Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισε: νόμοις τῆς Δωρίδος δικαιοσύνης· ἀπὸ Ὕλλου τοῦ ἐπιφανεστάτου τῶν Δωριέων, ὃς ἐβασίλευσε τῶν περὶ Ἰταλίαν οἰκησάντων.

b. ἔνιοι δὲ Ὑλλίδος στάθμας οὕτω· τῆς Λυκούργου νομοθεσίας. |[*]() οὗτος γὰρ ἑνδέκατός ἐστιν ἀπὸ Ἡρακλέους, ὡς Ἔφορος (FHG I 253) ἱστορεῖ. ὁ οὖν Ἱέρων Γελῴους καὶ Μεγαρεῖς καὶ Συρακουσίους ὄντας τῶν Δωριέων ἀποίκους ἐνῴκισε τῇ Αἴτνῃ. καὶ οὕτως ἂν ὁ λόγος ἀκολούθως ἔχοι, ὡς Δωριεῦσιν οὖσιν Αἰτναίοις καὶ Λακωνικοὺς νόμους θέσθαι τὸν Ἱέρωνα.

[*]()a. ἐθέλοντι δὲ Παμφύλου: Πάμφυλος, ἄλλος τῶν Ἡρακλειδῶν, καὶ Δύμας καὶ Δῶρος υἱοὶ Αἰγιμιοῦ, ἀφ᾿ ὧν Παμφυλὶς καὶ Δυμανὶς φυλαὶ ἐν Λακεδαίμονι.

b. ὁ δὲ νοῦς· θέλουσι δὲ οἱ Ὑλλίδαι, τουτέστιν οἱ Λακεδαιμόνιοι, ἀπὸ Ἡρακλέους καὶ Παμφύλου κατάγεσθαι.[*]()

[*]()c. ἄλλως· θέλοντι δὲ Παμφύλου: οἱ Δωριεῖς οἰκοῦντες πρότερον τὴν Πίνδον οὖσαν μίαν τῆς τετραπόλεως τῆς ἐν Περραιβίᾳ ἀφικνοῦνται εἰς τὴν μεταξὺ Οἴτης καὶ Παρνασοῦ Δωρίδα ἑξάπολιν οὖσαν· ἐστὶ δὲ Ἐρινεὸν, Κύτινον, Βοιὸν, Λίλαιον, Κάρφαια, Δρυόπη· ἐκ δὲ τούτων σὺν τοῖς Ἡρακλείδαις εἰς Λακεδαίμονα κατέρχονται. ὁ δὲ νοῦς ἐπαμφοτερίζει. θέλουσι δὲ οἱ ἀπὸ Παμφύλου Ἡρακλέους ἀπόγονοι Δωριεῖς οἱ παρὰ ταῖς ὄχθαις τοῦ Τηϋγέτου ὄρους μένοντες ἐμμένειν τοῖς Αἰγιμιοῦ νόμοις.[*]()

[*]()Τηΰγετον ὄρος Λακωνικόν, οὗ καὶ Ὅμηρος (ζ 103) μέμνηται· ἢ κατὰ Τηΰγετον περιμήκετον.

[*]()ἔσχον δ᾿ Ἀμύκλας: κατέσχον τὴν Σπάρτην· ἀπὸ γὰρ μιᾶς πόλεως τὴν πᾶσαν ἐμφαίνει Λακωνικήν.

[*]()Πινδόθεν ὀρνύμενοι: διὰ Πίνδου τὴν κάθοδον ποιησάμενοι εὐχερῶς τῆς Πελοποννήσου ἐκράτησαν. Πίνδος δὲ Περραιβίας ὄρος.

[*]()a. Τυνδαριδᾶν: ὅτι θέλει λέγειν τοὺς Ἡρακλείδας, καθ᾿ ὃν χρόνον ἀνεκτήσαντο τὴν Λακωνικὴν καὶ τὴν Πελοπόννησον.[*]()

[*]()b. βαθύδοξοι γείτονες: ἔδει σύνοικοι εἰπεῖν. ἀλλὰ ῥητέον, ὅτι ἱστοροῦσί τινες τοὺς Διοσκούρους μετῳκηκέναι εἰς Ἄργος· γειτνιᾷ δὲ τὸ Ἄργος τῇ Λακεδαίμονι. καὶ οὕτως ὁ Πίνδαρος κατὰ λόγον γείτονάς φησι τοὺς Λακεδαιμονίους τῶν Διοσκούρων.

[*]()a. Ζεῦ τέλειε: ὁ νοῦς· ὦ Ζεῦ τέλειε, διαπαντὸς τοῖς Αἰτναίοις τοῖς περιοικοῦσι τὸν Ἀμένη ποταμὸν τοιαύτην μερίδα βασιλεῦσί τε καὶ δημόταις παράσχου, ὥστε τὸν τῶν ἀνθρώπων λόγον διακρίνειν τοῦτο καὶ ἀληθὲς ἀποφαίνειν, ὅτι ἐν ἐλευθερίᾳ εἰσίν.

[*]() b. οἱ δὲ τὸ τοιαύτην μοῖραν τοῖς Αἰτναίοις ἀνδρείας, οἵαν καὶ Λακεδαιμόνιοι κατὰ πόλεμον ἔχουσιν.

[*]()ἀστοῖς: τουτέστι δίδου τοῖς βασιλεῦσι καὶ τοῖς ἀστοῖς τοῖς περὶ τὸν Ἱέρωνα μερίδα εὐτυχίας.

[*]()σύν τοι: σὺν σοὶ, ὦ Ζεῦ, ὁ βασιλεὺς Σικελίας Ἱέρων τῷ ἑαυτοῦ υἱῷ Δεινομένει ἐντελλόμενος τὸν τῶν Αἰτναίων δῆμον ἐπιτρέποι διαπαντὸς εἰς σύμφωνον καὶ εἰρηναίαν ἡσυχίαν.