λογίζομαι σωτηρίαν τῆς Ἑλλάδος τὴν τῶν Ἀθηναίων νίκην.[*]()

c. ἄλλως· αἱρέομαι: αἱροῦμαι, φησί, τὴν τῆς Ἑλλάδος σωτηρίαν τὸν παρ᾿ Ἀθηναίων μισθόν· τοῦτό ἐστιν ἡ παρὰ Σαλαμῖνος χάρις.

d. λαμβάνω τὴν χάριν, τουτέστι τῆς Σαλαμῖνος τὴν μάχην, εἰς μισθὸν καὶ εἰς σωτηρίαν τῆς Ἑλλάδος παρὰ τῶν Ἀθηναίων. οἱ γὰρ Ἀθηναῖοι εἰς Σαλαμῖνα ναυμαχήσαντες πρὸς τοὺς Πέρσας ἔσωσαν τὴν Ἑλλάδα.[*]()

[*]()αἱροῦμαι δὲ καὶ ἀποδέχομαι, φησὶ, τὴν πρὸ Κιθαιρῶνος μάχην τῶν Σπαρτιατῶν, καθ᾿ ἣν οἱ τοξόται τῶν πεζικῶν ἡγούμενοι περὶ Πλαταιὰς τὴν πεζικὴν ἀνετρέψαντο δύναμιν.

a. πὰρ δὲ τὰν εὔυδρον ἀκτάν: ὁ νοῦς· καὶ παρὰ [*]() τὴν εὔυδρον ἀκτὴν τοῦ Ἱμέρα ποταμοῦ τὸν ὕμνον τοῖς τοῦ Δεινομένεος παισὶ τελέσας, ἀπὸ κοινοῦ τὸ αἱρέομαι· ὅντινα ὕμνον ἐδέξαντο παρὰ τῇ ἑαυτῶν ἀρετῇ τῶν πολεμίων ἀναιρεθέντων.

[*]()b. φασὶ δὲ τὸν Γέλωνα τοὺς ἀδελφοὺς φιλοφρονούμενον ἀναθεῖναι τῷ θεῷ χρυσοῦς τρίποδας ἐπιγράψαντα ταῦτα (Simon. fr. 141 Bgk.)· Φημὶ Γέλων᾿, Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον, παῖδας Δεινομένευς τοὺς τρίποδας θέμεναι, βάρβαρα νικήσαντας ἔθνη, πολλὴν δὲ παρασχεῖν σύμμαχον Ἕλλησιν χεῖρ᾿ ἐς ἐλευθερίην.

[*]()Ἱμέρα παίδεσσιν: Ἱμέρας ποταμὸς ἐν Σικελίᾳ, περὶ οὗ καὶ Αἰσχύλος φησὶν ἐν Γλαύκῳ (fr. 32)· καλοῖσι λουτροῖς ἐκλέλουμαι δέμας εἰς ὑψίκρημνον Ἱμέραν δ᾿ ἀφικόμην.

[*]()a. τὸν ἐδέξαντο: ὅντινα ὕμνον ἐδέξαντο ἐπὶ τῇ ἑαυτῶν ἀρετῇ τῶν πολεμίων ἀνδρῶν ἀναιρεθέντων.

[*]()b. ἄλλως· ὅντινα ὕμνον ἐδέξαντο νικήσαντες τοὺς Καρχηδονίους.

[*]()a. καιρὸν εἰ φθέγξαιο: οἱ μέν φασι λείπειν τὴν κατά πρόθεσιν, ἵν᾿ ᾖ· κατὰ καιρὸν εἰ φθέγξαιο.

b. εἰ καιρίως λέγων, τῆς πολυλογίας τὰ πέρατα εἰς ἓν συντείνας καὶ συμπλέξας, ἐκφύγοις ἂν τὸν φθόνον. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν δικτύων.

c. τὸ δὲ ἑξῆς· εἰ ἐν βραχεῖ φθέγξαιο κατὰ καιρὸν, πολλῶν πείρατα συντανύσας, μείων ἕπεται μῶμος ἀνθρώπων.

[*]()d. ἄλλως· αἰσθάνεται ἑαυτοῦ ἐκπεπτωκότος. ὁ δὲ νοῦς οὕτως· εἰ τὰ καίρια λέγεις τῶν πολλῶν τὰ πέρατα εἰς ἓν συντεμὼν καὶ συμπλέξας, οὐκ ἀκολουθήσει σοι μέμψις οὐδὲ φθόνος.